Textes de
l'Eglise Grecque en grec ancien
Hélène Kémiktsi |
4 index textes Eglise | ||||
Césarée (Βασίλειος Καισαρείας)
Ἅγιος Βασίλειος ὁ Μέγας: Μὴ ζητεῖν τινα
φύσιν ἔρημον ποιοτήτων Περὶ τῆς γῆς συμβουλεύωμεν ἑαυτοῖς͵ μὴ πολυπραγμονεῖν αὐτῆς τὴν οὐσίαν ἥτις ποτέ ἐστι͵ μηδὲ κατατρίβεσθαι τοῖς λογισμοῖς αὐτὸ τὸ ὑποκείμενον ἐκζητοῦντας͵ μηδὲ ζητεῖν τινα φύσιν ἔρημον ποιοτήτων͵ ἄποιον ὑπάρχουσαν τῷ ἑαυτῆς λόγῳ͵ ἀλλ᾿ εὖ εἰδέναι ὅτι πάντα τὰ περὶ αὐτὴν θεωρούμενα εἰς τὸν τοῦ εἶναι κατατέτακται λόγον͵ συμπληρωτικὰ τῆς οὐσίας ὑπάρχοντα. Εἰς οὐδὲν γὰρ καταλήξεις͵ ἑκάστην τῶν ἐνυπαρχουσῶν αὐτῇ ποιοτήτων ὑπεξαιρεῖσθαι τῷ λόγῳ πειρώμενος. Ἐὰν γὰρ ἀποστήσῃς τὸ μέλαν͵ τὸ ψυχρὸν͵ τὸ βαρὺ͵ τὸ πυκνὸν͵ τὰς κατὰ γεῦσιν ἐνυπαρχούσας αὐτῇ ποιότητας͵ ἢ εἴ τινες ἄλλαι περὶ αὐτὴν θεωροῦνται͵ οὐδὲν ἔσται τὸ ὑποκείμενον
|
||||
:Accueil | :Présentation | :Plan du site | :Nouveautés | :Contact : Hélène |