|
|
Ioannis
Christostomos
(Ιωάννης
ο Χρυσόστομος)
Τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Ἰωάννου τοῦ
Χρυσοστόμου
Ἐγκώμιον εἰς τὸν Ἅγιον Ἀπόστολον Παῦλον
Λόγος β´
Τί ποτέ ἐστιν ἄνθρωπος, καὶ ὅση τῆς φύσεως τῆς
ἡμετέρας ἡ εὐγένεια, καὶ ὅσης ἐστὶ δεκτικὸν ἀρετῆς τουτὶ τὸ ζῶον, ἔδειξε
μάλιστα πάντων ἀνθρώπων Παῦλος· καὶ νῦν ἕστηκεν, ἐξ οὗ γέγονε, λαμπρᾷ τῇ
φωνῇ πρὸς ἅπαντας τοὺς ἐγκαλοῦντας ἡμῶν τῇ κατασκευῇ ἀπολογούμενος ὑπὲρ τοῦ
Δεσπότου, καὶ προτρέπων ἐπ᾿ ἀρετῇ, καὶ τὰ ἀναίσχυντα τῶν βλασφήμων ἐμφράττων
στόματα, καὶ δεικνὺς ὅτι ἀγγέλων καὶ ἀνθρώπων οὐ πολὺ τὸ μέσον, ἐὰν ἐθέλωμεν
προσέχειν ἑαυτοῖς. Οὐ γὰρ ἄλλην φύσιν λαχών, οὐδὲ ἑτέρας κοινωνήσας ψυχῆς,
οὐδὲ ἄλλον οἰκήσας κόσμον, ἀλλ᾿ ἐν τῇ αὐτῇ γῇ καὶ χώρᾳ καὶ νόμοις καὶ ἔθεσι
τραφείς, πάντας ἀνθρώπους ὑπερηκόντισε τοὺς ἐξ οὗ γεγόνασιν ἄνθρωποι
γενομένους. Ποῦ τοίνυν οἱ λέγοντες ὅτι δύσκολον ἡ ἀρετή, καὶ εὔκολον ἡ
κακία; Οὗτος γὰρ ἀντιφθέγγεται τούτοις, λέγων· Τὸ παραυτίκα ἐλαφρὸν τῆς
θλίψεως καθ᾿ ὑπερβολὴν εἰς ὑπερβολὴν αἰώνιον βάρος δόξης κατεργάζεται. Εἰ δὲ
αἱ τοιαῦται θλίψεις ἐλαφραί, πολλῷ μᾶλλον αἱ οἴκοθεν ἡδοναί.
Καὶ οὐ τοῦτο μόνον ἐστὶν αὐτοῦ τὸ θαυμαστόν, ὅτι
περιουσίᾳ τῆς προθυμίας οὐδὲ ᾐσθάνετο τῶν πόνων τῶν ὑπὲρ τῆς ἀρετῆς, ἀλλ᾿
ὅτι οὐδὲ ἐπὶ μισθῷ ταύτην μετῄει. Ἡμεῖς μὲν γὰρ οὐδὲ μισθῶν προκειμένων
ἀνεχόμεθα τῶν ὑπὲρ αὐτῆς ἱδρώτων· ἐκεῖνος δὲ καὶ χωρὶς τῶν ἐπάθλων αὐτὴν
ἠσπάζετο καὶ ἐφίλει, καὶ τὰ δοκοῦντα αὐτῆς εἶναι κωλύματα μετὰ πάσης
ὑπερήλατο τῆς εὐκολίας· καὶ οὔτε σώματος ἀσθένειαν, οὐ πραγμάτων περίστασιν,
οὐ φύσεως τυραννίδα, οὐκ ἄλλο οὐδὲν ᾐτιάσατο. Καίτοι καὶ στρατηγῶν καὶ
βασιλέων ἁπάντων τῶν ὄντων ἐπὶ γῆς μείζονα φροντίδα ἐγχειρισθείς, ἀλλ᾿ ὅμως
καθ᾿ ἑκάστην ἤκμαζε τὴν ἡμέραν. Καὶ τῶν κινδύνων ἐπιτεινομένων αὐτῷ, νεαρὰν
ἐκέκτητο τὴν προθυμίαν, καὶ τοῦτο δηλῶν ἔλεγε· Τῶν μὲν ὀπίσω ἐπιλανθανόμενος,
τοῖς δὲ ἔμπροσθεν ἐπεκτεινόμενος· καὶ θανάτου προσδοκωμένου, εἰς κοινωνίαν
τῆς ἡδονῆς ταύτης ἐκάλει λέγων· Χαίρετε καὶ συγχαίρετέ μοι· καὶ κινδύνων
ἐπικειμένων καὶ ὕβρεων, καὶ ἀτιμίας ἁπάσης, ἐσκίρτα πάλιν, καὶ Κορινθίοις
ἐπιστέλλων ἔλεγε· Διὸ καὶ εὐδοκῶ ἐν ἀσθενείαις, ἐν ὕβρεσιν, ἐν διωγμοῖς· Καὶ
ὅπλα δὲ αὐτὰ δικαιοσύνης ἐκάλεσε, δεικνὺς ὅτι καὶ ἐντεῦθεν τὰ μέγιστα
ἐκαρποῦτο, καὶ τοῖς ἐχθροῖς πάντοθεν ἀχείρωτος ἦν· καὶ πανταχοῦ
μαστιζόμενος, ὑβριζόμενος, λοιδορούμενος, ὥσπερ ἐν θριάμβοις ἐμπομπεύων, καὶ
τὰ τρόπαια συνεχῆ πανταχοῦ γῆς ἱστάς, οὕτως ἐκαλλωπίζετο, καὶ χάριν ὡμολόγει
τῷ Θεῷ λέγων· Χάρις δὲ τῷ Θεῷ τῷ πάντοτε θριαμβεύοντι ἡμᾶς.
Καὶ τὴν ἀσχημοσύνην καὶ τὴν ὕβριν τὴν διὰ τὸ
κήρυγμα μᾶλλον, ἢ ἡμεῖς τὴν τιμὴν ἐδίωκε, καὶ τὸν θάνατον, ἢ ἡμεῖς τὴν ζωήν,
καὶ τὴν πενίαν, ἢ τὸν πλοῦτον ἡμεῖς, καὶ τοὺς πόνους μᾶλλον, ἢ τὰς ἀνέσεις
ἕτεροι, καὶ οὐχ ἁπλῶς μᾶλλον, ἀλλὰ πολλῷ μᾶλλον, καὶ τὸ λυπεῖσθαι πλέον, ἢ
τὸ χαίρειν ἕτεροι, τὸ ὑπερεύχεσθαι τῶν ἐχθρῶν μᾶλλον, ἢ τὸ κατεύχεσθαι
ἕτεροι. Καὶ ἀντέστρεψε τῶν πραγμάτων τὴν τάξιν, μᾶλλον δὲ ἡμεῖς
ἀντεστρέψαμεν, ἐκεῖνος δέ, ὥσπερ ὁ Θεὸς ἐνομοθέτησεν, οὕτως αὐτὴν ἐφύλαττε.
Ταῦτα μὲν γὰρ κατὰ φύσιν ἅπαντα, ἐκεῖνα δὲ τοὐναντίον. Τίς τούτων ἀπόδειξις;
Παῦλος, ἄνθρωπος ὤν, καὶ τούτοις ἐπιτρέχων μᾶλλον ἢ ἐκείνοις. Ἓν τούτῳ
φοβερὸν ἦν μόνον καὶ φευκτόν, τὸ προσκροῦσαι Θεῷ, ἕτερον δὲ οὐδέν· ὥσπερ οὖν
οὐδὲ ποθεινὸν ἄλλο τι, ὡς τὸ ἀρέσαι Θεῷ· καὶ οὐ λέγω τῶν παρόντων οὐδέν,
ἀλλ᾿ οὐδὲ τῶν μελλόντων. Μὴ γάρ μοι πόλεις εἴπῃς καὶ ἔθνη καὶ βασιλεῖς καὶ
στρατόπεδα καὶ ὅπλα καὶ χρήματα καὶ σατραπείας καὶ δυναστείας· οὐδὲ γὰρ
ἀράχνην ταῦτα εἶναι ἐνόμισεν· ἀλλ᾿ αὐτὰ τὰ ἐν τοῖς οὐρανοῖς τίθει, καὶ τότε
αὐτοῦ ὄψει τὸν σφοδρὸν ἔρωτα τὸν πρὸς τὸν Χριστόν. Οὗτος γὰρ πρὸς ἐκεῖνο τὸ
φίλτρον, οὐκ ἀγγέλων ἀξίαν ἐθαύμασεν, οὐκ ἀρχαγγέλων, οὐκ ἄλλο τοιοῦτον
οὐδέν.
Τὸ γὰρ ἁπάντων μεῖζον εἶχεν ἐν ἑαυτῷ, τὸν τοῦ
Χριστοῦ ἔρωτα· μετὰ τούτου πάντων ἑαυτὸν μακαριώτερον εἶναι ἐνόμισε. Καὶ
τούτου χωρίς, οὐδὲ τῶν κυριοτήτων καὶ τῶν ἀρχῶν καὶ τῶν ἐξουσιῶν γενέσθαι
ηὔχετο, ἀλλὰ μετὰ τῆς ἀγάπης ταύτης ἐν ἐσχάτοις εἶναι ἐβούλετο μᾶλλον καὶ
τῶν κολαζομένων, ἢ ταύτης χωρίς, τῶν ἄκρων καὶ τῶν τιμωμένων. Κόλασις γὰρ
ἐκείνῳ μία, τὸ τῆς ἀγάπης ταύτης ἀποτυχεῖν. Τοῦτο αὐτῷ γέεννα, τοῦτο
τιμωρία, τοῦτο μυρία κακά, ὥσπερ καὶ ἀπόλαυσις, τὸ ταύτης ἐπιτυχεῖν· τοῦτο
ζωή, τοῦτο κόσμος, τοῦτο ἄγγελος, τοῦτο παρόντα, τοῦτο μέλλοντα, τοῦτο
βασιλεία, τοῦτο ἐπαγγελία, τοῦτο τὰ μυρία ἀγαθά. Ἕτερον δὲ οὐδὲν τῶν μὴ
φερόντων ἐνταῦθα, οὔτε λυπηρόν, οὔτε ἡδὺ εἶναι ἐνόμιζεν· ἀλλ᾿ οὕτω
κατεφρόνει τῶν ὁρωμένων πάντων, ὡς τῆς κατασηπομένης βοτάνης. Τύραννοι δὲ
αὐτῷ, καὶ δῆμοι θυμοῦ πνέοντες, κώνωπες εἶναι ἐδόκουν· θάνατος δὲ αὐτῷ καὶ
τιμωρίαι καὶ μυρίαι κολάσεις, παίδων ἀθύρματα· πλὴν εἴ ποτε διὰ τὸν Χριστὸν
ὑπέμενε.
Τότε γὰρ καὶ ταῦτα ἠσπάζετο, καὶ εἰς τὴν ἅλυσιν
οὕτως ἐκαλλωπίζετο, ὡς οὐδὲ τὸ διάδημα Νέρων ἐπὶ τῆς κεφαλῆς ἔχων· καὶ τὸ
δεσμωτήριον δὲ ᾤκει, ὡς αὐτὸν τὸν οὐρανόν, καὶ τραύματα καὶ μάστιγας ἐδέχετο
ἥδιον τούτων τῶν τὰ βραβεῖα ἁρπαζόντων· καὶ τοὺς πόνους ἐφίλει τῶν ἐπάθλων
οὐχ ἧττον, ἔπαθλον τοὺς πόνους εἶναι νομίζων· διὰ τοῦτο καὶ χάριν αὐτοὺς
ἐκάλει.
Σκόπει δέ. Ἔπαθλον ἦν, τὸ ἀναλῦσαι καὶ σὺν Χριστῷ
εἶναι, τὸ δὲ ἐπιμεῖναι τῇ σαρκί, ὁ ἀγὼν οὗτος· ἀλλ᾿ ὅμως τοῦτο μᾶλλον
αἱρεῖται ἐκείνου, καὶ ἀναγκαιότερον αὐτῷ εἶναί φησι· τὸ ἀνάθεμα ἀπὸ Χριστοῦ
γενέσθαι, ἀγὼν ἦν καὶ πόνος, μᾶλλον δὲ καὶ ὑπὲρ ἀγῶνα καὶ πόνον· τὸ εἶναι
μετ᾿ αὐτοῦ, ἔπαθλον. Ἀλλὰ τοῦτο μᾶλλον αἱρεῖται ἐκείνου διὰ τὸν Χριστόν.
Ἀλλ᾿ ἴσως εἴποι τις ἂν ὅτι πάντα ταῦτα διὰ τὸν
Χριστὸν ἡδέα αὐτῷ ἦν. Τοῦτο γὰρ καὶ ἐγώ φημι, ὅτι ἅπερ ἀθυμίας ἡμῖν αἴτια,
ταῦτα ἐκείνῳ μεγάλην ἔτικτεν ἡδονήν. Καὶ τί λέγω κινδύνους καὶ τὰς ἄλλας
ταλαιπωρίας; Καὶ γὰρ ἐν ἀθυμίᾳ διηνεκεῖ ἦν· διὸ καὶ ἔλεγε· Τίς ἀσθενεῖ, καὶ
οὐκ ἀσθενῶ; τίς σκανδαλίζεται, καὶ οὐκ ἐγὼ πυροῦμαι; Πλὴν εἰ καὶ τὴν ἀθυμίαν
ἡδονὴν ἔχειν εἴποι τις ἄν. Πολλοὶ γὰρ καὶ τῶν τέκνα ἀποβαλόντων,
συγχωρούμενοι μὲν θρηνεῖν, παραμυθίαν λαμβάνουσι· κωλυόμενοι δέ, ἀλγοῦσι·
καθάπερ οὖν καὶ ὁ Παῦλος, νυκτὸς καὶ ἡμέρας δακρύων, παραμυθίαν ἐλάμβανεν·
οὐδεὶς γὰρ οὕτω τὰ οἰκεῖα ἐπένθησε κακά, ὡς τὰ ἀλλότρια ἐκεῖνος. Πῶς γὰρ
οἴει διακεῖσθαι αὐτὸν Ἰουδαίων οὐ σωζομένων, ἵνα σωθῶσιν, εὐχόμενον ἐκπεσεῖν
τῆς ἄνωθεν δόξης; Ὅθεν δῆλον ὅτι τὸ μὴ σώζεσθαι αὐτοὺς πολλῷ χαλεπώτερον ἦν.
Εἰ γὰρ μὴ χαλεπώτερον, οὐκ ἂν ηὔξατο ἐκεῖνο· ὡς γὰρ κουφότερον εἵλετο, καὶ
μᾶλλον ἔχον παραμυθίαν· καὶ οὐχ ἁπλῶς ἐβούλετο, ἀλλὰ καὶ ἐβόα λέγων· Ὅτι
λύπη μοί ἐστι, καὶ ὀδύνη τῇ καρδίᾳ μου.
Τὸν οὖν καθ᾿ ἑκάστην, ὡς εἰπεῖν, <ὑπὲρ> τῶν τὴν
οἰκουμένην οἰκούντων ἀλγοῦντα, καὶ ὑπὲρ ἁπάντων κοινῇ, καὶ ἐθνῶν, καὶ
πόλεων, καὶ ὑπὲρ ἑνὸς ἑκάστου, τίνι ἄν τις δυνηθείη παραβαλεῖν; ποίῳ σιδήρῳ;
ποίῳ ἀδάμαντι; Τί ἄν τις ἐκείνην καλέσειε τὴν ψυχήν; χρυσῆν, ἢ ἀδαμαντίνην;
καὶ γὰρ ἀδάμαντος ἦν παντὸς στερροτέρα, καὶ χρυσοῦ καὶ λίθων τιμίων
τιμιωτέρα· κἀκείνης μὲν οὖν τῆς ὕλης τὴν εὐτονίαν παρελάσει, ταύτης δὲ τὴν
πολυτέλειαν. Τίνι ἂν οὖν τις αὐτὴν παραβάλοι; Τῶν μὲν οὐσῶν οὐδεμιᾷ. Εἰ δὲ
χρυσὸς ἀδάμας γένοιτο, καὶ ἀδάμας χρυσός, τότε ὁπωσοῦν αὐτῶν τεύξεται τῆς
εἰκόνος.
Ἀλλὰ τί μοι δεῖ παραβάλλειν ἀδάμαντι καὶ χρυσῷ; Τὸν
κόσμον ἀντίθες ἅπαντα, καὶ τότε ὄψει καθέλκουσαν τοῦ Παύλου τὴν ψυχήν. Εἰ
γὰρ περὶ τῶν ἐν μηλωταῖς καὶ σπηλαίοις καὶ ἐν μικρῷ μέρει τῆς οἰκουμένης
διαπρεψάντων τοῦτό φησιν ἐκεῖνος, πολλῷ μᾶλλον περὶ αὐτοῦ ἂν εἴποιμεν ἡμεῖς,
ὡς ὅτι πάντων ἀντάξιος ἦν. Εἰ τοίνυν ὁ κόσμος αὐτοῦ οὐκ ἄξιος, τίς ἄξιος;
τάχα ὁ οὐρανός; Ἀλλὰ καὶ τοῦτο σμικρόν. Εἰ γὰρ αὐτὸς <οὐρανοῦ> μετὰ τῶν ἐν
τοῖς οὐρανοῖς προετίμησε τοῦ Δεσπότου τὴν ἀγάπην, πολλῷ μᾶλλον ὁ Δεσπότης ὁ
τοσοῦτον αὐτοῦ ἀγαθώτερος, ὅσον πονηρίας ἀγαθότης, μυρίων αὐτὸν οὐρανῶν
προτιμήσει. Οὐ γὰρ ὁμοίως ἡμᾶς φιλεῖ, καθάπερ ἡμεῖς αὐτόν, ἀλλὰ τοσούτῳ
πλέον, ὅσον οὐδὲ λόγῳ παραστῆσαι ἔνι.
Σκόπει γοῦν ἡλίκων αὐτὸν καὶ πρὸ τῆς μελλούσης
ἠξίωσεν ἀναστάσεως. Εἰς παράδεισον ἥρπασεν, εἰς τρίτον ἀνήγαγεν οὐρανόν,
ἀπορρήτων ἐποίησε κοινωνὸν τοιούτων, ἃ μηδενὶ τῶν τὴν ἀνθρωπίνην λαχόντων
φύσιν θέμις εἰπεῖν. Καὶ μάλα εἰκότως· καὶ γὰρ ἐν γῇ βαδίζων, ὡς μετὰ ἀγγέλων
περιπολῶν, οὕτως ἔπραττεν ἅπαντα· καὶ σώματι θνητῷ συνδεδεμένος, τὴν ἐκείνων
καθαρότητα ἐπεδείκνυτο, καὶ ἀνάγκαις τοσαύταις ὑποκείμενος, ἐφιλονείκει τῶν
ἄνω δυνάμεων μηδὲν ἔλαττον φανῆναι. Καὶ γὰρ ὡς πτηνὸς τὴν οἰκουμένην
διέδραμε, καὶ ὡς ἀσώματος πόνων ὑπερεώρα καὶ κινδύνων, καὶ ὡς τὸν οὐρανὸν
ἤδη λαχὼν, κατεφρόνει τῶν ἐπὶ γῆς, καὶ ὡς μετ᾿ αὐτῶν ἀναστρεφόμενος τῶν
ἀσωμάτων δυνάμεων, οὕτω διηνεκῶς ἐγρηγορὼς ἦν.
Καίτοι γε ἄγγελοι πολλάκις ἐνεχειρίσθησαν ἔθνη
διάφορα· ἀλλ᾿ οὐδὲ εἷς αὐτῶν τὸ ἔθνος, ὃ ἐνεπιστεύθη, οὕτως ᾠκονόμησεν, ὡς
Παῦλος τὴν οἰκουμένην ἅπασαν. Καὶ μή μοι λέγε ὅτι Παῦλος οὐκ ἦν ὁ ταῦτα
οἰκονομῶν· καὶ γὰρ καὶ αὐτὸς ὁμολογῶ. Εἰ γὰρ καὶ μὴ αὐτὸς ἦν ὁ ταῦτα ἀνύων,
ἀλλ᾿ οὐδὲ οὕτως ἐκτὸς ἦν τῶν ἐπὶ τούτοις ἐπαίνων, ἐπειδὴ ἑαυτὸν οὕτω
κατεσκεύασεν ἄξιον τῆς τοσαύτης χάριτος. Ὁ Μιχαὴλ τὸ τῶν Ἰουδαίων ἔθνος
ἐνεχειρίσθη. Παῦλος δὲ γῆν καὶ θάλατταν, καὶ τὴν οἰκουμένην, καὶ τὴν
ἀοίκητον.
Καὶ ταῦτα οὐκ ἀγγέλους ὑβρίζων λέγω, μὴ γένοιτο,
ἀλλὰ δεικνὺς ὅτι δυνατὸν ἄνθρωπον ὄντα μετ᾿ ἐκείνων εἶναι, καὶ ἐγγὺς αὐτῶν
ἑστάναι. Καὶ τίνος ἕνεκεν οὐκ ἄγγελοι ταῦτα ἐνεχειρίσθησαν; Ἵνα μηδεμίαν
ἀπολογίαν ἔχῃς ῥᾳθυμῶν, μηδὲ εἰς τὴν διαφορὰν τῆς φύσεως καταφεύγῃς καθεύδων·
ἄλλως δὲ καὶ τὸ θαῦμα μεῖζον ἐγίνετο. Πῶς γὰρ οὐ θαυμαστὸν καὶ παράδοξον,
ἀπὸ γλώττης πηλίνης ἐκπηδῶντα λόγον, θάνατον φυγαδεύειν, ἁμαρτήματα λύειν,
πεπηρωμένην διορθοῦν φύσιν, καὶ τὴν γῆν ἐργάζεσθαι οὐρανόν;
Διὰ τοῦτο ἐκπλήττομαι τοῦ Θεοῦ τὴν δύναμιν, διὰ
ταῦτα θαυμάζω τοῦ Παύλου τὴν προθυμίαν, ὅτι τοσαύτην ὑπεδέξατο χάριν, ὅτι
τοιοῦτον παρεσκεύασεν ἑαυτόν.
Καὶ ὑμᾶς παρακαλῶ μὴ θαυμάζειν μόνον, ἀλλὰ καὶ
μιμεῖσθαι τὸ ἀρχέτυπον τοῦτο τῆς ἀρετῆς· οὕτω γὰρ δυνησόμεθα τῶν αὐτῶν
στεφάνων κοινωνῆσαι ἐκείνῳ. Εἰ δὲ θαυμάζεις ἀκούων ὅτι, τὰ αὐτὰ κατορθώσας,
τῶν αὐτῶν ἐπιτεύξῃ, ἄκουσον αὐτοῦ ταῦτα λέγοντος· Τὸν ἀγῶνα τὸν καλὸν
ἠγώνισμαι, τὸν δρόμον τετέλεκα, τὴν πίστιν τετήρηκα· λοιπὸν ἀπόκειταί μοι ὁ
τῆς δικαιοσύνης στέφανος, ὃν ἀποδώσει μοι Κύριος ὁ δίκαιος κριτὴς ἐν ἐκείνῃ
τῇ ἡμέρᾳ· οὐ μόνον δὲ ἐμοί, ἀλλὰ καὶ πᾶσι τοῖς ἠγαπηκόσι τὴν ἐπιφάνειαν
αὐτοῦ.
Ὁρᾷς πῶς πάντας εἰς τὴν αὐτὴν κοινωνίαν καλεῖ;
Ἐπεὶ οὖν ἅπασι πρόκειται τὰ αὐτά, πάντες
σπουδάσωμεν ἄξιοι γενέσθαι τῶν ἐπηγγελμένων ἀγαθῶν· καὶ μὴ μόνον τὸ μέγεθος
καὶ τὸν ὄγκον τῶν κατορθωμάτων ἴδωμεν, ἀλλὰ καὶ τὸν τόνον τῆς προθυμίας, δι᾿
ἧς τοσαύτην ἐπεσπάσατο χάριν, καὶ τὸ τῆς φύσεως συγγενές· τῶν γὰρ αὐτῶν ἡμῖν
ἐκοινώνησεν ἁπάντων. Καὶ οὕτω καὶ τὰ σφόδρα δυσκατόρθωτα, ῥᾴδια ἡμῖν
φανεῖται καὶ κοῦφα, καὶ τὸν βραχὺν τοῦτον καμόντες χρόνον, τὸν ἀγήρω καὶ
ἀθάνατον ἐκεῖνον στέφανον φοροῦντες διατελέσομεν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ
Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς
αἰῶνας τῶν αἰώνων. Ἀμήν.
|