Textes de l'Eglise Grecque en grec ancien

Hélène Kémiktsi
 
 
 


       
4 index textes Eglise
 

Ioannis Christostomos (Ιωάννης ο Χρυσόστομος)

Ἅγιος Ἰωάννης Χρυσόστομος - Λόγος εἰς τὸ Ἅγιον Πάσχα

αʹ. Εὔκαιρον σήμερον ἅπαντας ἡμᾶς ἀναβοῆσαι τὸ παρὰ τοῦ μακαρίου Δαυῒδ εἰρημένον· Τίς λαλήσει τὰς δυναστείας τοῦ Κυρίου, ἀκουστὰς ποιήσει πάσας τὰς αἰνέσεις αὐτοῦ; Ἰδοὺ γὰρ ἡμῖν παραγέγονεν ἡ ποθεινὴ καὶ σωτήριος ἑορτὴ, ἡ ἀναστάσιμος ἡμέρα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἡ τῆς εἰρήνης ὑπόθεσις, ἡ τῆς καταλλαγῆς ἀφορμὴ, ἡ τῶν πολέμων ἀναίρεσις, ἡ τοῦ θανάτου κατάλυσις, ἡ τοῦ διαβόλου ἧττα. Σήμερον ἄνθρωποι τοῖς ἀγγέλοις ἀνεμίγησαν, καὶ οἱ σῶμα περικείμενοι μετὰ τῶν ἀσωμάτων δυνάμεων λοιπὸν τὰς ὑμνῳδίας ἀναφέρουσι. Σήμερον καταλύεται τοῦ διαβόλου ἡ τυραννίς· σήμερον τὰ δεσμὰ τοῦ θανάτου ἐλύθη, τοῦ ᾅδου τὸ νῖκος ἠφάνισται· σήμερον εὔκαιρον πάλιν εἰπεῖν τὴν προφητικὴν ἐκείνην φωνήν· Ποῦ σου, θάνατε, τὸ κέντρον; ποῦ σου, ᾅδη, τὸ νῖκος; Σήμερον τὰς χαλκᾶς πύλας συνέθλασεν ὁ Δεσπότης ἡμῶν Χριστὸς, καὶ αὐτὸ τοῦ θανάτου τὸ πρόσωπον ἠφάνισε.

Τί δὲ λέγω τὸ πρόσωπον; Αὐτοῦ τὴν προσηγορίαν μετέβαλεν· οὐκ ἔτι γὰρ θάνατος λέγεται, ἀλλὰ κοίμησις καὶ ὕπνος· πρὸ μὲν γὰρ τῆς Χριστοῦ παρουσίας, καὶ τῆς τοῦ σταυροῦ οἰκονομίας, καὶ αὐτὸ τοῦ θανάτου τὸ ὄνομα φοβερὸν ἐτύγχανε. Καὶ γὰρ ὁ πρῶτος ἄνθρωπος γενόμενος ἀντὶ μεγάλου ἐπιτιμίου τοῦτο κατεδικάζετο ἀκούων· Ἧι δ᾿ ἂν ἡμέρᾳ φαγῇ, θανάτῳ ἀποθανῇ. Καὶ ὁ μακάριος δὲ Ἰὼβ τούτῳ τῷ ὀνόματι αὐτὸν προσηγόρευσε, λέγων· Θάνατος ἀνδρὶ ἀνάπαυσις. Καὶ ὁ προφήτης Δαυῒδ ἔλεγε· Θάνατος ἁμαρτωλῶν πονηρός. Οὐ μόνον δὲ θάνατος ἐκαλεῖτο ἡ διάλυσις τῆς ψυχῆς ἀπὸ τοῦ σώματος, ἀλλὰ καὶ ᾅδης. Ἄκουε γὰρ τοῦ μὲν πατριάρχου Ἰακὼβ λέγοντος· Κατάξετε τὸ γῆράς μου μετὰ λύπης εἰς ᾅδου· τοῦ δὲ προφήτου πάλιν· Ἔχανεν ὁ ᾅδης τὸ στόμα αὐτοῦ· καὶ πάλιν ἑτέρου προφήτου λέγοντος· Ῥύσεταί με ἐξ ᾅδου κατωτάτου· καὶ πολλαχοῦ εὑρήσεις ἐπὶ τῆς Παλαιᾶς θάνατον καὶ ᾅδην καλουμένην τὴν ἐντεῦθεν μετάστασιν. Ἐπειδὴ δὲ Χριστὸς ὁ Θεὸς ἡμῶν θυσία προσηνέχθη, καὶ τὰ τῆς ἀναστάσεως προεχώρησε, περιῆρε δὲ τὰς προσηγορίας αὐτὰς ὁ φιλάνθρωπος Δεσπότης, καὶ καινὴν καὶ ξένην πολιτείαν εἰς τὸν βίον εἰσήγαγε τὸν ἡμέτερον· ἀντὶ γὰρ θανάτου λοιπὸν κοίμησις καὶ ὕπνος λέγεται ἡ ἐντεῦθεν μετάστασις.

Καὶ πόθεν τοῦτο δῆλον; Ἄκουε αὐτοῦ τοῦ Χριστοῦ λέγοντος· Λάζαρος ὁ φίλος ἡμῶν κεκοίμηται, ἀλλὰ πορεύομαι ἐξυπνίσαι αὐτόν. Ὥσπερ γὰρ ἡμῖν εὔκολον τὸν καθεύδοντα διυπνίσαι καὶ διεγεῖραι, οὕτω καὶ τῷ κοινῷ πάντων ἡμῶν Δεσπότῃ τὸ ἀναστῆσαι. Καὶ ἐπειδὴ καινὸν ἦν καὶ ξένον τὸ παρ᾿ αὐτοῦ εἰρημένον, οὐδὲ οἱ μαθηταὶ συνῆκαν τὸ λεχθὲν, μέχρις ὅτου συγκαταβαίνων αὐτῶν τῇ ἀσθενείᾳ, φανερώτερον αὐτὸ εἴρηκε. Καὶ ὁ τῆς οἰκουμένης δὲ διδάσκαλος ὁ μακάριος Παῦλος, γράφων Θεσσαλονικεῦσί φησιν· Οὐ θέλω ὑμᾶς ἀγνοεῖν περὶ τῶν κεκοιμημένων, ἵνα μὴ λυπῆσθε, ὡς καὶ οἱ λοιποὶ οἱ μὴ ἔχοντες ἐλπίδα. Καὶ πάλιν ἀλλαχοῦ· Ἄρα οἱ κοιμηθέντες ἐν Χριστῷ, ἀπώλοντο. Καὶ πάλιν· Ἡμεῖς οἱ ζῶντες, οἱ περιλειπόμενοι, οὐ μὴ φθάσωμεν τοὺς κοιμηθέντας. Καὶ ἑτέρωθι πάλιν· Εἰ γὰρ πιστεύομεν, ὅτι Ἰησοῦς ἀπέθανε, καὶ ἀνέστη, οὕτω καὶ ὁ Θεὸς τοὺς κοιμηθέντας ἄξει σὺν αὐτῷ.

βʹ. Εἶδες πανταχοῦ λοιπὸν κοίμησιν καὶ ὕπνον τὸν θάνατον καλούμενον; καὶ τὸν πρὸ τούτου φοβερὸν ἔχοντα τὸ πρόσωπον, νῦν εὐκαταφρόνητον μετὰ τὴν ἀνάστασιν γινόμενον; Εἶδες λαμπρὸν τῆς ἀναστάσεως τὸ τρόπαιον; Διὰ ταύτην ἡμῖν τὰ μυρία ἀγαθὰ εἰσενήνεκται· διὰ ταύτην ἡ τῶν δαιμόνων ἀπάτη κατελύθη· διὰ ταύτην καταγελῶμεν θανάτου· διὰ ταύτην ὑπερορῶμεν τῆς παρούσης ζωῆς· διὰ ταύτην πρὸς τὴν τῶν μελλόντων ἐπιθυμίαν ἐπειγόμεθα· διὰ ταύτην, σῶμα περικείμενοι, οὑδὲν ἔλαττον τῶν ἀσωμάτων ἔχομεν, ἐὰν βουλώμεθα. Σήμερον ἡμῶν τὰ λαμπρὰ νικητήρια γέγονε· σήμερον ἡμῶν ὁ Δεσπότης τὸ κατὰ τοῦ θανάτου τρόπαιον στήσας, καὶ τοῦ διαβόλου τὴν τυραννίδα καταλύσας, τὴν διὰ τῆς ἀναστάσεως ὁδὸν εἰς σωτηρίαν ἐχαρίσατο. Πάντες τοίνυν χαίρωμεν, σκιρτῶμεν, ἀγαλλώμεθα. Εἰ γὰρ καὶ ὁ Δεσπότης ἡμῶν ἐνίκησε καὶ τὸ τρόπαιον ἔστησεν, ἀλλὰ κοινὴ καὶ ἡμῶν ἡ εὐφροσύνη καὶ ἡ χαρά. Διὰ γὰρ τὴν ἡμετέραν σωτηρίαν πάντα εἰργάσατο· καὶ δι᾿ ὧν ἡμᾶς κατεπάλαισεν ὁ διάβολος, διὰ τούτων αὐτοῦ περιεγένετο ὁ Χριστός.

Αὐτὰ τὰ ὅπλα ἔλαβε, καὶ τούτοις αὐτὸν κατηγωνίσατο· καὶ πῶς, ἄκουε. Παρθένος καὶ ξύλον καὶ θάνατος τῆς ἡμετέρας ἥττης γέγονε τὰ σύμβολα. Καὶ γὰρ παρθένος ἦν ἡ Εὔα· οὐδέπω γὰρ ἄνδρα ἐγίνωσκεν, ὅτε τὴν ἀγάπην ὑπέμεινε· ξύλον ἦν τὸ δένδρον· θάνατος τὸ ἐπιτίμιον τὸ κατὰ τοῦ Ἀδάμ. Εἶδες πῶς παρθένος καὶ ξύλον καὶ θάνατος γέγονεν ἡμῖν τῆς ἥττης τὰ σύμβολα; Ὅρα τοίνυν πῶς καὶ τῆς νίκης αὐτὰ πάλιν γέγονε παραίτια. Ἀντὶ τῆς Εὔας ἡ Μαρία· ἀντὶ τοῦ ξύλου τοῦ εἰδέναι γνωστὸν καλοῦ καὶ πονηροῦ, τὸ ξύλον τοῦ σταυροῦ· ἀντὶ τοῦ θανάτου τοῦ Ἀδὰμ, ὁ Δεσποτικὸς θάνατος. Εἶδες δι᾿ ὧν ἐνίκησε, διὰ τούτων αὐτὸν ἡττώμενον; Περὶ τὸ δένδρον κατηγωνίσατο τὸν Ἀδὰμ ὁ διάβολος· περὶ τὸν σταυρὸν κατεπάλαισε τὸν διάβολον ὁ Χριστός. Κἀκεῖνο μὲν τὸ ξύλον εἰς ᾅδην ἔπεμπε, τοῦτο δὲ τὸ ξύλον, τὸ τοῦ σταυροῦ, καὶ τοὺς ἀπελθόντας ἐκ τοῦ ᾅδου πάλιν ἀνεκαλεῖτο· κἀκεῖνο μὲν καθάπερ αἰχμάλωτον καὶ γυμνὸν ἔκρυπτε τὸν ἡττηθέντα, τοῦτο δὲ τὸν νικητὴν γυμνὸν προσηλωμένον ἐφ᾿ ὑψηλοῦ πᾶσιν ἐδείκνυ. Καὶ θάνατος ὁ μὲν καὶ τοὺς μετ᾿ αὐτὸν κατέκρινεν· ὁ δὲ καὶ τοὺς πρὸ αὐτοῦ ἀνέστησεν ἀληθῶς. Τίς λαλήσει τὰς δυναστείας τοῦ Κυρίου, ἀκουστὰς ποιήσει πάσας τὰς αἰνέσεις αὐτοῦ; Ἀπὸ θανάτου γεγόναμεν ἀθάνατοι, ἀπὸ πτώσεως ἀνέστημεν, ἀπὸ ἡττήματος κατέστημεν νικηταί.

γʹ. Ταῦτα τοῦ σταυροῦ τὰ κατορθώματα, ταῦτα τῆς ἀναστάσεως μεγίστη ἀπόδειξις. Σήμερον ἅγγελοι σκιρτῶσι, καὶ πᾶσαι αἱ οὐράνιαι δυνάμεις ἀγάλλονται, συνηδόμεναι ἐπὶ τῇ σωτηρίᾳ τοῦ κοινοῦ γένους τῶν ἀνθρώπων. Εἰ γὰρ ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι χαρὰ γίνεται ἐν οὐρανῷ καὶ ἐπὶ γῆς, πολλῷ μᾶλλον ἐπὶ τῇ σωτηρίᾳ τῆς οἰκουμένης. Σήμερον τὴν ἀνθρωπείαν φύσιν, τῆς τοῦ διαβόλου τυραννίδος ἐλευθερώσας, πρὸς τὴν προτέραν εὐγένειαν ἐπανήγαγεν. Ὅταν γὰρ ἴδω τὴν ἀπαρχὴν τὴν ἐμὴν οὕτω τοῦ θανάτου περιγεγενημένην, οὐκ ἔτι δέδοικα, οὐκ ἔτι φρίττω τὸν πόλεμον· οὐδὲ πρὸς τὴν ἀσθένειαν ὁρῶ τὴν ἐμαυτοῦ, ἀλλ᾿ ἐννοῶ τοῦ μέλλοντός μοι συμμαχεῖν τὴν ἄφατον δύναμιν. Ὁ γὰρ τῆς τοῦ θανάτου τυραννίδος περιγενόμενος, καὶ πᾶσαν αὐτοῦ τὴν ἰσχὺν ἀφελόμενος, τί λοιπὸν οὐκ ἐργάσεται περὶ τὸ ὁμογενὲς, καὶ οὗ τὴν μορφὴν ἀναλαβεῖν διὰ πολλὴν φιλανθρωπίαν κατηξίωσε, καὶ διὰ ταύτης τὴν πρὸς τὸν διάβολον πάλην ποιήσασθαι; Σήμερον χαρὰ πανταχοῦ τῆς οἰκουμένης καὶ εὐφροσύνη πνευματική. Σήμερον καὶ τῶν ἀγγέλων ὁ δῆμος καὶ πασῶν τῶν ἄνω δυνάμεων ὁ χορὸς διὰ τὴν τῶν ἀνθρώπων σωτηρίαν ἀγάλλονται.

Ἐννόησον τοίνυν, ἀγαπητὲ, χαρᾶς μέγεθος, ὅτι καὶ αἱ ἄνω δυνάμεις ἡμῖν συνεορτάζουσι· συγχαίρουσι γὰρ τοῖς ἡμετέροις ἀγαθοῖς. Καὶ γὰρ εἰ καὶ ἡμετέρα ἡ χάρις ἡ παρὰ τοῦ Δεσπότου, ἀλλὰ καὶ ἐκείνων ἡ ἡδονή. Διὰ τοῦτο οὐκ ἐπαισχύνονται ἡμῖν συνεορτάσαι. Καὶ τί λέγω, ὅτι οἱ σύνδουλοι ἡμῖν οὐκ ἐπαισχύνονται συνεορτάσαι; Αὐτὸς ὁ Δεσπότης αὐτῶν τε καὶ ἡμῶν οὐκ ἐπαισχύνεται ἡμῖν συνεορτάσαι. Τί δὲ εἶπον, οὐκ ἐπαισχύνεται; Καὶ ἐπιθυμεῖ συνεορτάσαι ἡμῖν. Πόθεν τοῦτο δῆλον; Ἄκουε αὐτοῦ λέγοντος· Ἐπιθυμίᾳ ἐπεθύμησα τοῦτο τὸ Πάσχα φαγεῖν μεθ᾿ ὑμῶν· εἰ δὲ τὸ Πάσχα ἐπεθύμησε φαγεῖν, καὶ συνεορτάσαι δηλονότι. Ὅταν οὖν ἴδῃς μὴ μόνον ἀγγέλους καὶ πάντων τῶν οὐρανίων δυνάμεων τὸν δῆμον, ἀλλὰ καὶ αὐτὸν τὸν Δεσπότην τῶν ἀγγέλων ἡμῖν συνεορτάζοντα, τί σοι λείπεται λοιπὸν εἰς εὐφροσύνης λόγον; Μηδεὶς τοίνυν ἔστω κατηφὴς σήμερον διὰ τὴν πενίαν· ἑορτὴ γάρ ἐστι πνευματική.

Μηδεὶς πλούσιος ἐπαιρέσθω διὰ τὸν πλοῦτον· οὐδὲ γὰρ ἀπὸ τῶν χρημάτων εἰσενεγκεῖν εἰς τὴν ἑορτὴν ταύτην δύναται. Ἐπὶ μὲν γὰρ τῶν ἔξωθεν ἑορτῶν, τῶν βιωτικῶν λέγω, ἔνθα πολλὴ ἡ φαντασία καὶ τῆς ἔξωθεν περιβολῆς, καὶ τῆς ἐν τῇ τραπέζῃ πολυτελείας, εἰκότως ἐκεῖ ὁ μὲν πένης ἐν ἀθυμίᾳ καὶ κατηφείᾳ ἔσται, ὁ δὲ πλούσιος ἐν ἡδονῇ καὶ φαιδρότητι. Τί δήποτε; Ὅτι ὁ μὲν λαμπρὰν ἐσθῆτα περιβάλλεται, καὶ πλουσιωτέραν παρατίθεται τὴν τράπεζαν· ὁ δὲ πένης ὑπὸ τῆς πενίας κωλύεται τὴν αὐτὴν φιλοτιμίαν ἐπιδείξασθαι. Ἐνταῦθα δὲ οὐδὲν τοιοῦτον, ἀλλὰ πᾶσα αὕτη ἡ ἀνωμαλία ἐκποδὼν, μία δὲ τράπεζα καὶ πλουσίῳ καὶ πένητι, καὶ δούλῳ καὶ ἐλευθέρῳ. Κἂν πλούσιος ᾖς, οὐδὲν πλεονάζεις τοῦ πένητος· κἂν πένης ᾖς, οὐδὲν ἔλαττον ἕξεις τοῦ πλουσίου, οὐδὲ διὰ τὴν πενίαν ἐλαττοῦταί σου τὰ τῆς εὐωχίας τῆς πνευματικῆς· θεία γάρ ἐστιν ἡ χάρις, καὶ οὐκ εἶδε προσώπων διαφοράν. Καὶ τί λέγω, πλουσίῳ καὶ πένητι ἡ αὐτὴ τράπεζα πρόκειται; Καὶ αὐτῷ τῷ τὸ διάδημα περικειμένῳ, καὶ τὴν ἁλουργίδα ἔχοντι, τῷ τὴν ἐξουσίαν τῆς οἰκουμένης ἀνῃρημένῳ, καὶ τῷ πτωχῷ τῷ πρὸς τὴν ἐλεημοσύνην καθημένῳ, μία τράπεζα πρόκειται.

Τοιαῦτα γὰρ τὰ δῶρα τὰ πνευματικά· οὐ τοῖς ἀξιώμασι διαιρεῖ τὴν κοινωνίαν, ἀλλὰ τῇ προαιρέσει καὶ τῇ γνώμῃ. Μετὰ τῆς αὐτῆς παῤῥησίας καὶ τιμῆς καὶ ὁ βασιλεὺς καὶ ὁ πτωχὸς πρὸς τὴν ἀπόλαυσιν καὶ κοινωνίαν τῶν θείων τούτων μυστηρίων ὁρμῶσι. Καὶ τί λέγω, μετὰ τῆς αὐτῆς τιμῆς; Πολλάκις ὁ πένης μετὰ πλείονος τῆς παῤῥησίας. Τί δήποτε; Ὅτι ὁ μὲν βασιλεὺς κυκλούμενος πραγμάτων φροντίσι, καὶ ὑπὸ πολλῶν περιστάσεων περιστοιχιζόμενος, ὥσπερ ἐν πελάγει τυγχάνων, οὕτω πανταχόθεν ὑπὸ τῶν ἐπαλλήλων κυμάτων περιῤῥαντίζεται, καὶ πολλὰ προστρίβεται τὰ ἁμαρτήματα· ὁ δὲ πένης, πάντων τούτων ἀπηλλαγμένος, καὶ ὑπὲρ τῆς ἀναγκαίας μόνης φροντίζων τροφῆς, καὶ τὸν ἀπράγμονα καὶ ἡσύχιον βίον μετιὼν, ὥσπερ ἐν λιμένι καὶ γαλήνῃ καθήμενος, μετὰ πολλῆς τῆς εὐλαβείας τῇ τραπέζῃ πρόσεισι.

δʹ. Καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ ἐξ ἑτέρων πολλῶν ἀθυμίαι διάφοροι τίκτονται τοῖς περὶ τὰς βιωτικὰς ἑορτὰς ἠσχολημένοις. Πάλιν γὰρ ἐκεῖ μὲν πένης ἐν κατηφείᾳ, ὁ δὲ πλούσιος ἐν φαιδρότητι, οὐ διὰ τὴν τράπεζαν μόνην, καὶ τὴν πολυτέλειαν, ἀλλὰ καὶ διὰ τὰ ἱμάτια τὰ φαιδρὰ, καὶ τῆς ἐσθῆτος τὴν φαντασίαν. Ὅπερ γοῦν ἐπὶ τῆς τραπέζης πάσχουσι, τοῦτο καὶ ἐπὶ τῶν ἱματίων ὑπομένουσιν. Ὅταν οὖν ἴδῃ τὸν πλούσιον ὁ πένης πολυτελεστέραν περιβεβλημένον στολὴν, ἐπλήγη τῇ ὀδύνῃ, ἐταλάνισεν ἑαυτὸν, μυρία ἐπηράσατο. Ἐνταῦθα δὲ καὶ αὐτὴ ἡ ἀθυμία ἀνῄρηται· ἓν γὰρ ἅπασίν ἐστιν ἱμάτιον τὸ ἔνδυμα τὸ σωτήριον· καὶ βοᾷ Παῦλος λέγων· Ὅσοι εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε.

Μὴ τοίνυν καταισχύνωμεν τὴν τοιαύτην ἑορτὴν, παρακαλῶ, ἀλλὰ ἄξιον φρόνημα τῶν δεδωρημένων ἡμῖν παρὰ τῆς τοῦ Χριστοῦ χάριτος ἀναλάβωμεν. Μὴ μέθῃ καὶ ἀδηφαγίᾳ ἑαυτοὺς ἐκδώσωμεν, ἀλλ᾿ ἐννοήσαντες τοῦ ἡμετέρου Δεσπότου τὴν φιλοτιμίαν, καὶ ὅτι καὶ πλουσίους καὶ πένητας ὁμοίως ἐτίμησε καὶ δούλους καὶ ἐλευθέρους, καὶ εἰς πάντας κοινὴν τὴν δωρεὰν ἐξέχεεν, ἀμειψώμεθα τὸν εὐεργέτην τῆς περὶ ἡμᾶς εὐνοίας· ἀμοιβὴ δὲ ἀρκοῦσα πολιτεία ἀρέσκουσα, καὶ ψυχὴ νήφουσα καὶ διεγηγερμένη. Αὕτη ἡ ἑορτὴ καὶ πανήγυρις οὐ χρημάτων δεῖται, οὐ δαπάνης, ἀλλὰ προαιρέσεως μόνης καὶ διανοίας καθαρᾶς. Οὐδὲν σωματικόν ἐστιν ἐντεῦθεν ὠνήσασθαι, ἀλλὰ πάντα πνευματικά· ἀκρόασιν θείων λογίων, εὐχὰς Πατέρων, εὐλογίας ἱερέων, τῶν θείων καὶ ἀποῤῥήτων μυστηρίων τὴν κοινωνίαν, εἰρήνην καὶ ὁμόνοιαν, καὶ πνευματικὰ δῶρα καὶ ἄξια τῆς τοῦ δωρουμένου φιλοτιμίας.

Ἑορτάσωμεν τοίνυν τὴν ἑορτὴν ταύτην ἐν ᾗ ἀνέστη ὁ Κύριος. Ἀνέστη γὰρ, καὶ τὴν οἰκουμένην ἑαυτῷ συνανέστησε. Καὶ αὐτὸς μὲν ἀνέστη, τὰ δεσμὰ τοῦ θανάτου διαῤῥήξας· ἡμᾶς δὲ ἀνέστησε, τὰς σειρὰς τῶν ἡμετέρων ἁμαρτιῶν διαλύσας. Ἥμαρτεν ὁ Ἀδὰμ, καὶ ἀπέθανεν· οὐχ ἥμαρτεν ὁ Χριστὸς, καὶ ἀπέθανε. Καινὸν καὶ παράδοξον· ἐκεῖνος ἥμαρτε, καὶ ἀπέθανεν· οὗτος οὐχ ἥμαρτε, καὶ ἀπέθανε. Τίνος ἕνεκεν, καὶ διὰ τί; Ἵνα ὁ ἁμαρτὼν καὶ ἀποθανὼν, διὰ τοῦ μὴ ἁμαρτόντος καὶ ἀποθανόντος δυνηθῇ τῶν θανάτου δεσμῶν ἐλευθερωθῆναι. Οὕτω πολλάκις καὶ ἐπὶ τῶν τὰ χρήματα ὀφειλόντων γίνεται· ὀφείλει τίς τινι ἀργύριον, καὶ οὐκ ἔχει καταβαλεῖν, καὶ διὰ τοῦτο κατέχεται· ἄλλος οὐκ ὀφείλων, δυνάμενος δὲ καταβαλεῖν, καταθεὶς ἀπέλυσε τὸν ὑπεύθυνον. Οὕτω καὶ ἐπὶ τοῦ Ἀδὰμ γέγονε, καὶ ἐπὶ τοῦ Χριστοῦ. Ὤφειλεν ὁ Ἀδὰμ τὸν θάνατον, καὶ κατείχετο ὑπὸ τοῦ διαβόλου· οὐκ ὤφειλεν ὁ Χριστὸς, οὐδὲ κατείχετο· ἦλθε δὲ καὶ κατέβαλε τὸν θάνατον ὑπὲρ τοῦ κατεχομένου, ἵνα ἐκεῖνον ἀπολύσῃ τῶν τοῦ θανάτου δεσμῶν. Εἶδες τῆς ἀναστάσεως τὰ κατορθώματα; εἶδες τοῦ Δεσπότου τὴν φιλανθρωπίαν; εἶδες μέγεθος κηδεμονίας;

Μὴ τοίνυν ἀγνώμονες γινώμεθα περὶ τὸν οὕτως εὐεργέτην, μηδὲ ἐπειδὴ ἡ νηστεία παρῆλθε, ῥᾳθυμότεροι καταστῶμεν· ἀλλὰ νῦν μᾶλλον ἢ πρότερον πλείονα τῆς ψυχῆς ποιώμεθα τὴν ἐπιμέλειαν, ἵνα μὴ τῆς σαρκὸς πιαινομένης, αὕτη ἀσθενεστέρα γένηται, ἵνα μὴ τῆς δούλης φροντίζοντες, τῆς δεσποίνης καταμελῶμεν. Τί γὰρ ὄφελος, εἰπέ μοι, ὑπὲρ τὴν χρείαν διαῤῥήγνυσθαι, καὶ τὴν συμμετρίαν ὑπερβαίνειν; Τοῦτο καὶ τὸ σῶμα λυμαίνεται, καὶ τῆς ψυχῆς τὴν εὐγένειαν προδίδωσιν. Ἀλλὰ τῆς αὐταρκείας καὶ τῆς χρείας γενώμεθα, ἵνα καὶ ψυχῇ καὶ σώματι τὸ προσῆκον ἀποπληρώσωμεν, ἵνα μὴ τὰ ἀπὸ τῆς νηστείας συλλεγέντα ἀθρόον ἅπαντα ἐκχέωμεν. Μὴ γὰρ κωλύω ἀπολαύειν τροφῆς καὶ ἀνίεσθαι; Οὐ κωλύω τοῦτο, ἀλλὰ παραινῶ τῆς χρείας γίνεσθαι, καὶ τὴν πολλὴν τρυφὴν ἐκκόπτειν, καὶ μὴ τὸ μέτρον ὑπερβαίνοντας, λυμαίνεσθαι τῆς ψυχῆς τὴν ὑγείαν. Οὐδὲ γὰρ ἡδονῆς λοιπὸν ἀπολαύσεται ὁ τοιοῦτος ὑπερβὰς τῆς χρείας τοὺς ὅρους· καὶ τοῦτο μάλιστα ἴσασιν ἀκριβῶς οἱ διὰ τῆς πείρας αὐτῆς ἐλθόντες· καὶ μυρία ἐντεῦθεν ἑαυτοῖς τεκόντες νοσημάτων εἴδη, καὶ πολλὴν τὴν ἀηδίαν ὑπομείναντες. Ἀλλ᾿ ὅτι μὲν πεισθήσεσθε ταῖς ἡμετέραις παραινέσεσιν οὐκ ἀμφιβάλλω· οἶδα γὰρ ὑμῶν τὸ πειθήνιον.

εʹ. Καὶ διὰ τοῦτο ἐνταῦθα τὴν περὶ τούτου στήσας παραίνεσιν, πρὸς τοὺς κατὰ τὴν νύκτα τὴν φωτοφόρον ταύτην καταξιωθέντας τῆς τοῦ θείου βαπτίσματος δωρεᾶς τρέψαι βούλομαι τὸν λόγον, τὰ καλὰ ταῦτα τῆς Ἐκκλησίας φυτὰ, τὰ ἄνθη τὰ πνευματικὰ, τοὺς νέους τοῦ Χριστοῦ στρατιώτας. Πρὸ τῆς χθὲς ὁ Δεσπότης ἐν σταυρῷ ἐτύγχανεν, ἀλλ᾿ ἀνέστη νῦν· οὕτω καὶ οὗτοι, πρὸ τῆς χθὲς ὑπὸ τῆς ἁμαρτίας κατείχοντο, ἀλλὰ νῦν συνανέστησαν τῷ Χριστῷ· ἐκεῖνος σώματι ἀπέθανε καὶ ἀνέστη, οὗτοι ἁμαρτίᾳ ἦσαν τεθνηκότες, καὶ ἀπὸ ἁμαρτίας ἀνέστησαν. Ἡ μὲν οὖν γῆ κατὰ τὸν καιρὸν τοῦτον τοῦ ἔαρος ῥόδα καὶ ἴα καὶ ἄλλα ἡμῖν ἐκδίδωσιν ἄνθη· τὰ μέντοι ὕδατα σήμερον τῆς γῆς τερπνότερον ἡμῖν λειμῶνα ἀνέδειξε.

Καὶ μὴ θαυμάσῃς, ἀγαπητὲ, εἰ ἀπὸ τῶν ὑδάτων λειμῶνες ἀνθῶν ἀνεδείχθησαν· οὐδὲ γὰρ ἐξ ἀρχῆς ἡ γῆ κατὰ τὴν οἰκείαν φύσιν τὴν βλάστην ἐξέδωκε τῶν βοτανῶν, ἀλλὰ τῷ ἐπιτάγματι εἴκουσα τοῦ Δεσπότου, Καὶ τὰ ὕδατα δὲ τότε ζῶα ἐξέδωκε κινούμενα, ἐπειδὴ ἤκουσεν· Ἐξαγαγέτω τὰ ὕδατα ἑρπετὰ ψυχῶν ζωσῶν· καὶ τὸ ἐπίταγμα ἔργον ἐγένετο· ἡ ἄψυχος οὐσία ἔμψυχα ζῶα ἐξέβαλεν. Οὕτω καὶ νῦν τὸ αὐτὸ ἐπίταγμα πάντα εἰργάσατο. Τότε εἶπεν· Ἐξαγαγέτω τὰ ὕδατα ἑρπετὰ ψυχῶν ζωσῶν· νῦν δὲ οὐχὶ ἑρπετὰ, ἀλλὰ πνευματικὰ χαρίσματα ἀνέδωκε. Τότε ἰχθύας ἀλόγους ἐξήγαγε τὰ ὕδατα· νῦν δὲ ἰχθύας λογικοὺς καὶ πνευματικοὺς ἡμῖν ἀπέτεκεν ὑπὸ τῶν ἀποστόλων ἁλιευθέντας. Δεῦτε γὰρ, φησὶν, ὀπίσω μου, καὶ ποιήσω ὑμᾶς ἁλιεῖς ἀνθρώπων. Καινὸς ὄντως τῆς ἁλείας ταύτης ὁ τρόπος. Οἱ γὰρ ἁλιεύοντες ἐκ τῶν ὑδάτων ἐκβάλλουσι τοὺς ἰχθύας, καὶ νεκροῦσι τὰ ἁλιευόμενα· ἡμεῖς δὲ εἰς τὰ ὕδατα ἐμβάλλομεν, καὶ ζωογονοῦνται οἱ ἁλιευόμενοι.

Ἦν μέν ποτε καὶ ἐπὶ τῶν Ἰουδαίων κολυμβήθρα ὕδατος· ἀλλὰ μάθε τί ἴσχυσεν, ἵνα γνῷς ἀκριβῶς τὴν πτωχείαν τὴν Ἰουδαϊκὴν, καὶ εἰδέναι ἔχῃς τὸν πλοῦτον τὸν ἡμέτερον. Κατήρχετο ἐκεῖ, φησὶν, ἄγγελος, καὶ ἐτάρασσε τὸ ὕδωρ, καὶ ὁ πρῶτος καταβαίνων μετὰ τὴν ταραχὴν ἀπήλαυε τῆς θεραπείας. Κατῆλθεν ὁ τῶν ἀγγέλων Δεσπότης εἰς τὰ Ἰορδάνεια ῥεῖθρα, καὶ ἁγιάσας τῶν ὑδάτων τὴν φύσιν πᾶσαν τὴν οἰκουμένην ἐθεράπευσε. Διὰ τοῦτο ἐκεῖ μὲν μετὰ τὸν πρῶτον ὁ καταβὰς οὐκ ἔτι ἐθεραπεύετο· Ἰουδαίοις γὰρ ἐδίδοτο ἡ χάρις τοῖς ἀσθενοῦσι, τοῖς χαμαὶ συρομένοις· ἐνταῦθα δὲ μετὰ τὸν πρῶτον ὁ δεύτερος κάτεισι, μετὰ τὸν δεύτερον ὁ τρίτος καὶ τέταρτος· κἂν μυρίους εἴπῃς, κἂν τὴν οἰκουμένην ἅπασαν ἐμβάλῃς εἰς τὰ νάματα ταῦτα τὰ πνευματικὰ, οὐκ ἀναλίσκεται ἡ χάρις, οὐ δαπανᾶται ἡ δωρεὰ, οὐ ῥυποῦται τὰ νάματα, οὐκ ἐλαττοῦται ἡ φιλοτιμία.

Εἶδες μέγεθος δωρεᾶς; Ἀκούετε οἱ σήμερον καὶ κατὰ τὴν νύκτα ταύτην εἰς τὴν ἄνω Ἱερουσαλὴμ πολιτογραφηθέντες, καὶ ἀξίαν τοῦ μεγέθους τῶν δωρεῶν τὴν φυλακὴν ἐπιδείξασθε, ἵνα καὶ δαψιλεστέραν τὴν χάριν ἐπισπάσησθε· ἡ γὰρ ἐπὶ τοῖς ἤδη ὑπηργμένοις εὐγνωμοσύνη τὴν φιλοτιμίαν ἐκκαλεῖται τοῦ Δεσπότου. Οὐκ ἔξεστί σοι, ἀγαπητὲ, λοιπὸν ἀδιαφόρως ζῇν· ἀλλὰ θὲς σαυτῷ νόμους καὶ κανόνας, ὥστε μετὰ ἀκριβείας ἅπαντα διαπράττεσθαι, καὶ πολλὴν τὴν φυλακὴν καὶ περὶ τὰ ἀδιάφορα νομιζόμενα εἶναι ἐπιδείκνυσθαι. Ἀγὼν γάρ ἐστι καὶ πάλη πᾶς ὁ παρὼν βίος, καὶ τοὺς ἐν τῷ σταδίῳ τούτῳ τῆς ἀρετῆς ἅπαξ εἰσελθόντας προσήκει πάντα ἐγκρατεύεσθαι· Πᾶς γὰρ ὁ ἀγωνιζόμενος πάντα ἐγκρατεύεται. Οὐχ ὁρᾷς ἐν τοῖς γυμνικοῖς ἀγῶσιν ὅπως πολλὴν ποιοῦνται τὴν ἑαυτῶν ἐπιμέλειαν οἱ πρὸς ἀνθρώπους τὴν πάλην ἀναδεχόμενοι, καὶ μετὰ πόσης ἐγκρατείας τὴν τοῦ σώματος ἄσκησιν ἐπιδείκνυνται; Οὕτω δὴ ἐνταῦθα. Ἐπειδὴ οὐ πρὸς ἀνθρώπους ἡμῖν ἐστιν ἡ πάλη, ἀλλὰ πρὸς τὰ πνευματικὰ τῆς πονηρίας, καὶ ἡ ἄσκησις ἡμῶν καὶ ἡ ἐγκράτεια πνευματικὴ ἔστω· ἐπειδὴ καὶ τὰ ὅπλα ἡμῶν, ἅπερ ἡμᾶς ἐνέδυσεν ὁ Δεσπότης, πνευματικὰ τυγχάνει.

Ἐχέτω τοίνυν καὶ ὀφθαλμὸς ὅρους καὶ κανόνας, ὥστε μὴ ἁπλῶς ἐπιπηδᾷν πᾶσι τοῖς προσπίπτουσι· καὶ ἡ γλῶσσα τειχίον ἐχέτω, ὥστε μὴ προτρέχειν τῆς διανοίας. Διὰ γὰρ τοῦτο καὶ οἱ ὀδόντες καὶ τὰ χείλη πρὸς τὴν τῆς γλώττης ἀσφάλειαν δεδημιούργηται, ἵνα μηδέποτε ἁπλῶς ἀναπετάσασα τὰς θύρας ἡ γλῶσσα ἐξίῃ, ἀλλ᾿ ἐπειδὰν καλῶς τὰ καθ᾿ ἑαυτὴν διαθῇ, τότε μετὰ πάσης εὐκοσμίας προΐῃ, καὶ τοιαῦτα προφέρῃ ῥήματα, ἵνα δῷ χάριν τοῖς ἀκούουσι, κἀκεῖνα φθέγγηται, ἃ πρὸς οἰκοδομὴν συντείνει τῶν ἀκουόντων. Καὶ τὸν ἄτακτον δὲ γέλωτα πάντη ἐκκλίνειν δεῖ, καὶ τὸ βάδισμα ἤρεμον ἔχειν καὶ ἡσύχιον, καὶ τὴν στολὴν κατεσταλμένην, καὶ διὰ πάντων ἁπαξαπλῶς ῥυθμίζεσθαι προσήκει τὸν ἀπογραψάμενον εἰς τὸ τῆς ἀρετῆς στάδιον· ἡ γὰρ τῶν μελῶν τῶν ἔξωθεν εὐταξία εἰκών τίς ἐστι τῆς ἐν τῇ ψυχῇ καταστάσεως.

Ϛʹ. Ἐὰν εἰς τοιαύτην συνήθειαν ἐκ προοιμίων ἑαυτοὺς καταστήσωμεν, ὁδῷ βαδίζοντες λοιπὸν μετ᾿ εὐκολίας, τὴν ἀρετὴν ἅπασαν διανύσομεν, καὶ οὐδὲ πολλοῦ πόνου δεησόμεθα, καὶ πολλὴν ἐπισπασόμεθα τὴν ἄνωθεν ῥοπήν. Οὕτω γὰρ δυνησόμεθα καὶ τὰ κύματα τοῦ παρόντος βίου μετὰ ἀσφαλείας διαδραμεῖν, καὶ τῶν τοῦ διαβόλου παγίδων ἀνώτεροι καταστάντες, τῶν αἰωνίων ἀγαθῶν ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ᾿ οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

 

 

 



:Accueil :Présentation :Plan du site :Nouveautés :Contact : Hélène

 _____________________________________________________________________________
Copyright © 2008. All rights Reserved. Projethomere.com