|
|
Césarée (Βασίλειος
Καισαρείας)
Καὶ εἶπεν ὁ Θεὸς, ἐξαγαγέτω ἡ γῆ
ψυχὴν ζῶσαν κατὰ γένος, τετράποδα καὶ ἑρπετὰ καὶ θηρία κατὰ γένος. Καὶ
ἐγένετο οὕτως. Ἦλθε τὸ πρόσταγμα ὁδῷ βαδίζον, καὶ ἀπέλαβε καὶ ἡ γῆ τὸν ἴδιον
κόσμον. Ἐκεῖ, Ἐξαγαγέτω τὰ ὕδατα ἑρπετὰ ψυχῶν ζωσῶν· ὧδε, Ἐξαγαγέτω ἡ γῆ
ψυχὴν ζῶσαν. Ἔμψυχος ἄρα ἡ γῆ; καὶ χώραν ἔχουσιν οἱ ματαιόφρονες Μανιχαῖοι,
ψυχὴν ἐντιθέντες τῇ γῇ; Οὐκ ἐπειδὴ εἶπεν, Ἐξαγαγέτω, τὸ ἐναποκείμενον αὐτῇ
προήνεγκεν, ἀλλ' ὁ δοὺς τὸ πρόσταγμα, καὶ τὴν τοῦ ἐξαγαγεῖν αὐτῇ δύναμιν
ἐχαρίσατο. Οὔτε γὰρ ὅτε ἤκουσεν ἡ γῆ, Βλαστησάτω βοτάνην χόρτου καὶ ξύλον
κάρπιμον, κεκρυμμένον ἔχουσα τὸν χόρτον ἐξήνεγκεν· οὐδὲ τὸν φοίνικα, ἢ τὴν
δρῦν, ἢ τὴν κυπάρισσον κάτω που ἐν ταῖς λαγόσιν ἑαυτῆς ἀποκεκρυμμένα ἀνῆκε
πρὸς τὴν ἐπιφάνειαν· ἀλλ' ὁ θεῖος λόγος φύσις ἐστὶ τῶν γινομένων. Βλαστησάτω
ἡ γῆ· οὐχ ὅπερ ἔχει προβαλλέτω, ἀλλ' ὃ μὴ ἔχει κτησάσθω, Θεοῦ δωρουμένου τῆς
ἐνεργείας τὴν δύναμιν. Οὕτω καὶ νῦν, Ἐξαγαγέτω ἡ γῆ ψυχήν, οὐ τὴν
ἐναποκειμένην, ἀλλὰ τὴν δεδομένην αὐτῇ παρὰ τοῦ Θεοῦ διὰ τῆς ἐπιταγῆς.
Ἔπειτα καὶ εἰς τὸ ἐναντίον αὐτοῖς ὁ λόγος περιτραπήσεται. Εἰ γὰρ ἐξήνεγκεν ἡ
γῆ τὴν ψυχήν, ἐρήμην ἑαυτὴν κατέλιπε τῆς ψυχῆς. Ἀλλ' ἐκείνων μὲν τὸ
βδελυκτὸν αὐτόθεν γνώριμον. Διὰ τί μέντοι τὰ μὲν ὕδατα ἑρπετὰ ψυχῶν ζωσῶν
ἐξαγαγεῖν προσετάχθη, ἡ δὲ γῆ ψυχὴν ζῶσαν; Λογιζόμεθα τοίνυν, ὅτι τῶν μὲν
νηκτῶν ἡ φύσις ἀτελεστέρας πως δοκεῖ ζωῆς μετέχειν, διὰ τὸ ἐν τῇ παχύτητι
τοῦ ὕδατος διαιτᾶσθαι. Καὶ γὰρ ἀκοὴ παρ' ἐκείνοις βαρεῖα, καὶ ὁρῶσιν ἀμβλὺ
διὰ τοῦ ὕδατος βλέποντες, καὶ οὔτε τις μνήμη παρ' ἐκείνοις, οὔτε φαντασία,
οὔτε τοῦ συνήθους ἐπίγνωσις. Διὰ τοῦτο οἱονεὶ ἐνδείκνυται ὁ λόγος, ὅτι ἡ
σαρκικὴ ζωὴ τοῖς ἐνύδροις καθηγεῖται τῶν ψυχικῶν κινημάτων· ἐπὶ δὲ τῶν
χερσαίων, ὡς τελειοτέρας αὐτῶν οὔσης τῆς ζωῆς, ἡ ψυχὴ τὴν ἡγεμονίαν
ἐπιτέτραπται πᾶσαν. Αἵ τε γὰρ αἰσθήσεις μᾶλλον τετράνωνται· καὶ ὀξεῖαι μὲν
τῶν παρόντων αἱ ἀντιλήψεις· ἀκριβεῖς δὲ μνῆμαι τῶν παρελθόντων παρὰ τοῖς
πλείστοις τῶν τετραπόδων. Διὰ τοῦτο, ὡς ἔοικεν, ἐπὶ μὲν τῶν ἐνύδρων σώματα
ἐκτίσθη ἐψυχωμένα (ἑρπετὰ γὰρ ψυχῶν ζωσῶν ἐκ τῶν ὑδάτων παρήχθη), ἐπὶ δὲ τῶν
χερσαίων ψυχὴ σώματα οἰκονομοῦσα προσετάχθη γενέσθαι, ὡς πλέον τι τῆς
ζωτικῆς δυνάμεως τῶν ἐπὶ γῆς διαιτωμένων μετειληφότων. Ἄλογα μὲν γὰρ, καὶ τὰ
χερσαῖα· ἀλλ' ὅμως ἕκαστον τῇ ἐκ τῆς φύσεως φωνῇ πολλὰ τῶν κατὰ ψυχὴν
παθημάτων διασημαίνει. Καὶ γὰρ καὶ χαρὰν καὶ λύπην, καὶ τὴν τοῦ συνήθους
ἐπίγνωσιν, καὶ τροφῆς ἔνδειαν, καὶ χωρισμὸν τῶν συννόμων, καὶ μυρία πάθη τῷ
φθόγγῳ παραδηλοῖ. Τὰ δὲ ἔνυδρα οὐ μόνον ἄφωνα, ἀλλὰ καὶ ἀνήμερα, καὶ
ἀδίδακτα, καὶ πρὸς πᾶσαν βίου κοινωνίαν ἀνθρώποις ἀμεταχείριστα. Ἔγνω βοῦς
τὸν κτησάμενον καὶ ὄνος τὴν φάντην τοῦ κυρίου αὐτοῦ· ἰχθὺς δὲ οὐκ ἂν
ἐπιγνοίη τὸν τρέφοντα. Οἶδε τὴν συνήθη φωνὴν ὁ ὄνος. Οἶδεν ὁδὸν ἣν πολλάκις
ἐβάδισε· καί που καὶ ὁδηγὸς ἐνίοτε ἀποσφαλέντι γίνεται τῷ ἀνθρώπῳ. Τὸ δὲ
ὀξυήκοον τοῦ ζῴου οὐδὲ ἄλλο τι ἔχειν λέγεται τῶν χερσαίων. Τὸ δὲ τῶν καμήλων
μνησίκακον, καὶ βαρύμηνι, καὶ διαρκὲς πρὸς ὀργήν, τί ἂν μιμήσασθαι τῶν
θαλαττίων δύναιτο; Πάλαι ποτὲ πληγεῖσα κάμηλος, μακρῷ χρόνῳ ταμιευσαμένη τὴν
μῆνιν, ἐπειδὰν εὐκαιρίας λάβηται, τὸ κακὸν ἀντιδίδωσιν. Ἀκούσατε, οἱ
βαρύθυμοι, οἱ τὴν μνησικακίαν ὡς ἀρετὴν ἐπιτηδεύοντες, τίνι ἐστὲ ἐμφερεῖς,
ὅταν τὴν κατὰ τοῦ πλησίον λύπην, ὥσπερ τινὰ σπινθῆρα κεκρυμμένον ἐν σποδιᾷ,
μέχρι τοσούτου φυλάσσετε, ἕως ἂν ὕλης λαβόμενοι, οἷον φλόγα τινὰ τὸν θυμὸν
ἀνακαύσητε.
Ἐξαγαγέτω ἡ γῆ ψυχὴν ζῶσαν. Διὰ
τί ἡ γῆ ψυχὴν ζῶσαν ἐξάγει; Ἵνα μάθῃς διαφορὰν ψυχῆς κτήνους καὶ ψυχῆς
ἀνθρώπου. Μικρὸν ὕστερον γνώσῃ, πῶς ἡ ψυχὴ τοῦ ἀνθρώπου συνέστη· νῦν δὲ
ἄκουε περὶ τῆς τῶν ἀλόγων ψυχῆς. Ἐπειδὴ κατὰ τὸ γεγραμμένον, παντὸς ζῴου ἡ
ψυχὴ τὸ αἷμα αὐτοῦ ἐστιν· αἷμα δὲ παγὲν εἰς σάρκα πέφυκε μεταβάλλειν· ἡ δὲ
σὰρξ φθαρεῖσα εἰς γῆν ἀναλύεται· γεηρά τίς ἐστιν εἰκότως ἡ ψυχὴ τῶν κτηνῶν.
Ἐξαγαγέτω οὖν ἡ γῆ ψυχὴν ζῶσαν. Ὅρα τὴν ἀκολουθίαν ψυχῆς πρὸς αἷμα, αἵματος
πρὸς σάρκα, σαρκὸς πρὸς τὴν γῆν· καὶ πάλιν ἀναλύσας διὰ τῶν αὐτῶν ἀναπόδισον
ἀπὸ γῆς εἰς σάρκα, ἀπὸ σαρκὸς εἰς αἷμα, ἀπὸ αἵματος εἰς ψυχήν· καὶ εὑρήσεις
ὅτι γῆ ἐστι τῶν κτηνῶν ἡ ψυχή. Μὴ νόμιζε πρεσβυτέραν εἶναι τῆς τοῦ σώματος
αὐτῶν ὑπο-στάσεως, μηδὲ ἐπιδιαμένουσαν μετὰ τὴν τῆς σαρκὸς διάλουσιν. Φεῦγε
φληνάφους τῶν σοβαρῶν φιλοσόφων, οἳ οὐκ αἰσχύνονται τὰς ἑαυτῶν ψυχὰς καὶ τὰς
κυνείας ὁμοειδεῖς ἀλλήλαις τιθέμενοι· οἱ λέγοντες ἑαυτοὺς γεγενῆσθαί ποτε
καὶ γυναῖκας καὶ θάμνους καὶ ἰχθύας θαλασσίους. Ἐγὼ δὲ εἰ μὲν ἐγένοντό ποτε
ἰχθῦς οὐκ ἂν εἴποιμι, ὅτι δὲ ἐν ᾧ ταῦτα ἔγραφον τῶν ἰχθύων ἦσαν ἀλογώτεροι,
καὶ πάνυ εὐτόνως διατειναίμην. Ἐξαγαγέτω ἡ γῆ ψυχὴν ζῶσαν. Τίνος ἕνεκεν, τοῦ
λόγου τρέχοντος ἀθρόως, ἀπεσιώπησα χρόνον οὐκ ὀλίγον, ἴσως θαυμάζουσιν οἱ
πολλοί· ἀλλ' οὐχὶ οἵγε φιλοπονώτεροι τῶν ἀκροατῶν ἀγνοοῦσι τὴν αἰτίαν τῆς
ἀφασίας. Πῶς γάρ; οἱ διὰ τοῦ πρὸς ἀλλήλους ὁρᾶν καὶ ἐννεύειν ἐπιστρέψαντές
με πρὸς ἑαυτούς, καὶ εἰς ἔννοιαν ἀγαγόντες τῶν παρεθέντων. Εἶδος γὰρ ὅλον
τῆς κτίσεως, καὶ οὐκ ἐλάχιστον τοῦτο, παρέλαθεν ἡμᾶς, καὶ μικροῦ ἀπιὼν ᾤχετο
ἀνεξέταστον παντελῶς ὁ λόγος καταλιπών. Ἐξαγαγέτω γὰρ τὰ ὕδατα ἑρπετὰ ψυχῶν
ζωσῶν κατὰ γένος, καὶ πετεινὰ πετόμενα ἐπὶ τῆς γῆς κατὰ τὸ στερέωμα τοῦ
οὐρανοῦ. Εἴπαμεν τὰ περὶ τῶν νηκτῶν, ὅσα ὁ καιρὸς ἐνεδίδου ἑσπέρας· σήμερον
μετέβημεν ἐπὶ τὴν τῶν χερσαίων ἐξέτασιν. Διέφυγεν ἡμᾶς τὸ πτηνὸν ἐν τῷ μέσῳ.
Ἀνάγκη τοίνυν, κατὰ τοὺς ἐπιλήσμονας τῶν ὁδοιπόρων, οἳ ἐπειδάν τι τῶν
καιρίων καταλίπωσι, κἂν ἐπιπολὺ τῆς ὁδοῦ προέλθωσι, πάλιν τὴν αὐτὴν
ὑποστρέφουσιν, ἀξίαν τῆς ῥᾳθυμίας δίκην τὸν ἐκ τῆς ὁδοιπορίας κόπον
ὑπέχοντες, οὕτω καὶ ἡμῖν, ὡς ἔοικε, τὴν αὐτὴν πάλιν βαδιστέον. Καὶ γὰρ οὐδὲ
εὐκαταφρόνητόν ἐστι τὸ παρεθὲν, ἀλλὰ τὸ τρίτον ἔοικεν εἶναι τῆς ἐν τοῖς
ζῴοις κτίσεως, εἴπερ τρία ζῴων ἐστὶ γένη, τό τε χερσαῖον, καὶ τὸ πτηνόν, καὶ
τὸ ἔνυδρον. Ἐξαγαγέτω, φησὶ, τὰ ὕδατα ἑρπετὰ ψυχῶν ζωσῶν κατὰ γένος, καὶ
πετεινὰ πετόμενα ἐπὶ τῆς γῆς κατὰ τὸ στερέωμα τοῦ οὐρανοῦ κατὰ γένος. Διὰ τί
ἐξ ὑδάτων καὶ τοῖς πτηνοῖς τὴν γένεσιν ἔδωκεν; Ὅτι ὥσπερ συγγένειά τίς ἐστι
τοῖς πετομένοις πρὸς τὰ νηκτά. Καὶ γὰρ ὥσπερ οἱ ἰχθῦς τὸ ὕδωρ τέμνουσι, τῇ
μὲν κινήσει τῶν πτερύγων εἰς τὸ πρόσω χωροῦντες, τῇ δὲ τοῦ οὐραίου μεταβολῇ
τάς τε περιστροφὰς καὶ τὰς εὐθείας ὁρμὰς ἑαυτοῖς οἰακίζοντες· οὕτω καὶ ἐπὶ
τῶν πτηνῶν ἐστιν ἰδεῖν διανηχομένων τὸν ἀέρα τοῖς πτεροῖς κατὰ τὸν ὅμοιον
τρόπον. Ὥστε ἐπειδὴ ἓν ἰδίωμα ἐν ἑκατέροις τὸ νήχεσθαι, μία τις αὐτοῖς ἡ
συγγένεια ἐκ τῆς τῶν ὑδάτων γενέσεως παρεσχέθη. Πλήν γε ὅτι οὐδὲν τῶν πτηνῶν
ἄπουν, διὰ τὸ πᾶσι τὴν δίαιταν ἀπὸ τῆς γῆς ὑπάρχειν, καὶ πάντα ἀναγκαίως τῆς
τῶν ποδῶν ὑπουργίας προσδεῖσθαι. Τοῖς μὲν γὰρ ἁρπακτικοῖς πρὸς τὴν ἄγραν αἱ
τῶν ὀνύχων ἀκμαί· τοῖς δὲ λοιποῖς, διά τε τὸν πορισμὸν τῆς τροφῆς, καὶ διὰ
τὴν λοιπὴν τοῦ βίου διεξαγωγήν, ἀναγκαία τῶν ποδῶν ἡ ὑπηρεσία δεδώρηται.
Ὀλίγοι δὲ τῶν ὀρνίθων κακόποδές εἰσιν, οὔτε βαδίζειν οὔτε ἀγρεύειν τοῖς
ποσὶν ἐπιτήδειοι· ὡς αἵ τε χελιδόνες εἰσὶ, οὔτε βαδίζειν, οὔτε ἀγρεύειν
δυνάμεναι, καὶ αἱ δρεπανίδες λεγόμεναι, οἷς ἡ τροφὴ ἀπὸ τῶν ἐν τῷ ἀέρι
ἐμφερομένων ἐπινενόηται. Χελιδόνι δὲ τὸ τῆς πτήσεως πρόσγειον ἀντὶ τῆς τῶν
ποδῶν ὑπηρεσίας ἐστίν.
Εἰσὶ μέντοι γενῶν διαφοραὶ μυρίαι
καὶ ἐν τοῖς ὄρνισιν, ἃς ἐάν τις κατὰ τὸν αὐτὸν τρόπον ἐπίῃ καθ' ὃν ἐν μέρει
καὶ τῆς τῶν ἰχθύων ἐξετάσεως ἐφηψάμεθα, εὑρήσει ἓν μὲν ὄνομα τῶν πετεινῶν,
μυρίας δὲ ἐν τούτοις διαφορὰς ἔν τε τοῖς μεγέθεσι καὶ ἐν τοῖς σχήμασι καὶ ἐν
ταῖς χρόαις· καὶ κατὰ τοὺς βίους, καὶ τὰς πράξεις, καὶ τὰ ἤθη, ἀμύθητον
οὖσαν αὐτοῖς τὴν πρὸς ἄλληλα παραλλαγήν. Ἤδη μὲν οὖν τινες ἐπειράθησαν καὶ
ὀνοματοποιίαις χρήσασθαι, ἵν', ὥσπερ διὰ καυτήρων τινῶν τῆς ἀσυνήθους καὶ
ξένης ὀνομασίας, τὸ ἰδίωμα ἑκάστου γένους ἐπιγινώσκηται. Καὶ τὰ μὲν ὠνόμασαν
σχιζόπτερα, ὡς τοὺς ἀετούς· τὰ δὲ δερμόπτερα, ὡς τὰς νυκτερίδας· τὰ δὲ
πτιλωτά, ὡς τοὺς σφῆκας· τὰ δὲ κολεόπτερα, ὡς τοὺς κανθάρους, καὶ ὅσα ἐν
θήκαις τισὶ καὶ περιβολαῖς γεννηθέντα, περιρραγέντος αὐτοῖς τοῦ ἐλύτρου,
πρὸς τὴν πτῆσιν ἠλευθερώθη. Ἀλλ' ἡμῖν ἀρκοῦσα σημείωσις πρὸς τὴν τῶν γενῶν
ἰδιότητα ἡ κοινὴ χρῆσις, καὶ οἱ παρὰ τῆς Γραφῆς περί τε καθαρῶν καὶ
ἀκαθάρτων διορισμοί. Ἄλλο μὲν οὖν γένος τὸ τῶν σαρκοφάγων, καὶ ἄλλη
κατασκευὴ πρέπουσα τῷ τρόπῳ τῆς διαίτης αὐτῶν, ὀνύχων ἀκμαὶ, καὶ χεῖλος
ἀγκύλον, καὶ πτερὸν ὀξύ, ὥστε καὶ συλληφθῆναι ῥᾳδίως τὸ θήραμα, καὶ
διασπαραγὲν τροφὴν τῷ ἑλόντι γενέσθαι. Ἄλλη τῶν σπερμολόγων κατασκευή· ἄλλη
τῶν ἐκ παντὸς τρεφομένων τοῦ συντυχόντος. Καὶ ἐν τούτοις πλεῖσται διαφοραί.
Τὰ μὲν γὰρ αὐτῶν ἐστιν ἀγελικά, πλὴν τῶν ἁρπακτικῶν· τούτων δὲ οὐδὲν
κοινωνικὸν ἐκτὸς τοῦ κατὰ τὰς συζυγίας συνδυασμοῦ. Μυρία δὲ ἄλλα τὸν
ἀθροισματικὸν ρηται βίον, ὡς περιστεραὶ, καὶ γέρανοι, καὶ ψῆρες, καὶ κολοιοί.
Πάλιν ἐν τούτοις τὰ μὲν ἄναρχά ἐστι καὶ οἷον αὐτόνομα· τὰ δὲ ὑφ' ἡγεμόνι
τετάχθαι καταδεχόμενα, ὡς αἱ γέρανοι. Ἤδη δέ τις καὶ ἑτέρα ἐν τούτοις ἐστὶ
διαφορά, καθ' ἣν τὰ μὲν ἐπιδημητικά τέ ἐστι καὶ ἐγχώρια, τὰ δὲ ἀπαίρειν
πέφυκε πορροτάτω, καὶ χειμῶνος ἐγγίζοντος ἐκτοπίζειν ὡς τὰ πολλά. Χειροήθη
δὲ καὶ τιθασσὰ τὰ πολλὰ τῶν ὀρνέων ἐκτρεφόμενα γίνεται, πλήν γε δὴ τῶν
ἀσθενῶν, ἃ δι' ὑπερβάλλουσαν δειλίαν καὶ ἀνανδρίαν, τὴν συνεχῆ τῆς χειρὸς
ἐνόχλησιν οὐχ ὑφίσταται. Ἀλλὰ καὶ συνανθρωπιστικοί τινες τῶν ὀρνίθων εἰσὶ,
τὰς αὐτὰς ἡμῖν οἰκήσεις καταδεχόμενοι· ἄλλοι δὲ ὄρειοι, καὶ φιλέρημοι.
Μεγίστη δὲ διαφορὰ καὶ ἡ περὶ τὴν φωνὴν ἰδιότης ἑκάστου. Οἱ μὲν γὰρ κωτίλοι
καὶ λάλοι τῶν ὀρνίθων εἰσίν· οἱ δὲ σιγηλοί. Καὶ τὰ μὲν ᾠδικὰ καὶ πολύφωνα·
τὰ δὲ ἄμουσα παντελῶς καὶ ᾠδῆς ἄμοιρα. Καὶ τὰ μὲν μιμηλά, ἢ ἐκ φύσεως ἔχοντα
τὸ μιμεῖσθαι, ἢ ἐξ ἀσκήσεως προσλαβόντα· τὰ δὲ μονότροπον καὶ ἀμετάβλητον
τὴν φωνὴν ἀφιέντα. Γαῦρον ὁ ἀλεκτρυών· φιλόκαλον ὁ ταώς· λάγνιοι αἱ
περιστεραὶ καὶ αἱ κατοικίδιοι ὄρνεις, ἐπὶ παντὸς καιροῦ τὸ συνουσιαστικὸν
ἔχουσαι. Δολερὸν ὁ πέρδιξ καὶ ζηλότυπον, κακούργως συμπράττων τοῖς θηραταῖς
πρὸς τὴν ἄγραν.
Μυρίαι, ὡς ἔφαμεν, καὶ τῶν
πράξεων καὶ τῶν βίων διαφοραί. Ἔστι δέ τινα καὶ πολιτικὰ τῶν ἀλόγων, εἴπερ
πολιτείας ἴδιον, τὸ πρὸς ἓν πέρας κοινὸν συννεύειν τὴν ἐνέργειαν τῶν καθ'
ἕκαστον, ὡς ἐπὶ τῶν μελισσῶν ἄν τις ἴδοι. Καὶ γὰρ ἐκείνων κοινὴ μὲν ἡ
οἴκησις, κοινὴ δὲ ἡ πτῆσις, ἐργασία δὲ πάντων μία· καὶ τὸ μέγιστον, ὅτι ὑπὸ
βασιλεῖ καὶ ταξιάρχῳ τινὶ τῶν ἔργων ἅπτονται, οὐ πρότερον καταδεχόμεναι ἐπὶ
τοὺς λειμῶνας ἐλθεῖν, πρὶν ἂν ἴδωσι κατάρξαντα τὸν βασιλέα τῆς πτήσεως. Καὶ
ἔστιν αὐταῖς οὐ χειροτονητὸς ὁ βασιλεὺς (πολλάκις γὰρ ἀκρισία δήμου τὸν
χείριστον εἰς ἀρχὴν προεστήσατο), οὐδὲ κληρωτὴν ἔχων τὴν ἐξουσίαν (ἄλογοι
γὰρ αἱ συντυχίαι τῶν κλήρων ἐπὶ τὸν πάντων ἔσχατον πολλάκις τὸ κράτος
φέρουσαι), οὐδὲ ἐκ πατρικῆς διαδοχῆς τοῖς βασιλείοις ἐγκαθεζόμενος (καὶ γὰρ
καὶ οὗτοι ἀπαίδευτοι καὶ ἀμαθεῖς πάσης ἀρετῆς, διὰ τρυφὴν καὶ κολακείαν, ὡς
τὰ πολλά, γίνονται), ἀλλ' ἐκ φύσεως ἔχων τὸ κατὰ πάντων πρωτεῖον, καὶ
μεγέθει διαφέρων καὶ σχήματι καὶ τῇ τοῦ ἤθους πραότητι. Ἔστι μὲν γὰρ κέντρον
τῷ βασιλεῖ, ἀλλ' οὐ χρῆται τούτῳ πρὸς ἄμυναν. Νόμοι τινές εἰσιν οὗτοι τῆς
φύσεως ἄγραφοι, ἀργοὺς εἶναι πρὸς τιμωρίαν τοὺς τῶν μεγίστων δυναστειῶν
ἐπιβαίνοντας. Ἀλλὰ καὶ ταῖς μελίσσαις, ὅσαι ἂν μὴ ἀκολουθήσωσι τῷ
ὑποδείγματι τοῦ βασιλέως, ταχὺ μεταμέλει τῆς ἀβουλίας, ὅτι τῇ πληγῇ τοῦ
κέντρου ἐπαποθνήσκουσιν. Ἀκουέτωσαν Χριστιανοὶ, οἷς πρόσταγμά ἐστι μηδενὶ
κακὸν ἀντὶ κακοῦ ἀποδιδόναι, ἀλλὰ νικᾶν ἐν τῷ ἀγαθῷ τὸ κακόν. Μίμησαι τῆς
μελίσσης τὸ ἰδιότροπον, ὅτι οὐδενὶ λυμαινομένη, οὐδὲ καρπὸν ἀλλότριον
διαφθείρουσα, τὰ κηρία συμπήγνυται. Τὸν μὲν γὰρ κηρὸν ἀπὸ τῶν ἀνθῶν φανερῶς
συναγείρει, τὸ δὲ μέλι, τὴν δροσοειδῶς ἐνεσπαρμένην νοτίδα τοῖς ἄνθεσιν,
ἐπισπασαμένη τῷ στόματι, ταύτην ταῖς κοιλότησι τῶν κηρίων ἐνίησιν. Ὅθεν καὶ
ὑγρὸν παρὰ τὴν πρώτην ἐστίν· εἶτα τῷ χρόνῳ συμπεφθὲν, πρὸς τὴν οἰκείαν
σύστασιν καὶ ἡδονὴν ἐπανέρχεται. Καλῶν καὶ πρεπόντων αὕτη τῶν ἐπαίνων παρὰ
τῆς Παροιμίας τετύχηκε, σοφὴ καὶ ἐργάτις ὀνομασθεῖσα· οὕτω μὲν φιλοπόνως τὴν
τροφὴν συναγείρουσα (Ἧς τοὺς πόνους, φησὶ, βασιλεῖς καὶ ἰδιῶται πρὸς ὑγείαν
προσφέρονται), οὕτω δὲ σοφῶς φιλοτεχνοῦσα τὰς ἀποθήκας τοῦ μέλιτος (εἰς
λεπτὸν γὰρ ὑμένα τὸν κηρὸν διατείνασα, πυκνὰς καὶ συνεχεῖς ἀλλήλαις
συνοικοδομεῖ τὰς κοιλότητας), ὡς τὸ πυκνὸν τῆς τῶν μικροτάτων πρὸς ἄλληλα
δέσεως, ἔρεισμα γίνεσθαι τῷ παντί. Ἑκάστη γὰρ φρεατία τῆς ἑτέρας ἔχεται,
λεπτῷ πρὸς αὐτὴν διειργομένη τε ὁμοῦ καὶ συναπτομένη τῷ διαφράγματι. Ἔπειτα
διώροφοι καὶ τριώροφοι αἱ σύριγγες αὗται ἀλλήλαις ἐπῳκοδόμηνται. Ἐφυλάξατο
γὰρ μίαν ποιῆσαι διαμπερὲς τὴν κοιλότητα, ἵνα μὴ τῷ βάρει τὸ ὑγρὸν πρὸς τὸ
ἐκτὸς διεκπίπτῃ. Κατάμαθε πῶς τὰ τῆς γεωμετρίας εὑρέματα πάρεργά ἐστι τῆς
σοφωτάτης μελίσσης. Ἑξάγωνοι γὰρ πᾶσαι καὶ ἰσόπλευροι τῶν κηρίων αἱ σύριγγες,
οὐκ ἐπ' εὐθείας ἀλλήλαις κατεπικείμεναι, ἵνα μὴ κάμνωσιν οἱ πυθμένες τοῖς
διακένοις ἐφηρμοσμένοι· ἀλλ' αἱ γωνίαι τῶν κάτωθεν ἑξαγώνων, βάθρον καὶ
ἔρεισμα τῶν ὑπερκειμένων εἰσίν, ὡς ἀσφαλῶς ὑπὲρ ἑαυτῶν μετεωρίζειν τὰ βάρη,
καὶ ἰδιαζόντως ἑκάστῃ κοιλότητι τὸ ὑγρὸν ἐγκατέχεσθαι.
Πῶς ἄν σοι πάντα δι' ἀκριβείας
ἐπέλθοιμι τὰ ἐν τοῖς βίοις τῶν ὀρνίθων ἰδιώματα; Πῶς μὲν αἱ γέρανοι τὰς ἐν
τῇ νυκτὶ προφυλακὰς ἐκ περιτροπῆς ὑποδέχονται· καὶ αἱ μὲν καθεύδουσιν, αἱ δὲ
κύκλῳ περιιοῦσαι, πᾶσαν αὐταῖς ἐν τῷ ὕπνῳ παρέχονται τὴν ἀσφάλειαν· εἶτα τοῦ
καιροῦ τῆς φυλακῆς πληρουμένου, ἡ μὲν βοήσασα πρὸς ὕπνον ἐτράπετο, ἡ δὲ τὴν
διαδοχὴν ὑποδεξαμένη, ἧς ἔτυχεν ἀσφαλείας ἀντέδωκεν ἐν τῷ μέρει. Ταύτην καὶ
ἐν τῇ πτήσει τὴν εὐταξίαν κατόψει. Ἄλλοτε γὰρ ἄλλη τὴν ὁδηγίαν ἐκδέχεται,
καὶ τακτόν τινα χρόνον προκαθηγησαμένη τῆς πτήσεως, εἰς τὸ κατόπιν
περιελθοῦσα, τῇ μεθ' ἑαυτὴν τὴν ἡγεμονίαν τῆς ὁδοῦ παραδίδωσι. Τὸ δὲ τῶν
πελαργῶν οὐδὲ πόρρω ἐστὶ συνέσεως λογικῆς· οὕτω μὲν κατὰ τὸν ἕνα καιρὸν
πάντας ἐπιδημεῖν τοῖς τῇδε χωρίοις· οὕτω δὲ ὑφ' ἑνὶ συνθήματι πάντας
ἀπαίρειν. Δορυφοροῦσι δὲ αὐτοὺς αἱ παρ' ἡμῖν κορῶναι, καὶ παραπέμπουσιν,
ἐμοὶ δοκεῖν, καὶ συμμαχίαν τινὰ παρεχόμεναι πρὸς ὄρνιθας πολεμίους. Σημεῖον
δέ, πρῶτον μὲν τὸ μὴ φαίνεσθαι ὑπὸ τὸν καιρὸν ἐκεῖνον κορώνην παντάπασιν,
ἔπειθ' ὅτι μετὰ τραυμάτων ἐπανερχόμεναι ἐναργῆ τοῦ συνασπισμοῦ καὶ τῆς
ἐπιμαχίας τὰ σημεῖα κομίζουσι. Τίς παρ' αὐταῖς τοὺς τῆς φιλοξενίας διώρισε
νόμους; Τίς αὐταῖς ἠπείλησε λειποστρατίου γραφήν, ὡς μηδεμίαν ἀπολείπεσθαι
τῆς προπομπῆς. Ἀκουέτωσαν οἱ κακόξενοι, καὶ τὰς θύρας κλείοντες, καὶ μηδὲ
στέγης ἐν χειμῶνι καὶ νυκτὶ τοῖς ἐπιδημοῦσι μεταδιδόντες. Ἡ δὲ περὶ τοὺς
γηράσαντας τῶν πελαργῶν πρόνοια ἐξήρκει τοὺς παῖδας ἡμῶν, εἰ προσέχειν
ἐβούλοντο, φιλοπάτορας καταστῆσαι. Πάντως γὰρ οὐδεὶς οὕτως ἐλλείπων κατὰ τὴν
φρόνησιν, ὡς μὴ αἰσχύνης ἄξιον κρίνειν τῶν ἀλογωτάτων ὀρνίθων ὑστερίζειν
κατ' ἀρετήν. Ἐκεῖνοι τὸν πατέρα ὑπὸ τοῦ γήρως πτερορρυήσαντα περιστάντες ἐν
κύκλῳ τοῖς οἰκείοις πτεροῖς διαθάλπουσι, καὶ τὰς τροφὰς ἀφθόνως
παρασκευάζοντες, τὴν δυνατὴν καὶ ἐν τῇ πτήσει παρέχονται βοήθειαν, ἠρέμα τῷ
πτερῷ κουφίζοντες ἑκατέρωθεν. Καὶ οὕτω τοῦτο παρὰ πᾶσι διαβεβόηται, ὥστε ἤδη
τινὲς τὴν τῶν εὐεργετημάτων ἀντίδοσιν ἀντιπελάργωσιν ὀνομάζουσι. Μηδεὶς
πενίαν ὀδυρέσθω· μηδὲ ἀπογινωσκέτω ἑαυτοῦ τὴν ζωήν, ὁ μηδεμίαν οἴκοι
περιουσίαν καταλιπών, πρὸς τὸ τῆς χελιδόνος εὐμήχανον ἀποβλέπων. Ἐκείνη γὰρ
τὴν καλιὰν πηγνυμένη, τὰ μὲν κάρφη τῷ στόματι διακομίζει· πηλὸν δὲ τοῖς
ποσὶν ἆραι μὴ δυναμένη, τὰ ἄκρα τῶν πτερῶν ὕδατι καταβρέξασα, εἶτα τῇ
λεπτοτάτῃ κόνει ἐνειληθεῖσα, οὕτως ἐπινοεῖ τοῦ πηλοῦ τὴν χρείαν· καὶ κατὰ
μικρὸν ἀλλήλοις τὰ κάρφη οἷον κόλλῃ τινὶ τῷ πηλῷ συνδήσασα, ἐν αὐτῇ τοὺς
νεοττοὺς ἐκτρέφει· ὧν ἐάν τις ἐκκεντήσῃ τὰ ὄμματα, ἔχει τινὰ παρὰ τῆς φύσεως
ἰατρικήν, δι' ἧς πρὸς ὑγείαν ἐπανάγει τῶν ἐκγόνων τὰς ὄψεις. Ταῦτά σε
νουθετείτω, μὴ διὰ πενίαν πρὸς κακουργίαν τρέπεσθαι· μηδὲ ἐν τοῖς
χαλεπωτάτοις πάθεσι πᾶσαν ἐλπίδα ῥίψαντα, ἄπρακτον κεῖσθαι καὶ ἀνενέργητον·
ἀλλ' ἐπὶ Θεὸν καταφεύγειν, ὃς εἰ χελιδόνι τὰ τηλικαῦτα χαρίζεται, πόσῳ
μείζονα δώσει τοῖς ἐξ ὅλης καρδίας ἐπιβοωμένοις αὐτόν; Ἁλκυών ἐστι θαλάττιον
ὄρνεον. Αὕτη παρ' αὐτοὺς νοσσεύειν τοὺς αἰγιαλοὺς πέφυκεν, ἐπ' αὐτῆς τὰ ὠὰ
τῆς ψάμμου καταθεμένη· καὶ νοσσεύει κατὰ μέσον που τὸν χειμῶνα, ὅτε πολλοῖς
καὶ βιαίοις ἀνέμοις ἡ θάλασσα τῇ γῇ προσαράσεται. Ἀλλ' ὅμως κοιμίζονται μὲν
πάντες ἄνεμοι, ἡσυχάζει δὲ κῦμα θαλάσσιον, ὅταν ἁλκυὼν ἐπωάζῃ τὰς ἑπτὰ
ἡμέρας. Ἐν τοσαύταις γὰρ μόναις ἐκλεπίζει τοὺς νεοττούς. Ἐπεὶ δὲ καὶ τροφῆς
αὐτοῖς χρεία, ἄλλας ἑπτὰ πρὸς τὴν τῶν νεοττῶν αὔξησιν ὁ μεγαλόδωρος Θεὸς τῷ
μικροτάτῳ ζῴῳ παρέσχετο. Ὥστε καὶ ναυτικοὶ πάντες ἴσασι τοῦτο, καὶ
ἁλκυονίδας τὰς ἡμέρας ἐκείνας προσαγορεύουσι. Ταῦτά σοι εἰς προτροπὴν τοῦ
αἰτεῖν παρὰ Θεοῦ τὰ πρὸς σωτηρίαν διὰ τῆς περὶ τὰ ἄλογα τοῦ Θεοῦ προνοίας
νενομοθέτηται. Τί οὐκ ἂν γένοιτο τῶν παραδόξων ἕνεκεν σοῦ, ὃς κατ' εἰκόνα
γέγονας τοῦ Θεοῦ, ὅπουγε ὑπὲρ ὄρνιθος οὕτω μικρᾶς ἡ μεγάλη καὶ φοβερὰ
κατέχεται θάλασσα, ἐν μέσῳ χειμῶνι γαλήνην ἄγειν ἐπιταχθεῖσα;
Τὴν τρυγόνα φασὶ διαζευχθεῖσάν
ποτε τοῦ ὁμόζυγος, μηκέτι τὴν πρὸς ἕτερον καταδέχεσθαι κοινωνίαν, ἀλλὰ
μένειν ἀσυνδύαστον, μνήμῃ τοῦ ποτὲ συζευχθέντος τὴν πρὸς ἕτερον κοινωνίαν
ἀπαρνουμένην. Ἀκουέτωσαν αἱ γυναῖκες, ὅπως τὸ σεμνὸν τῆς χηρείας, καὶ παρὰ
τοῖς ἀλόγοις, τοῦ ἐν ταῖς πολυγαμίαις ἀπρεποῦς προτιμότερον. Ἀδικώτατος περὶ
τὴν τῶν ἐκγόνων ἐκτροφὴν ὁ ἀετός. Δύο γὰρ ἐξαγαγὼν νεοσσούς, τὸν ἕτερον
αὐτῶν εἰς γῆν καταρρήγνυσι, ταῖς πληγαῖς τῶν πτερῶν ἀπωθούμενος· τὸν δὲ
ἕτερον μόνον ἀναλαβών, οἰκειοῦται, διὰ τὸ τῆς τροφῆς ἐπίπονον ἀποποιούμενος
ὃν ἐγέννησεν. Ἀλλ' οὐκ ἐᾷ τοῦτον, ὥς φασι, διαφθαρῆναι ἡ φήνη· ἀλλ'
ὑπολαβοῦσα αὐτὸν τοῖς οἰκείοις ἑαυτῆς νεοσσοῖς συνεκτρέφει. Τοιοῦτοι, τῶν
γονέων, οἱ ἐπὶ προφάσει πενίας ἐκτιθέμενοι τὰ νήπια· ἢ καὶ ἐν τῇ διανομῇ τοῦ
κλήρου ἀνισότατοι πρὸς τὰ ἔκγονα. Δίκαιον γὰρ, ὥσπερ ἐξ ἴσου μεταδεδώκασιν
ἑκάστῳ τοῦ εἶναι, οὕτω καὶ τὰς πρὸς τὸ ζῆν ἀφορμὰς ἴσως αὐτοῖς καὶ ὁμοτίμως
παρέχειν. Μὴ μιμήσῃ τῶν γαμψωνύχων ὀρνίθων τὸ ἀπηνές· οἳ ἐπειδὰν ἴδωσι τοὺς
ἑαυτῶν νεοττοὺς κατατολμῶντας λοιπὸν τῆς πτήσεως, ἐκβάλλουσι τῆς καλιᾶς,
τύπτοντες τοῖς πτεροῖς καὶ ὠθοῦντες, καὶ οὐδεμίαν ἐπιμέλειαν ποιοῦνται πρὸς
τὸ λοιπόν. Ἐπαινετὸν τῆς κορώνης τὸ φιλότεκνον· ἣ καὶ πετομένων ἤδη
παρέπεται, σιτίζουσα αὐτοὺς καὶ ἐκτρέφουσα μέχρι πλείστου. Πολλὰ τῶν ὀρνίθων
γένη οὐδὲν πρὸς τὴν κύησιν δεῖται τῆς τῶν ἀρρένων ἐπιπλοκῆς· ἀλλ' ἐν μὲν
τοῖς ἄλλοις ἄγονά ἐστι τὰ ὑπηνέμια, τοὺς δὲ γύπας φασὶν ἀσυνδυάστως τίκτειν
ὡς τὰ πολλά, καὶ ταῦτα μακροβιωτάτους ὄντας· οἷς γε μέχρις ἑκατὸν ἐτῶν, ὡς
τὰ πολλά, παρατείνεται ἡ ζωή. Τοῦτό μοι ἔχε παρασεσημειωμένον ἐκ τῆς περὶ
τοὺς ὄρνιθας ἱστορίας, ἵν' ἐπειδάν ποτε ἴδῃς γελῶντάς τινας τὸ μυστήριον
ἡμῶν, ὡς ἀδυνάτου ὄντος καὶ ἔξω τῆς φύσεως, παρθένον τεκεῖν, τῆς παρθενίας
αὐτῆς φυλαττομένης ἀχράντου, ἐνθυμηθῇς ὅτι ὁ εὐδοκήσας ἐν τῇ μωρίᾳ τοῦ
κηρύγματος σῶσαι τοὺς πιστεύοντας, μυρίας ἐκ τῆς φύσεως ἀφορμὰς πρὸς τὴν
πίστιν τῶν παραδόξων προλαβὼν κατεβάλετο.
Ἐξαγαγέτω τὰ ὕδατα ἑρπετὰ ψυχῶν
ζωσῶν, καὶ πετεινὰ πετόμενα ἐπὶ τῆς γῆς, κατὰ τὸ στερέωμα τοῦ οὐρανοῦ. Ἐπὶ
μὲν τῆς γῆς ἐκελεύσθη πετάσθαι, διὰ τὸ πᾶσι τὴν τροφὴν ἀπὸ τῆς γῆς ὑπάρχειν·
Κατὰ δὲ τὸ στερέωμα τοῦ οὐρανοῦ, ὡς προλαβόντες ἀποδεδώκαμεν, οὐρανοῦ
ἐνταῦθα παρὰ τὸ ὁρᾶσθαι τοῦ ἀέρος προσειρημένου· στερεώματος δέ, διὰ τὸ
πυκνότερόν πως εἶναι, συγκρίσει τοῦ αἰθερίου σώματος, καὶ μᾶλλον πεπιλημένον
ταῖς κάτωθεν ἀναφοραῖς τὸν ὑπὲρ κεφαλῆς ἡμῶν ἀέρα. Ἔχεις οὖν οὐρανὸν
διακεκοσμημένον, γῆν κεκαλλωπισμένην, θάλασαν εὐθηνουμένην τοῖς οἰκείοις
γεννήμασιν, ἀέρα πλήρη τῶν διιπταμένων αὐτὸν ὀρνίθων. Πάντα προστάγματι Θεοῦ
ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παραχθέντα, καὶ ὅσα ὁ λόγος παρῆκε νῦν, τὴν ἐπὶ
πλεῖον ἐν τούτοις διατριβὴν ἐκκλίνων, ὡς ἂν μὴ δόξῃ ὑπερεκπίπτειν τοῦ μέτρου,
κατὰ σεαυτὸν συλλογισάμενος, ὅγε φιλόπονος, τὴν ἐν ἅπασι τοῦ Θεοῦ σοφίαν
καταμανθάνων, μὴ λήξῃς ποτὲ τοῦ θαύματος, μηδὲ τοῦ διὰ πάσης τῆς κτίσεως
δοξάζειν τὸν ποιητήν. Ἔχεις ἐν τῷ σκότει τὰ νυκτερόβια γένη τῶν ὀρνίθων· ἐν
τῷ φωτὶ τὰ ἡμερόφοιτα. Νυκτερίδες μὲν γὰρ, καὶ γλαῦκες, καὶ νυκτοκόρακες,
τῶν νυκτινόμων εἰσίν. Ὥστε σοί ποτε ἐν καιρῷ μὴ παρόντος τοῦ ὕπνου, ἐξαρκεῖν
καὶ τὴν ἐν τούτοις διατριβήν, καὶ τὴν τῶν ὑπαρχόντων αὐτοῖς ἰδιωμάτων
ἐξέτασιν πρὸς δοξολογίαν τοῦ ποιητοῦ. Πῶς ἄγρυπνον ἡ ἀηδών, ὅταν ἐπωάζῃ, διὰ
πάσης νυκτὸς τῆς μελῳδίας μὴ ἀπολήγουσα. Πῶς τετράπουν τὸ αὐτὸ καὶ πτηνὸν ἡ
νυκτερίς. Πῶς μόνη τῶν ὀρνίθων ὀδοῦσι κέχρηται, καὶ ζωογονεῖ μὲν ὡς τὰ
τετράποδα, ἐπιπολάζει δὲ τῷ ἀέρι, οὐχὶ πτερῷ κουφιζομένη, ἀλλ' ὑμένι τινὶ
δερματίνῳ. Πῶς μέντοι καὶ τοῦτο ἔχει τὸ φιλάλληλον ἐν τῇ φύσει, καὶ ὥσπερ
ὁρμαθὸς, ἀλλήλων αἱ νυκτερίδες ἔχονται, καὶ μία τῆς μιᾶς ἤρτηνται· ὅπερ ἐφ'
ἡμῶν τῶν ἀνθρώπων οὐ ῥᾴδιον κατορθωθῆναι Τὸ γὰρ ἀπεσχισμένον καὶ ἰδιάζον τοῦ
κοινωνικοῦ καὶ ἡνωμένου τοῖς πολλοῖς προτιμότερον. Πῶς ἐοίκασι τοῖς ὄμμασι
τῆς γλαυκὸς οἱ περὶ τὴν ματαίαν σοφίαν ἐσχολακότες. Καὶ γὰρ ἐκείνης ἡ ὄψις,
νυκτὸς μὲν ἔρρωται, ἡλίου δὲ λάμψαντος ἀμαυροῦται. Καὶ τούτων μὲν ἡ διάνοια
ὀξυτάτη μέν ἐστι πρὸς τὴν τῆς ματαιότητος θεωρίαν, πρὸς δὲ τὴν τοῦ ἀληθινοῦ
φωτὸς κατανόησιν ἐξημαύρωται. Ἐν ἡμέρᾳ δέ σοι καὶ πάνυ ῥᾴδιον πανταχόθεν
συνάγειν τὸ θαῦμα τοῦ κτίσαντος. Πῶς μὲν ἐπ' ἔργα σε διεγείρει ὁ σύνοικος
ὄρνις, ὀξείᾳ τῇ φωνῇ ἐμβοῶν καὶ καταμηνύων πόρρωθεν ἔτι τὸν ἥλιον
προσελαύνοντα, ὁδοιπόροις συνδιορθρίζων, γεωργοὺς δὲ ἐξάγων πρὸς ἀμητόν. Πῶς
ἄγρυπνον τὸ τῶν χηνῶν γένος, καὶ πρὸς τὴν τῶν λανθανόντων αἴσθησιν ὀξύτατον,
οἵ γέ ποτε καὶ τὴν βασιλίδα πόλιν περισώσαντο, πολεμίους τινὰς ὑπὸ γῆς δι'
ὑπονόμων ἀφανῶν ἤδη μέλλοντας τὴν ἄκραν τῆς Ῥώμης καταλαμβάνειν
καταμηνύσαντες. Ἐν ποίῳ γένει τῶν ὀρνίθων οὐκ ἴδιόν τι θαῦμα ἡ φύσις
δείκνυσι; Τίς ὁ τοῖς γυψὶ προαπαγγέλλων τῶν ἀνθρώπων τὸν θάνατον, ὅταν κατ'
ἀλλήλων ἐπιστρατεύσωσιν; Ἴδοις γὰρ ἂν μυρίας ἀγέλας γυπῶν τοῖς στρατοπέδοις
παρεπομένας, ἐκ τῆς τῶν ὅπλων παρασκευῆς τεκμαιρομένων τὴν ἔκβασιν. Τοῦτο δὲ
οὐ μακράν ἐστι λογισμῶν ἀνθρωπίνων. Πῶς σοι τὰς φοβερὰς ἐπιστρατιὰς τῆς
ἀκρίδος διηγήσομαι, ἣ ὑφ' ἑνὶ συνθήματι πᾶσα ἀρθεῖσα καὶ στρατοπεδευσαμένη
κατὰ τὸ πλάτος τῆς χώρας, οὐ πρότερον ἅπτεται τῶν καρπῶν, πρὶν ἐνδοθῆναι
αὐτῇ τὸ θεῖον πρόσταγμα; Πῶς ἡ σελευκὶς ἐφέπεται ἴαμα τῆς πληγῆς, ἀπέραντον
ἔχουσα τοῦ ἐσθίειν τὴν δύναμιν, τοῦ φιλανθρώπου Θεοῦ ἀκόρεστον αὐτῆς τὴν
φύσιν ἐπ' εὐεργεσίᾳ τῶν ἀνθρώπων κατασκευάσαντος; Τίς ὁ τρόπος τῆς μελῳδίας
τοῦ τέττιγος; Καὶ πῶς ἐν τῇ μεσημβρίᾳ ἑαυτῶν εἰσιν ᾠδικώτεροι, τῇ ὁλκῇ τοῦ
ἀέρος, ἣν ἐν τῇ διαστολῇ ποιοῦνται τοῦ θώρακος, ἐκδιδομένου τοῦ φθόγγου;
Ἀλλὰ γὰρ ἔοικα πλεῖον ἀπολείπεσθαι τῷ λόγῳ τοῦ θαύματος τῶν πτηνῶν, ἢ εἰ
τοῖς ποσὶν αὐτῶν ἐπειρώμην ἐφικνεῖσθαι τοῦ τάχους. Ὅταν ἴδῃς τὰ ἔντομα
λεγόμενα τῶν πτηνῶν, οἷον μελίσσας καὶ σφῆκας (οὕτω γὰρ αὐτὰ προσειρήκασι
διὰ τὸ πανταχόθεν ἐντομάς τινας φαίνειν), ἐνθυμοῦ, ὅτι τούτοις ἀναπνοὴ οὐκ
ἔστιν, οὐδὲ πνεύμων, ἀλλ' ὅλα δι' ὅλων τρέφεται τῷ ἀέρι. Διόπερ καὶ ἐλαίῳ
καταβραχέντα φθείρεται, τῶν πόρων ἀποφραγέντων· ὄξους δὲ εὐθὺς ἐπιβληθέντος
πάλιν ἀναβιώσκεται, τῶν διεξόδων ἀνοιγομένων. Οὐδὲν περιττότερον τῆς χρείας,
οὔτε μὴν ἐλλεῖπόν τινι τῶν ἀναγκαίων ὁ Θεὸς ἡμῶν ἔκτισε. Πάλιν τὰ φίλυδρα
τῶν ζῴων καταμαθών, ἑτέραν ἐν αὐτοῖς κατασκευὴν εὑρήσεις· πόδας οὔτε
διεσχισμένους, ὡς τοὺς τῆς κορώνης, οὔτε ἀγκύλους, ὡς τοὺς τῶν σαρκοφάγων·
ἀλλὰ πλατεῖς καὶ ὑμενώδεις, ἵνα ῥᾳδίως ἐπινήχωνται τῷ ὕδατι, οἱονεὶ κώπαις
τισὶ τοῖς τῶν ποδῶν ὑμέσι τὸ ὑγρὸν διωθούμενοι. Ἐὰν δὲ καταμάθῃς, ὅπως εἰς
βάθος ὁ κύκνος καθιεὶς τὸν αὐχένα, κάτωθεν ἑαυτῷ τὴν τροφὴν ἀναφέρει, τότε
εὑρήσεις τὴν σοφίαν τοῦ κτίσαντος, ὅτι διὰ τοῦτο μακρότερον τῶν ποδῶν τὸν
αὐχένα προσέθηκεν, ἵνα ὥσπερ τινὰ ὁρμιὰν κατάγων, τὴν ἐν τῷ βάθει
κεκρυμμένην τροφὴν ἐκπορίζηται.
Ἁπλῶς ἀναγινωσκόμενα τὰ ῥήματα
τῆς Γραφῆς, συλλαβαί τινες εἰσι μικραί· Ἐξαγαγέτω τὰ ὕδατα πετεινὰ πετόμενα
ἐπὶ τῆς γῆς κατὰ τὸ στερέωμα τοῦ οὐρανοῦ· ἐρευνωμένης δὲ τῆς ἐν τοῖς ῥήμασι
διανοίας, τότε ἐκφαίνεται τὸ μέγα θαῦμα τῆς σοφίας τοῦ κτίσαντος. Πόσας
προείδετο διαφορὰς πτηνῶν; ὅπως αὐτὰ κατὰ γένος διέστησεν ἀπ' ἀλλήλων; πῶς
ἕκαστον κεχωρισμένοις ἐχαρακτήρισεν ἰδιώμασιν; Ἐπιλείπει με ἡ ἡμέρα, τὰ
ἐναέρια ὑμῖν θαύματα διηγούμενον. Καλεῖ ἡμᾶς ἡ χέρσος πρὸς τὴν τῶν θηρίων
καὶ ἑρπετῶν καὶ βοσκημάτων ἐπίδειξιν, ἑτοίμως ἔχουσα ὁμότιμα τοῖς φυτοῖς καὶ
τῷ πλωτῷ γένει καὶ τοῖς πτηνοῖς πᾶσιν ἀντεπιδείξασθαι. Ἐξαγαγέτω ἡ γῆ ψυχὴν
ζῶσαν κτηνῶν καὶ θηρίων καὶ ἑρπετῶν κατὰ γένος. Τί φατε, οἱ ἀπιστοῦντες τῷ
Παύλῳ περὶ τῆς κατὰ τὴν ἀνάστασιν ἀλλοιώσεως, ὁρῶντες πολλὰ τῶν ἀερίων τὰς
μορφὰς μεταβάλλοντα; Ὁποῖα καὶ περὶ τοῦ Ἰνδικοῦ σκώληκος ἱστορεῖται τοῦ
κερασφόρου· ὃς εἰς κάμπην τὰ πρῶτα μεταβαλών, εἶτα προϊὼν βομβυλιὸς γίνεται,
καὶ οὐδὲ ἐπὶ ταύτης ἵσταται τῆς μορφῆς, ἀλλὰ χαύνοις καὶ πλατέσι πετάλοις
ὑποπτεροῦται. Ὅταν οὖν καθέζησθε τὴν τούτων ἐργασίαν ἀναπηνιζόμεναι, αἱ
γυναῖκες, τὰ νήματα λέγω ἃ πέμπουσιν ὑμῖν οἱ Σῆρες πρὸς τὴν τῶν μαλακῶν
ἐνδυμάτων κατασκευήν, μεμνημέναι τῆς κατὰ τὸ ζῷον τοῦτο μεταβολῆς, ἐναργῆ
λαμβάνετε τῆς ἀναστάσεως ἔννοιαν, καὶ μὴ ἀπιστεῖτε τῇ ἀλλαγῇ ἣν Παῦλος ἅπασι
κατεπαγγέλλεται. Ἀλλὰ γὰρ αἰσθάνομαι τοῦ λόγου τὴν συμμετρίαν ἐκβαίνοντος.
Ὅταν μὲν οὖν ἀπίδω πρὸς τὸ πλῆθος τῶν εἰρημένων, ἔξω ἐμαυτὸν ὁρῶ τοῦ μέτρου
φερόμενον· ὅταν δὲ πάλιν πρὸς τὸ ποικίλον τῆς ἐν τοῖς δημιουργήμασι σοφίας
ἀποβλέψω, οὐδὲ ἦρχθαι νομίζω τῆς διηγήσεως. Ἅμα δὲ καὶ τὸ παρακατέχειν ὑμᾶς
ἐπὶ πλεῖον οὐκ ἄχρηστον. Τί γὰρ ἄν τις καὶ ποιοῖ τὸν μέχρι τῆς ἑσπέρας
χρόνον; Οὐκ ἐπείγουσιν ὑμᾶς οἱ ἑστιάτορες· οὐκ ἀναμένει ὑμᾶς τὰ συμπόσια.
Ὅθεν, εἰ δοκεῖ, τῇ σωματικῇ νηστείᾳ εἰς τὴν τῶν ψυχῶν εὐφροσύνην
ἀποχρησώμεθα. Πολλάκις ὑπηρετήσας τῇ σαρκὶ πρὸς ἀπόλαυσιν, σήμερον τῇ
διακονίᾳ παράμεινον τῆς ψυχῆς. Κατατρύφησον τοῦ Κυρίου, καὶ δώσει σοι τὰ
αἰτήματα τῆς καρδίας σου. Εἰ φιλόπλουτος εἶ, ἔχεις πλοῦτον πνευματικόν, Τὰ
κρίματα Κυρίου τὰ ἀληθινά, τὰ δεδικαιωμένα ἐπὶ τὸ αὐτό, τὰ ἐπιθυμητὰ ὑπὲρ
χρυσίον καὶ λίθον τίμιον πολύν. Εἰ ἀπολαυστικὸς καὶ φιλήδονος, ἔχεις τὰ
λόγια τοῦ Θεοῦ τῷ τὴν πνευματικὴν αἴσθησιν ἐρρωμένῳ Γλυκύτερα ὄντα ὑπὲρ μέλι
καὶ κηρίον. Ἐὰν ὑμᾶς διαφῶ, καὶ διαλύσω τὸν σύλλογον, οἱ μὲν ἐπὶ τοὺς κύβους
δραμοῦνται. Ὅρκοι ἐκεῖ, καὶ φιλονεικίαι χαλεπαὶ, καὶ φιλοχρηματίας ὠδῖνες.
Δαίμων παρέστηκε διὰ τῶν κατεστιγμένων ὀστέων τὴν μανίαν ἐξάπτων, καὶ τὰ
αὐτὰ χρήματα πρὸς ἑκάτερον μέρος μετατιθεὶς, νῦν τοῦτον ἐπαίρων τῇ νίκῃ,
κἀκείνῳ κατήφειαν ἐμποιῶν, πάλιν δὲ ἐκεῖνον γαυριῶντα δεικνύς, καὶ τοῦτον
κατῃσχυμμένον. Τί ὄφελος, νηστεύειν τῷ σώματι, τὴν δὲ ψυχὴν μυρίων κακῶν
ἐμπεπλῆσθαι; Ὁ μὴ κυβεύων, σχολὴν δὲ ἄλλως ἄγων, τί οὐ φθέγγεται τῶν ματαίων;
τί οὐκ ἀκούει τῶν ἀτόπων; Σχολὴ γὰρ, ἄνευ φόβου Θεοῦ, πονηρίας διδάσκαλος
τοῖς ἀκαιρουμένοις ἐστί. Τάχα μὲν οὖν τι καὶ ὄφελος ἐν τοῖς λεγομένοις
εὑρήσεται· εἰ δὲ μή, ἀλλὰ τό γε μὴ ἁμαρτάνειν ἐκ τῆς ἐνταῦθα ὑμῖν ἀσχολίας
περίεστιν. Ὥστε τὸ ἐπὶ πλέον κατέχειν, ἐπὶ πλέον ἐστὶν ὑμᾶς τῶν κακῶν
ὑπεξάγειν. Ἱκανὰ [καὶ] τὰ εἰρημένα εὐγνώμονι κριτῇ, ἐὰν μή τις πρὸς τὸν
πλοῦτον τῆς κτίσεως ἀποβλέπῃ, ἀλλὰ πρὸς τὸ τῆς ἡμετέρας δυνάμεως ἀσθενὲς,
καὶ πρὸς τὸ αὔταρκες εἰς εὐφροσύνην τῶν συνεληλυθότων. Ἡ γῆ ὑμᾶς ταῖς
οἰκείαις βλάσταις ἐδεξιώσατο· ἡ θάλασσα τοῖς ἰχθύσιν, ὁ ἀὴρ τοῖς πτηνοῖς.
Ἑτοίμη ἡ χέρσος, ὁμότιμα τούτοις ἀντεπιδείξασθαι. Ἀλλὰ τοῦτο μέτρον ἔστω τῆς
ἑωθινῆς ἑστιάσεως, ἵνα μὴ ὁ ὑπερβάλλων κόρος ἀμβλυτέρους ὑμᾶς πρὸς τὴν τῶν
ἑσπερινῶν ἀπόλαυσιν καταστήσῃ. Ὁ δὲ τὰ πάντα πληρώσας τῆς ἑαυτοῦ κτίσεως,
καὶ ἐν πᾶσιν ἡμῖν τῶν οἰκείων θαυμάτων ἐναργῆ τὰ ὑπομνήματα καταλιπών,
πληρώσαι ὑμῶν τὰς καρδίας πάσης εὐφροσύνης πνευματικῆς, ἐν Χριστῷ Ἰησοῦ τῷ
Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
|