Textes de l'Eglise Grecque en grec ancien

Hélène Kémiktsi
 
 
 


       
4 index textes Eglise
 

Grigorios Nazianzinos (Γρηγόριος Ναζιανζηνός)

 

ΛΟΓΟΣ 16.

Εἰς τοὺς Μακκαβαίους.

1. Τί δὲ οἱ Μακκαβαῖοι; τούτων γὰρ ἡ παροῦσα πανήγυρις, οὐ παρὰ πολλοῖς μὲν τιμωμένων, ὅτι μὴ μετὰ Χριστὸν ἡ ἄθλησις· πᾶσι δὲ τιμᾶσθαι ἀξίων, ὅτι περὶ τῶν πατρίων ἡ καρτερία· καὶ οἱ πρὸ τῶν Χριστοῦ παθῶν μαρτυρήσαντες, τί ποτε δράσειν ἔμελλον μετὰ Χριστὸν διωκόμενοι, καὶ τὸν ἐκείνου ὑπὲρ ἡμῶν μιμούμενοι θάνατον; Οἱ γὰρ χωρὶς ὑποδείγματος τοιούτου, τοσοῦτοι τὴν ἀρετὴν, πῶς οὐκ ἂν ὤφθησαν γενναιότεροι, μετὰ τοῦ ὑποδείγματος κινδυνεύοντες; Καὶ ἅμα μυστικός τις καὶ ἀπόῤῥητος οὗτος ὁ λόγος, καὶ σφόδρα πιθανὸς ἐμοὶ γοῦν καὶ πᾶσι τοῖς φιλοθέοις· μηδένα τῶν πρὸ τῆς Χριστοῦ παρουσίας τελειωθέντων, δίχα τῆς εἰς Χριστὸν πίστεως τούτου τυχεῖν. Ὁ γὰρ Λόγος ἐπαῤῥησιάσθη μὲν ὕστερον καιροῖς ἰδίοις, ἐγνωρίσθη δὲ καὶ πρότερον τοῖς καθαροῖς τὴν διάνοιαν. ὡς ἐκ πολλῶν δῆλον τῶν πρὸ ἐκείνου τετιμημένων.

2. Οὔκουν, ὅτι πρὸ τοῦ σταυροῦ, τοιοῦτοι περιοπτέοι· ἀλλ᾿ ὅτι κατὰ τὸν σταυρὸν, ἐπαινετέοι, καὶ τῆς ἐκ τῶν λόγων τιμῆς ἄξιοι· οὐχ ἵνα προσθήκην ἢ δόξαν λάβοιεν· (τίνα γὰρ ὧν ἡ πρᾶξις ἔχει τὸ ἔνδοξον;) ἀλλ᾿ ἵνα δοξασθῶσιν οἱ εὐφημοῦντες, καὶ ζηλώσωσι τὴν ἀρετὴν οἱ ἀκούοντες, ὥσπερ κέντρῳ τῇ μνήμῃ πρὸς τὰ ἴσα διανιστάμενοι. Οὗτοι τίνες μὲν ὄντες, καὶ ὅθεν, καὶ ἐξ οἵας ὁρμώμενοι τὸ ἀπαρχῆς ἀγωγῆς καὶ παιδεύσεως, εἰς τοσοῦτον ἀρετῆς τε καὶ δόξης προεληλύθασιν, ὥστε καὶ ταῖς ἐτησίοις ταύταις τιμᾶσθαι πομπαῖς τε καὶ πανηγύρεσι, καὶ μείζονα τῶν ὁρωμένων τὴν περὶ αὐτῶν δόξαν ἐναποκεῖσθαι ταῖς ἁπάντων ψυχαῖς, ἡ περὶ αὐτῶν βίβλος δηλώσει τοῖς φιλομαθέσι καὶ φιλοπόνοις, ἡ περὶ τοῦ αὐτοκράτορα εἶναι τῶν παθῶν τὸν λογισμὸν φιλοσοφοῦσα, καὶ κύριον τῆς ἐπ᾿ ἄμφω ῥοπῆς, ἀρετήν τέ φημι καὶ κακίαν. Ἄλλοις τε γὰρ οὐκ ὀλίγοις ἐχρήσατο μαρτυρίοις, καὶ δὴ καὶ τοῖς τούτων ἀθλήμασιν· ἐμοὶ δὲ τοσοῦτον εἰπεῖν ἐξαρκέσει.

3. Ἐλεάζαρ ἐνταῦθα, τῶν πρὸ Χριστοῦ παθόντων ἡ ἀπαρχὴ, ὥσπερ τῶν μετὰ Χριστὸν Στέφανος, ἀνὴρ ἱερεὺς καὶ πρεσβύτης, πολιὸς τὴν τρίχα, πολιὸς τὴν φρόνησιν· πρότερον μὲν καὶ προθυόμενος τοῦ λαοῦ, καὶ προσευχόμενος, νῦν δὲ καὶ τελεώτατον θῦμα προσάγων ἑαυτὸν τῷ Θεῷ, παντὸς τοῦ λαοῦ καθάρσιον, προοίμιον ἀθλήσεως δεξιὸν, καὶ φθεγγομένη καὶ σιωπῶσα παραίνεσις· προσάγων δὲ καὶ τοὺς ἑπτὰ παῖδας, τὰ τῆς ἑαυτοῦ παιδείας ἀποτελέσματα, θυσίαν ζῶσαν, ἁγίαν, εὐάρεστον τῷ Θεῷ, πάσης νομικῆς ἱερουργίας λαμπροτέραν τε καὶ καθαρωτέραν. Τὰ γὰρ τῶν παίδων, τῷ πατρὶ λογίζεσθαι, τῶν ἐννομωτάτων τε καὶ δικαιωτάτων. Παῖδες ἐκεῖ γενναῖοι καὶ μεγαλόψυχοι, μητρὸς εὐγενοῦς εὐγενῆ βλαστήματα, φιλότιμοι τῆς ἀληθείας ἀγωνισταὶ, τῶν Ἀντιόχου καιρῶν ὑψηλότεροι, τοῦ Μωϋσέως νόμου μαθηταὶ γνήσιοι, τῶν πατρίων ἐθῶν ἀκριβεῖς φύλακες ἀριθμὸς τῶν παρ᾿ Ἑβραίοις ἐπαινουμένων, τῷ τῆς ἑβδοματικῆς ἀναπαύσεως μυστηρίῳ τιμώμενος, ἑν πνέοντες, πρὸς ἑν βλέποντες, μίαν ζωῆς ὁδὸν εἰδότες, τὸν ὑπὲρ τοῦ Θεοῦ θάνατον, οὐχ ἧττον ἀδελφοὶ τὰς ψυχὰς ἢ τὰ σώματα, ζηλοτυποῦντες ἀλλήλους τῆς τελευτῆς, (ὢ τοῦ θαύματο!)ς προαρπάζοντες ὥσπερ θησαυροὺς τὰς βασάνους, τοῦ παιδαγωγοῦ νόμου προκινδυνεύοντες, οὐ τὰς προσαγομένας τῶν βασάνων μᾶλλον φοβούμενοι, ἢ τὰς λειπομένας ἐπιζητοῦντες· ἑν τοῦτο φοβούμενοι μόνον, μὴ ἀπείπῃ κολάζων ὁ τύραννος, καὶ ἀπέλθωσί τινες αὐτῶν ἀστεφάνωτοι, καὶ διαζευχθῶσι τῶν ἀδελφῶν ἄκοντες, καὶ τὴν κακὴν νίκην νικήσωσι τὸ μὴ παθεῖν κινδυνεύσαντες.

4. Μήτηρ ἐκεῖ νεανικὴ καὶ γενναία, φιλόπαις ὁμοῦ καὶ φιλόθεος, καὶ τὰ μητρῷα σπλάγχνα σπαρασσομένη παρὰ τὸ εἰκὸς τῆς φύσεως. Οὐ γὰρ πάσχοντας ἠλέει τοὺς παῖδας, ἀλλ᾿ ἠγωνία τὸ μὴ παθεῖν· οὐδὲ τοὺς ἀπελθόντας ἐπόθει μᾶλλον, ἢ προστεθῆναι τοὺς ὑπολειφθέντας ηὔχετο· καὶ τούτων ἦν αὐτῇ πλείων ὁ λόγος, ἢ τῶν μεταστάντων. Τῶν μὲν γὰρ ἀμφίβολος ἡ πάλη, τῶν δὲ ἀσφαλὴς ἡ κατάλυσις· καὶ τοὺς μὲν ἤδη Θεῷ παρετίθετο, τοὺς δὲ ὅπως λάβῃ Θεὸς ἐφρόντιζεν. Ὢ ψυχῆς ἀνδρείας ἐν γυναικείῳ τῷ σώματ!ι ὢ θαυμασίας ἐπιδόσεως καὶ μεγαλοψύχο!υ ὢ τῆς Ἀβραμιαίου θυσίας ἐκείνης εἰ μή τι τολμητέον, καὶ μεῖζον! Ὁ μὲν γὰρ ἕνα προσάγει προθύμως, εἰ καὶ τὸν μονογενῆ, καὶ τὸν ἐκ τῆς ἐπαγγελίας, καὶ εἰς ὃν ἡ ἐπαγγελία· καὶ τὸ μεῖζον, ὅτι μὴ τοῦ γένους μόνον, ἀλλὰ καὶ τῶν τοιούτων θυμάτων, ἀπαρχὴ καὶ ῥίζα καθίσταται· ἡ δὲ δῆμον ὅλων παίδων καθιέρωσε τῷ Θεῷ, νικήσασα καὶ μητέρας, καὶ ἱερέας, τοῖς θύμασι προθύμοις εἰς σφαγὴν, ὁλοκαυτώμασι λογικοῖς, ἱερείοις ἐπειγομένοις· ἣ μαστοὺς παρεδείκνυ, καὶ ἀνατροφῆς ὑπεμίμνησκε, καὶ προέτεινε τὴν πολιὰν, καὶ τὸ γῆρας ἀνθ᾿ ἱκετηρίας προὐβάλλετο· οὐ σωτηρίαν ζητοῦσα, τὸ δὲ παθεῖν ἐπείγουσα, καὶ κίνδυνον ἡγουμένη τὴν ἀναβολὴν, οὐ τὸν θάνατον· ἣν οὐδὲν ἔκαμψεν, οὐδὲ ἐμαλάκισεν, οὐδὲ ἀτολμοτέραν ἐποίησεν· οὐκ ἀρθρέμβολα προτεινόμενα, οὐ τροχοὶ προβαλλόμενοι, οὐ τροχαντῆρες, οὐ καταπέλται, οὐκ ἀκμαὶ σιδηρῶν ὀνύχων, οὐ ξίφη θηγόμενα, οὐ λέβητες ζέοντες, οὐ πῦρ ἐγειρόμενον, οὐ τύραννος ἀπειλῶν, οὐ δῆμος, οὐ δορυφόρος κατεπείγων, οὐ γένος ὁρώμενον, οὐ μέλη διασπώμενα, οὐ σάρκες ξαινόμεναι, οὐχ αἵματος ὀχετοὶ ῥέοντες, οὐ νεότης δαπανωμένη, οὐ τὰ παρόντα δεινὰ, οὐ τὰ προσδοκώμενα χαλεπά· καὶ ὃ τοῖς ἄλλοις βαρύτατόν ἐστιν ἐν τοῖς τοιούτοις, ἡ τοῦ κινδύνου παρέκτασις, τοῦτο ἐκείνῃ τὸ κουφότατον ἦν· ἐνετρύφα γὰρ τῷ θεάματι· καὶ γάρ πως καὶ τριβὴν ἐνεποίει τοῖς πάθεσιν, οὐ τὸ ποικίλον τῶν προσαγομένων βασάνων μόνον, ὧν πασῶν, ὡς οὐδὲ εἷς μιᾶς, κατεφρόνουν· ἀλλὰ καὶ οἱ τοῦ διώκτου λόγοι πολυειδεῖς ὄντες, ὑβρίζοντος, ἀπειλοῦντος, θωπεύοντος· τί γὰρ οὐ κινοῦντος πρὸς τὸ τυχεῖν ὧν ἤλπιζε;

5. Καὶ μέντοι καὶ τῶν παίδων αἱ πρὸς τὸν τύραννον ἀποκρίσεις, τοσοῦτον ἔχουσαι τὸ σοφὸν ὁμοῦ καὶ γενναῖον, ὥστε μικρὰ μὲν εἶναι πρὸς τὴν ἐκείνων καρτερίαν ἅπαντα τὰ τῶν ἄλλων καλὰ εἰς ἑν συναχθέντα· μικρὰν δὲ τὴν καρτερίαν πρὸς τὴν ἐκείνων ἐν λόγοις σύνεσιν· καὶ τῶν αὐτῶν εἶναι μόνων, πάσχειν τε οὕτω καὶ φιλοσοφεῖν ἐν ταῖς ἀποκρίσεσι πρὸς τὰς τοῦ διώκοντος ἀπειλὰς, καὶ τοὺς προτεινομένους φόβους, ὧν οὐδενὸς ἡττῶντο οἱ γενναῖοι παῖδες, καὶ ἡ γενναιοτέρα τεκοῦσα· πάντων δὲ ἑαυτὴν ὑπεράνω θεῖσα, καὶ τῷ φίλτρῳ τὸν θυμὸν μίξασα, καλὸν ἐντάφιον δίδωσι τοῖς παισὶν ἑαυτὴν, ἐπαπελθοῦσα τοῖς προαπελθοῦσι· καὶ τοῦτο πῶς; ἑκουσίως ἐπὶ τοὺς κινδύνους χωρήσασα· καὶ μεθ᾿ οἵων τῶν ἐπιταφίων; Καλοὶ μὲν γὰρ καὶ οἱ τῶν παίδων πρὸς τὸν τύραννον λόγοι, καὶ καλῶν κάλλιστοι· πῶς γὰρ οὔ; μεθ᾿ ὧν παρετάξαντο, καὶ οἷς τὸν τύραννον ἔβαλον· καλλίους δὲ καὶ οἱ τῆς μητρὸς, καὶ παρακλητικοὶ πρότερον, καὶ ὕστερον ἐπιτάφιοι. Τίνες οὖν οἱ τῶν παίδων λόγοι; Καλὸν γὰρ ἀπομνημονεῦσαι καὶ τούτων ὑμῖν, ἵν᾿ ἔχητε τύπον, ὥσπερ ἀθλήσεως, οὕτω καὶ λόγων μαρτυρικῶν ἐν τοῖς τοιούτοις καιροῖς. Ἄλλου μὲν ἄλλοι, καὶ ὡς ἕκαστον οἱ τοῦ διώκοντος λόγοι, ἢ τῶν κινδύνων ἡ τάξις, ἢ τῆς ψυχῆς τὸ φιλότιμον ὥπλιζεν· ὡς δ᾿ οὖν τύπῳ περιλαβεῖν, ἦσαν τοιοῦτοι· Ἡμῖν, Ἀντίοχε, καὶ πάντες οἱ περιεστηκότες, εἷς μὲν βασιλεὺς ὁ Θεὸς, παρ᾿ οὗ γεγόναμεν, καὶ πρὸς ὃν ἐπιστρέψομεν. Εἷς δὲ νομοθέτης ὁ Μωϋσῆς, ὃν οὐ προδώσομεν, οὐδὲ καθυβρίσομεν· οὐ μὰ τοὺς ὑπὲρ ἀρετῆς τοῦ ἀνδρὸς κινδύνους, καὶ τὰ πολλὰ θαύματα, οὐδ᾿ ἂν ἡμῖν ἄλλος Ἀντίοχος ἀπειλῇ σου χαλεπώτερος. Μία δὲ ἀσφάλεια, τῆς ἐντολῆς ἡ τήρησις, καὶ τὸ μὴ ῥαγῆναι τὸν νόμον, ᾧ τετειχίσμεθα. Μία δὲ δόξα, τὸ δόξης ἁπάσης ὑπεριδεῖν ἐπὶ τηλικούτοις. Εἷς δὲ πλοῦτος, τὰ ἐλπιζόμενα· φοβερὸν δὲ οὐδὲν, ἢ τὸ φοβηθῆναί τι πρὸ Θεοῦ. Μετὰ τούτων παρατετάγμεθα τῶν λογισμῶν, καὶ οὕτως ὡπλίσμεθα· πρὸς τοιούτους σοι νεανίας ὁ λόγος, Ἡδὺ μὲν καὶ ὁ κόσμος οὗτος, καὶ τὸ πατρῷον ἔδαφος, καὶ φίλοι, καὶ συγγενεῖς, καὶ ἡλικιῶται, καὶ ὁ ναὸς οὗτος τὸ μέγα καὶ περιβόητον ὄνομα, καὶ πανηγύρεις πατρικαὶ, καὶ μυστήρια, καὶ πάντα οἷς ἡμεῖς τῶν ἄλλων διαφέρειν δοκοῦμεν. Οὔπω δὲ ἡδίω Θεοῦ, καὶ τῶν ὑπὲρ τοῦ καλοῦ κινδύνων· μὴ τοῦτο νομίσῃς. Κόσμος τε γὰρ ἄλλος ἡμῖν, πολὺ τῶν ὁρωμένων ὑψηλότερός τε καὶ μονιμώτερος· πατρίς τε ἡ ἄνω Ἱερουσαλὴμ, ἣν οὐδεὶς Ἀντίοχος πολιορκήσει, οὐδὲ προσδοκήσει παραστήσεσθαι, ἡ καρτερὰ καὶ ἀνάλωτος. Συγγένεια δὲ, ἡ ἔμπνευσις, καὶ οἱ κατ᾿ ἀρετὴν γεννηθέντες. Φίλοι δὲ, προφῆται, καὶ πατριάρχαι, παρ᾿ ὧν ἡμῖν καὶ ὁ τύπος τῆς εὐσεβείας. Ἡλικιῶται δὲ, οἱ σήμερον ἡμῖν συγκινδυνεύοντες, καὶ τὴν καρτερίαν ὁμόχρονοι. Ναοῦ δὲ, οὐρανὸς μεγαλοπρεπέστερος, πανήγυρις δὲ, ἀγγέλων χοροστασία· καὶ μυστήριον ἑν μέγα, καὶ μέγιστον, καὶ τοῖς πολλοῖς ἀπόκρυφον, ὁ Θεὸς, πρὸς ὃν βλέπει καὶ τὰ τῇδε μυστήρια.

6. Παῦσαι τοίνυν ὑπισχνούμενος ἡμῖν τὰ μικρὰ, καὶ τοῦ μηδενὸς ἄξια. Οὐ γὰρ τιμησόμεθα τοῖς ἀτίμοις, οὐδὲ κερδανοῦμεν ἐπιζήμια· οὐχ οὕτως ἀθλίως ἐμπορευσόμεθα. Παῦσαι καὶ ἀπειλῶν, ἢ ἀνταπειλήσομεν, ἐλέγξειν σου τὴν ἀσθένειαν, καὶ πρὸς τούτῳ τὰ ἡμέτερα κολαστήρια· ἔχομεν καὶ ἡμεῖς πῦρ, ᾧ τοὺς διώκτας κολάζομεν. Οἴει πρὸς ἔθνη καὶ πόλεις εἶναί σοι τὸν ἀγῶνα, καὶ βασιλέων τοὺς ἀνανδροτάτους, ὧν οἱ μὲν κρατήσουσιν, οἱ δὲ ἴσως ἡττηθήσονται; οὐδὲ γὰρ περὶ τηλικούτων αὐτοῖς ὁ κίνδυνος. Πρὸς νόμον Θεοῦ παρατάσσῃ, πρὸς πλάκας θεοχαράκτους, πρὸς πάτρια καὶ λόγῳ καὶ χρόνῳ τετιμημένα, πρὸς ἀδελφοὺς ἑπτὰ μιᾷ ψυχῇ συνδεδεμένους, ἑπτὰ τροπαίοις σε στηλιτεύσοντας· ὧν κρατῆσαι μὲν οὐ μέγα, ἡττηθῆναι δὲ καὶ λίαν αἰσχρόν. Ἐκείνων ἐσμὲν καὶ γένος καὶ μαθηταὶ, οὓς στύλος πυρὸς καὶ νεφέλης ὡδήγει, οἷς θάλασσα διίστατο, καὶ ποταμὸς ἵστατο, καὶ ἥλιος ἀνεκόπτετο, καὶ ἄρτος ὕετο, καὶ χειρῶν ἔκτασις ἐτροποῦτο μυριάδας, δι᾿ εὐχῶν βάλλουσα· ὧν θῆρες ἡττῶντο, καὶ πῦρ οὐχ ἥπτετο, καὶ βασιλεῖς ἀπῄεσαν, τὸ γενναῖον θαυμάζοντες. Εἴπωμέν τι καὶ τῶν σοὶ γνωρίμων· Ἐλεαζάρου μύσται ἡμεῖς, οὗ τὴν ἀνδρείαν ἔγνως. Προηγωνίσατο πατὴρ, ἐπαγωνιοῦνται παῖδες· ἀπῆλθεν ὁ ἱερεὺς, ἐπακολουθήσει τὰ θύματα· πολλὰ δεδίττῃ, πρὸς πλείω παρεσκευάσμεθα. Τί καὶ δράσεις ἡμᾶς, ὑπερήφανε, ταῖς ἀπειλαῖς; τί καὶ πεισόμεθα; Οὐδὲν ἰσχυρότερον τῶν πάντα παθεῖν ἑτοίμων. Ὦ δήμιοι, τί μέλλετε; τί δὲ ἀναδύεσθε; τί τὸ πρόσταγμα τὸ χρηστὸν ἀναμένετε; Ποῦ τὰ ξίφη; ποῦ τὰ δεσμά; ζητῶ τὸ τάχος. Πλεῖον ἀναπτέσθω τὸ πῦρ, οἱ θῆρες ἐνεργέστεροι, αἱ στρέβλαι περιεργότεραι· πάντα ἔστω βασιλικὰ καὶ πολυτελέστερα. Ἐγὼ πρωτότοκός εἰμι, πρῶτόν με καθιέρωσον· ἐγὼ τελευταῖος, ἡ τάξις ἐναμειφθήτω; ἔστω τις καὶ τῶν μέσων ἐν πρώτοις, ἵνα τιμηθῶμεν ἰσομοιρίᾳ. Φείδῃ δέ; προσδοκᾷς τι τυχὸν καὶ τῶν ἐναντίων; Πάλιν καὶ πολλάκις ἐροῦμεν τὸν αὐτὸν λόγον· Οὐ μιαροφαγήσομεν, οὐκ ἐνδώσομεν. Θᾶττον σὺ σεβασθήσῃ τὰ ἡμέτερα, ἢ τοῖς σοῖς ἡμεῖς εἴξωμεν. Κεφάλαιον τοῦ λόγου· Ἢ καινότερα ἐπινόησον κολαστήρια, ἢ τὰ παρόντα ἴσθι καταφρονούμενα.

7. Ταῦτα μὲν πρὸς τὸν τύραννον. Ἃ δὲ ἀλλήλοις διεκελεύοντο, ἃ δὲ παρεῖχον ὁρᾷν, ὡς καλά τε καὶ ἱερὰ, καὶ παντὸς ἄλλου θεάματος καὶ ἀκούσματος ἡδίω τοῖς φιλοθέοι!ς Ἔγωγ᾿ οὖν αὐτὸς ἡδονῆς ἐμπίμπλαμαι μνημονεύων, καὶ μετ᾿ αὐτῶν ἀθλούντων εἰμὶ τῇ διανοίᾳ, καὶ τῷ διηγήματι καλλωπίζομαι. Περιέβαλλον ἀλλήλους, περιεπτύσσοντο, πανήγυρις ἦν, ὡς ἐπ᾿ ἄθλοις τετελεσμένοις· Ἴωμεν, ἀδελφοὶ, πρὸς τοὺς κινδύνους, ἐβόων, ἴωμεν, ἐπειγώμεθα, ἕως ζέει καθ᾿ ἡμῶν ὁ τύραννος, μή τι μαλακισθῇ, καὶ ζημιωθῶμεν τὴν σωτηρίαν. Πανδαισία πρόκειται· μὴ ἀπολειφθῶμεν. Καλὸν μὲν καὶ συνοικοῦντες ἀλλήλοις ἀδελφοὶ, καὶ συμποσιάζοντες, καὶ συνασπίζοντες· κάλλιον δὲ ὑπὲρ ἀρετῆς συγκινδυνεύοντες. Εἰ μὲν οἷόν τε ἦν, καὶ τοῖς σώμασιν ἂν ἠγωνισάμεθα ὑπὲρ τῶν πατρίων· ἔστι καὶ οὗτος τῶν ἐπαινετῶν ὁ θάνατος. Ἐπεὶ δὲ οὐ τούτου καιρὸς, αὐτὰ τὰ σώματα εἰσενέγκωμεν. Τί γάρ; Κἂν μὴ νῦν ἀποθάνωμεν, οὐ τεθνηξόμεθα πάντως; οὐ τῇ γενέσει τὰ ὀφειλόμενα λειτουργήσομεν; Ποιήσωμεν τὴν ἀνάγκην φιλοτιμίαν· σοφισώμεθα τὴν διάλυσιν· τὸ κοινὸν ἴδιον ποιησώμεθα· θανάτῳ ζωὴν ὠνησώμεθα. Μή τις οὖν ἡμῶν ἔστω φιλόψυχος, μηδὲ ἄτολμος. Ἀπογνώτω καὶ τῶν ἄλλων ὁ τύραννος, ἡμῖν ἐντυχών. Τοῖς μὲν κινδύνοις τὴν τάξιν αὐτὸς ἐπιθήσει, ἡμεῖς δὲ ἐπιθήσομεν τέλος τοῖς διωκομένοις· μηδὲν περὶ τούτου διαφερώμεθα τῇ ζέσει τῆς προθυμίας. Καὶ ὁ πρῶτος ἔσται τοῖς ἄλλοις ὁδὸς, καὶ ὁ τελευταῖος σφραγὶς ἀθλήσεως. Ἡμῖν δὲ τοῦτο ἐμπεπήχθω πᾶσιν ὁμοίως, πανοικεσίᾳ στεφανωθῆναι, καὶ μή τινα λαβεῖν μερίδα ἐξ ἡμῶν τὸν διώκτην, ἵν᾿ ὡς πᾶσιν ἐγκαυχήσηται τῷ ἑνὶ, φλεγμαίνων τῇ πονηρίᾳ. Φανῶμεν ἀλλήλων ἀδελφοὶ, καὶ τῇ γενέσει, καὶ τῇ μεταστάσει· καὶ πάντες, ὡς εἷς, κινδυνεύσωμεν, καὶ ἀντὶ πάντων ἕκαστος. Ἐλεάζαρ, ὑπόδεξαι· μῆτερ, ἐπακολούθησον· Ἱερουσαλὴμ, θάψον τοὺς ἑαυτῆς νεκροὺς μεγαλοπρεπῶς, ἄν τι τοῖς τάφοις ὑπολειφθῇ. Διηγοῦ τὰ ἡμέτερα, καὶ τοῖς ὕστερον δείκνυ, καὶ τοῖς σοῖς ἐρασταῖς τὸ τῆς μιᾶς γαστρὸς εὐσεβὲς πολυάνδριον.

8. Οἱ μὲν δὴ ταῦτα καὶ εἰπόντες, καὶ πράξαντες, καὶ ὡς συῶν ὀδόντες ἀλλήλους θήξαντες ἐν τάξει τῆς ἡλικίας, καὶ ἰσότητι τῆς προθυμίας διεκαρτέρουν. Ἡδονὴ καὶ θαῦμα τοῖς ὁμοφύλοις· φόβος καὶ κατάπληξις τοῖς διώκουσιν, οἳ κατὰ παντὸς τοῦ ἔθνους στρατεύσαντες, ἀδελφῶν ἑπτὰ συμψυχίας ὑπὲρ εὐσεβείας ἀγωνιζομένων, τοσοῦτον ἡττήθησαν, ὥστε μηδὲ περὶ τῶν ἄλλων ἔχειν ἔτι χρηστὰς τὰς ἐλπίδας. Ἡ δὲ γενναία μήτηρ, καὶ ὄντως ἐκείνων τῶν τοσούτων καὶ τοιούτων τὴν ἀρετὴν, τὸ μέγα τοῦ νόμου θρέμμα καὶ μεγαλόψυχον, τέως μὲν χαρᾷ καὶ φόβῳ σύμμικτος ἦν, καὶ δύο παθῶν ἐν μεταιχμίῳ· χαρᾷ, διὰ τὴν ἀνδρείαν καὶ τὰ ὁρώμενα· φόβῳ, διὰ τὸ μέλλον, καὶ τὴν ὑπερβολὴν τῶν κολάσεων· καὶ ὡς νεοσσοὺς ὄρνις, ὄφεως προσερπύζοντος, ἤ τινος ἄλλου τῶν ἐπιβούλων, περιίπτατο, περιέτρυζεν, ἠντιβόλει, συνηγωνίζετο, τί μὲν οὐ λέγουσα; τί δὲ οὐ πράττουσα τῶν πρὸς νίκην ἐπαλειφόντων; Ἥρπαζε τὰς ῥανίδας τοῦ αἵματος, ὑπεδέχετο τὰ λακίσματα τῶν μελῶν, προσεκύνει τὰ λείψανα· τὸν μὲν συνέλεγε, τὸν δὲ παρεδίδου, τὸν δὲ παρεσκεύαζεν. Ἐπεφώνει πᾶσιν. Εὖγε, ὦ παῖδες, εὖγε, ἀριστεῖς ἐμοὶ, εὖγε, ἀσώματοι σχεδὸν ἐν σώμασιν, εὖγε, προστάται τοῦ Νόμου, καὶ τῆς ἐμῆς πολιᾶς, καὶ τῆς θρεψαμένης ὑμᾶς πόλεως, καὶ εἰς τόδε ἀρετῆς προαγούσης. Ἔτι μικρὸν, καὶ νενικήκαμεν. Κεκμήκασιν οἱ βασανισταὶ, τοῦτο φοβοῦμαι μόνον. Ἔτι μικρὸν, καὶ μακαρία μὲν ἐν μητράσιν ἐγὼ, μακάριοι δὲ ὑμεῖς ἐν νέοις. Ἀλλὰ ποθεῖτε τὴν μητέρα; Οὐκ ἀπολείψομαι ὑμῶν, τοῦτο ὑμῖν ὑπισχνοῦμαι· οὐχ οὕτως ἐγὼ μισότεκνος.

9. Ἐπεὶ δὲ τελειωθέντας εἶδεν, καὶ τὸ ἀσφαλὲς εἶχεν ἐκ τῆς συμπληρώσεως, διάρασα τὴν κεφαλὴν μάλα φαιδρῶς, ὥσπερ τις Ὀλυμπιονίκης, ἐν ὑψηλῷ τῷ φρονήματι, καὶ τὰς χεῖρας ἐκτείνασα, μεγάλῃ καὶ λαμπρᾷ τῇ φωνῇ· Εὐχαριστῶ σοι, φησὶ, Πάτερ ἅγιε, καὶ σοὶ, παιδευτὰ νόμε, καὶ σοὶ πάτερ ἡμῶν καὶ προαγωνιστὰ τῶν τέκνων τῶν σῶν Ἐλεάζαρ, ὅτι τὸν τῶν ἐμῶν ὠδίνων καρπὸν παρεδέξασθε, καὶ ὅτι μήτηρ ἐγενόμην πασῶν μητέρων ἱερωτέρα. Οὐδὲν ὑπελιπόμην κόσμῳ, πάντα Θεῷ παραδέδωκα, τὸν ἐμὸν θησαυρὸν, τὰς ἐμὰς γηροκόμους ἐλπίδας, Ὡς μεγαλοπρεπῶς τετίμημα!ι ὡς ὑπερβαλλόντως γεγηροκόμημα!ι Ἀπέχω τὰ τροφεῖα, ὦ παῖδες. Εἶδον ὑπὲρ ἀρετῆς ἀγωνιζομένους ὑμᾶς, πάντας στεφανίτας ἐθεασάμην. Ὡς εὐεργέτας ὁρῶ τοὺς βασανιστάς· μικροῦ καὶ τῷ τυράννῳ χάριτας ὁμολογῶ τῆς τάξεως, ὅτι με τελευταίαν ἐταμιεύσατο τοῖς κινδύνοις· ἵνα τὸν ἐμὸν τόκον πρότερον θεατρίσασα, καὶ καθ᾿ ἕκαστον τῶν παίδων ἀθλήσασα, οὕτως ἐπαπέλθω σὺν ἀσφαλείᾳ τελείᾳ τελείοις θύμασιν. Οὐ σπαράξομαι κόμην, οὐ διαῤῥήξω χιτῶνα, οὐ ξανῶ σάρκας ὄνυξιν, οὐκ ἐγερῶ θρῆνον, οὐ καλέσω τὰς συνθρηνούσας, οὐ συγκλείσω εἰς σκότος, ἵνα καὶ ἀὴρ συνθρηνήσῃ μοι, οὐκ ἀναμενῶ παρακλήτορας, οὐκ ἄρτον πένθιμον παραθήσομαι. Ταῦτα γὰρ τῶν ἀγεννῶν μητέρων, αἳ σαρκῶν μόνον εἰσὶ μητέρες, αἷς οἴχονται παῖδες ἄνευ σεμνοῦ τινος διηγήματος. Ἐμοὶ δὲ οὐ τεθνήκατε, φίλτατοι παίδων, ἀλλ᾿ ἐκαρποφορήθητε· οὐκ ἐκλελοίπατε, ἀλλὰ μετεληλύθατε· οὐ κατεξάνθητε, ἀλλὰ συνεπάγητε· οὐ θηρίον ἥρπασεν ὑμᾶς, οὐ κῦμα ἐπέκλυσεν, οὐ λῃστὴς διέφθειρεν, οὐ νόσος διέλυσεν, οὐ πόλεμος παρανάλωσεν, οὐκ ἄλλο οὐδὲν ἢ μικρὸν ἢ μεῖζον τῶν ἀνθρωπίνων. Ἐθρήνησα ἂν καὶ μάλα σφοδρῶς, εἴ τι τούτων ὑμῖν συνέπεσεν. Ἐφάνην ἂν τότε τοῖς δάκρυσιν, ὡς νῦν τῷ μὴ δακρῦσαι, φιλότεκνος. Ἔτι καὶ ταῦτα μικρά. Ὄντως ἂν ὑμᾶς ἀπεκλαυσάμην, εἰ κακῶς ἐσώθητε, εἰ τῶν βασάνων ἡττήθητε, εἴ τινος ὑμῶν ἐκράτησαν, ὡς ἡττήθησαν νῦν οἱ διώκοντες. Τὰ δὲ νῦν, εὐφημία, χαρὰ, δόξα, χοροστασίαι, φαιδρότητες τοῖς ὑπολειφθεῖσιν. Ἐγὼ γὰρ ὑμῖν ἐπισπένδομαι. Μετὰ Φινεὲς ταχθησόμεθα, μετὰ Ἄννης δοξασθησόμεθα. Πλὴν ὅσον ὁ μὲν εἷς, ὑμεῖς δὲ τοσοῦτοι ζηλωταὶ πορνοκτόνοι, οὐ σωμάτων πορνείαν, ἀλλὰ ψυχῶν ἐγκεντήσαντες. Καὶ ἡ μὲν, ἕνα θεόσδοτον, ἀρτιγενῆ καὶ τοῦτον· ἐγὼ δὲ ἄνδρας ἑπτὰ, καὶ τούτους ἑκόντας Θεῷ καθιέρωσα. Συμπληρούτω μοι καὶ Ἱερεμίας τὸν ἐπιτάφιον, οὐ θρηνῶν, ἀλλ᾿ εὐφημῶν τελευτὴν ὁσίαν. Ὑπὲρ χιόνα ἐλάμψατε, ὑπὲρ γάλα ἐτυρώθητε, ὑπὲρ λίθον σάπφειρον τὸ σύνταγμα ὑμῶν, Θεῷ καὶ γεγεννημένων καὶ δεδομένων. Τί ἔτι; Πρόσθες, ὦ τύραννε, κἀμὲ τοῖς παισὶν, εἴ τις καὶ παρ᾿ ἐχθρῶν χάρις, ἵν᾿ ᾖ σοι σεμνότερον τὸ ἀγώνιςμα. Εἴθε μὲν καὶ διὰ πασῶν ἦλθον τῶν κολάσεων, ἵνα ἀναμίξω τοὺς ἐμοὺς ἰχῶρας τοῖς ἐκείνων ἰχῶρσι, καὶ ταῖς σαρξὶ τὰς γηραιὰς σάρκας. Ἀγαπῶ διὰ τοὺς παῖδας καὶ τὰ κολαστήρια· εἰ δὲ μὴ τοῦτο, ἀλλὰ τήν γε κόνιν τῇ κόνει, καὶ τάφος εἷς ἡμᾶς ὑποδέξηται. Μὴ φθονήσῃς τελευτῆς ὁμοτίμου, τοῖς ὁμοτίμοις τὴν ἀρετήν. Χαίρετε, ὦ μητέρες, χαίρετε, ὦ παῖδες. Οὕτως ἐκτρέφετε τοὺς ἐξ ὑμῶν προελθόντας· οὕτως ἐκτρέφεσθε. Καλὸν ὑπόδειγμα δεδώκαμεν ὑμῖν· ἀγωνίζεσθε.

10. Ταῦτα ἔλεγε, καὶ προσετίθει τοῖς παισὶν ἑαυτήν. Τίνα τρόπον; Ὡς ἐπὶ νυμφῶνα τὴν πυρκαιὰν δραμοῦσα (ταύτην γὰρ κατεκρίθ)η, καὶ οὐδὲ τοὺς ἄγοντας ἀναμείνασα, ἵνα μηδὲ σῶμα ψαύσειεν ἄναγνον ἁγνοῦ καὶ γενναίου σώματος. Οὕτως ἀπέλαυσε τῆς ἱερωσύνης Ἐλεάζαρ, μυηθεὶς καὶ μυήσας τὰ ἐπουράνια, καὶ οὐ τοῖς ἔξωθεν ῥαντισμοῖς τὸν Ἰσραὴλ ἁγιάσας, ἀλλ᾿ οἰκείοις αἵμασι, καὶ ποιήσας τὴν τελευτὴν τελευταῖον μυστήριον· οὕτω τῆς νεότητος οἱ παῖδες, οὐ ταῖς ἡδοναῖς δουλεύσαντες, ἀλλὰ τῶν παθῶν κυριεύσαντες, καὶ τὸ σῶμα καθαγνίσαντες, καὶ πρὸς τὴν ἀπαθῆ ζωὴν μεταθέμενοι. Οὕτως ἀπέλαυσε τῆς πολυτεκνίας ἡ μήτηρ· οὕτω καὶ ζῶσιν ἐκαλλωπίσατο, καὶ ἀπελθοῦσι συνανεπαύσατο· οὓς ἐγέννησε κόσμῳ, Θεῷ παραστήσασα, καὶ τὰς ἑαυτῆς ὠδῖνας τοῖς ἄθλοις ἀπαριθμήσασα, καὶ τοῦ τόκου τὴν ἀκολουθίαν τοῖς θανάτοις γνωρίσασα. Ἀπὸ γὰρ τοῦ πρώτου τῶν παίδων μέχρι τοῦ τελευταίου τὰ τῆς ἀθλήσεως, καὶ ὥσπερ ἐν κυμάτων ἐπαναστάσεσιν, ἄλλος ἐπ᾿ ἄλλῳ τὴν ἀρετὴν ἐπεδείκνυτο, καὶ εἰς τὸ πάσχειν ἦν προθυμότερος, τοῖς τοῦ προειληφότος κινδύνοις στομούμενος· ὥστε ἀγαπᾷν τὸν τύραννον, ὅτι μὴ πλειόνων ἐγεγόνει μήτηρ· μᾶλλον γὰρ ἂν ἀπῆλθε κατῃσχυμμένος, καὶ ἡττημένος. Καὶ τότε πρῶτον ἔγνω, μὴ πάντα τοῖς ὅπλοις ἰσχύων, ὁπότε παισὶν ἀόπλοις προσέβαλεν, ἑνὶ μόνῳ, τῇ εὐσεβείᾳ, καθωπλισμένοις, καὶ τῷ πάντα πάσχειν προθυμοτέροις, ἢ δρᾷν ἐκεῖνος παρεσκευάζετο.

11. Τοῦτο τῆς Ἰεφθάε θυσίας ἀσφαλέστερον, καὶ μεγαλοπρεπέστερον. Οὐ γὰρ ἀναγκαίαν ἐποίει τὴν ἐπίδοσιν, ὥσπερ ἐκεῖ, ἐπαγγελίας θερμότης, καὶ νίκης ἔρως ἀπεγνωσμένης· ἀλλ᾿ ἑκούσιος ἱερουργία, καὶ μισθὸν ἔχουσα μόνα τὰ ἐλπιζόμενα. Τοῦτο τῶν Δανιὴλ ἄθλων οὐκ ἀτιμότερον, παραδοθέντος εἰς βορὰν λέουσι, καὶ τῇ τῶν χειρῶν ἐκτάσει τοὺς θῆρας νικήσαντος. Τοῦτο τῶν ἐν Ἀσσυρίᾳ νεανίσκων οὐ δεύτερον, οὓς ἄγγελος ἀνέψυξεν ἐν πυρὶ, τὸν πατρῷον νόμον μὴ καταλύσαντας, μηδὲ τροφὴν προσιεμένους βέβηλον καὶ ἀνίερον. Τοῦτο τῶν ὕστερον ὑπὲρ Χριστοῦ θυμάτων, εἰς φιλοτιμίαν οὐκ ἔλαττον. Οἱ μὲν γὰρ, ὃ καὶ ἀρχόμενος εἶπον τοῦ λόγου, τῷ Χριστοῦ κατηκολούθησαν αἵματι· καὶ Θεὸς ἦν ὁδηγὸς τῶν τοιούτων ἄθλων, τοσαύτην ὑπὲρ ἡμῶν εἰςενεγκὼν εἰσφορὰν καὶ οὕτω παράδοξον· τοῖς δὲ, οὐ πολλὰ, οὐδὲ τοιαῦτα τὰ τῆς ἀρετῆς ὑποδείγματα. Τούτων τὴν καρτερίαν ἐθαύμασε μὲν ἡ Ἰουδαία πᾶσα, καὶ ὡς αὐτὴ στεφανωθεῖσα ἠγάλλετο καὶ διανίστατο. Καὶ γὰρ ἦν ἀγὼν οὗτος, καὶ ἀγώνων μέγιστος τῶν πώποτε περισχόντων τὴν πόλιν, ἢ καταλυθῆναι τὸν νόμον κατὰ τὴν ἡμέραν ἐκείνην, ἢ δοξασθῆναι· καὶ ὡς ἐπὶ ξυροῦ τὰ πράγματα εἱστήκει τότε παντὶ τῷ τῶν Ἑβραίων γένει, τὰ τῆς ἐκείνων ἀθλήσεως. Ἠγάσθη δὲ καὶ Ἀντίοχος, οὕτω μεταβαλὼν εἰς θαῦμα τὴν ἀπειλήν. Ἴσασι γὰρ θαυμάζειν ἀνδρῶν ἀρετὴν καὶ πολέμιοι, ὅταν, τοῦ θυμοῦ λήξαντος, ἡ πρᾶξις ἐφ᾿ ἑαυτῆς δοκιμάζηται. Ὥστε καὶ ἀπῆλθεν ἄπρακτος, πολλὰ μὲν τὸν πατέρα Σέλευκον ἐπαινέσας τῆς εἰς τὸ ἔθνος τιμῆς, καὶ τῆς εἰς τὸ ἱερὸν μεγαλοψυχίας· πολλὰ δὲ Σίμωνα τὸν ἐπαγαγόντα μεμψάμενος, ὡς καὶ τῆς ἀπανθρωπίας αἴτιον καὶ τῆς ἀδοξίας.

12. Τούτους μιμώμεθα, καὶ ἱερεῖς, καὶ μητέρες, καὶ παῖδες· οἱ μὲν, εἰς τὴν Ἐλεαζάρου τιμὴν τοῦ πνευματικοῦ πατρὸς, καὶ λόγῳ, καὶ ἔργῳ τὸ βέλτιστον παραδείξαντος· αἱ δὲ, τῆς γενναίας μητρὸς, ἀληθῶς φιλότεκνοι φανεῖσαι, καὶ Χριστῷ τοὺς ἐξ αὐτῶν παραστήσασαι, ἵνα καὶ γάμος ἁγιασθῇ διὰ τῆς τοιαύτης θυσίας· οἱ δὲ, τοὺς ἱεροὺς αἰδούμενοι παῖδας, καὶ τὴν νεότητα δαπανῶντες, οὐκ ἐν τοῖς αἰσχροῖς πάθεσιν, ἀλλ᾿ ἐν τοῖς κατὰ τῶν παθῶν ἀγωνίσμασι, καὶ πρὸς τὸν καθ᾿ ἡμέραν Ἀντίοχον γενναίως ἀνδριζόμενοι πᾶσι μέλεσι πολεμοῦντα, καὶ διαφόρως διώκοντα. Ποθῶ γὰρ ἀθλητὰς ἔχειν, κατὰ πάντα καιρὸν καὶ τρόπον, καὶ γένος ἅπαν, καὶ ἡλικίαν ἅπασαν, καὶ φανερῶς πολεμουμένην, καὶ ἀφανῶς ἐπιβουλευομένην· καὶ βοηθεῖσθαι μὲν τοῖς παλαιοῖς διηγήμασι, βοηθεῖσθαι δὲ καὶ τοῖς νέοις, καὶ πανταχόθεν, ὥσπερ αἱ μέλισσαι, συλλέγειν τὰ χρησιμώτατα εἰς ἑνὸς κηρίου φιλοτεχνίαν καὶ γλυκασμὸν, ἵνα καὶ διὰ Παλαιᾶς καὶ Νέας εὐδοκιμῇ Θεὸς ἐν ἡμῖν, ὁ ἐν Υἱῷ καὶ Πνεύματι δοξαζόμενος, καὶ γινώσκων τοὺς ἰδίους, καὶ γινωσκόμενος ὑπὸ τῶν ἰδίων, ὁμολογούμενός τε καὶ ὁμολογῶν, δοξαζόμενός τε καὶ δοξάζων, ἐν αὐτῷ τῷ Χριστῷ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν

 

ΛΟΓΟΣ 17.

Πρὸς τοὺς πολιτευομένους Ναζιανζοῦ ἀγωνιῶντας, καὶ τὸν ἄρχοντα ὀργιζόμενον.

1. Τὴν κοιλίαν μου, τὴν κοιλίαν μου ἀλγῶ, καὶ τὰ αἰσθητήρια τῆς καρδίας μου μαιμάςσει, φησί που τῶν ἑαυτοῦ λόγων Ἱερεμίας, ὁ τῶν προφητῶν συμπαθέστατος, ἀποκλαιόμενος τὸν Ἰσραὴλ ἀπειθοῦντα, καὶ τῆς τοῦ Θεοῦ φιλανθρωπίας ἀλλοτριούμενον, κοιλίαν μὲν τὴν ἑαυτοῦ ψυχὴν ὀνομάζων, κατὰ τοὺς τῆς τροπῆς νόμους. Οὕτω γὰρ εὑρίσκω πολλαχοῦ τῆς Γραφῆς, εἴτε ὡς ἀπόκρυφον καὶ ἀόρατον (τὸ γὰρ αὐτὸ καὶ ψυχῆς καὶ γαστρὸς τὸ κρύπτεσθα)ι, εἴτε ὡς χωρητικὴν καὶ ἀναδοτικὴν, ἵν᾿ οὕτως εἴπω, τῶν ἐκ τοῦ λόγου τροφῶν· ὃ γάρ ἐστιν ἐν σώματι τροφὴ, τοῦτο ἐν ψυχῇ λόγος. Αἰσθητήρια δὲ τάχα μὲν τὰ τῆς ψυχῆς κινήματα καὶ διανοήματα, καὶ τούτων μάλιστα, ὅσα ἐκ τῆς αἰσθήσεως, οἷς ὁ δίκαιος σπαράσσεται, καὶ θερμαίνεται, καὶ ὁρμητικῶς ἔχει, καὶ οὐδὲ καθεκτός ἐστι διὰ τὴν ζέσιν τοῦ Πνεύματος· τοῦτο γὰρ τὸ μαιμάσσειν, οἷον προθυμία τις θυμῷ σύγκρατος. Εἰ δὲ καὶ τῶν σωματικῶν ἔστιν ἃ λαμβάνοι τις αἰσθητηρίων, οὐκ ἀπὸ σκοποῦ λήψεται· καὶ ὀφθαλμῶν, καὶ ὤτων, οὐ μόνον ἀχθομένων τοῖς χείροσι καὶ θεάμασι καὶ ἀκούσμασιν, ἀλλὰ καὶ τὰ βελτίω ποθούντων καὶ ἰδεῖν καὶ ἀκοῦσαι διὰ τὸ εὔσπλαγχνον. Πλὴν ὅπως ἂν νοῆται ταῦτα, ὁ δίκαιος ἀλγεῖ καὶ μαιμάσσει, καὶ οὐ μετρίως φέρει τὰ πάθη τοῦ Ἰσραὴλ, ὁποτέρως βούλει ταῦτα νοεῖν· εἴτε τὰ σωματικὰ, καὶ τοῦ σωματικῶς ὁρωμένου, εἴτε τὰ πνευματικὰ, καὶ τοῦ νοουμένου πνευματικῶς. Ἐπεὶ καὶ πηγὴν δακρύων ὁ αὐτὸς προφήτης ἐπιζητεῖ, καὶ σταθμὸν ἔσχατον ἐπιποθεῖ, καὶ ἐρημίαν ἀσπάζεται, ἵνα κενώσῃ τὸ πολὺ τῆς λύπης, καὶ κουφισθῇ πως τῆς ἔνδον πληγῆς, καθ᾿ ἡσυχίαν θρηνήσας τὸν Ἰσραήλ.

2. Τὸ δ᾿ αὐτὸ καὶ ὁ θεῖος Δαβὶδ, οὐ μικρὸν ἔμπροσθεν ἐπὶ τοῖς καθ᾿ ἑαυτὸν δυσχεραίνων, Τίς δώσει μοι, φησὶ, πτέρυγας ὡσεὶ περιστερᾶς, καὶ πετασθήσομαι, καὶ καταπαύσω; Περιστερᾶς ἐπιζητεῖ πτέρυγας, εἴτε ὡς κουφοτέρας καὶ ταχυτέρας· τοιοῦτος γὰρ ἅπας δίκαιος· εἴτε ὡς τὸ Πνεῦμα σκιαγραφούσας, ᾧ μόνῳ τὰ δεινὰ φεύγομεν, ἵν᾿ ὡς ποῤῥωτάτω γένηται ἀπὸ παρόντων κακῶν. Εἶτα τὸ ἐν τοῖς στενοῖς φάρμακον, ἡ ἐλπίς· Προσεδεχόμην, φησὶ, τὸν Θεὸν τὸν σώζοντά με ἀπὸ ὀλιγοψυχίας καὶ ἀπὸ καταιγίδος. Ὅπερ οὖν καὶ ἀλλαχοῦ ποιῶν φαίνεται, τάχιστα τῷ λυποῦντι τὸ ἴαμα προστιθεὶς, καὶ ἀγαθὸν ἡμῖν παρέχων παίδευμα καὶ λόγῳ καὶ ἔργῳ τῆς πρὸς τὰ δεινὰ μεγαλοψυχίας· Ἀπηνήνατο, φησὶ, παρακληθῆναι ἡ ψυχή μου. Ὁρᾷς ἀκηδίας ῥήματα καὶ ἀπογνώσεως; Ἆρ᾿ οὐκ ἔδεισας ὡς περὶ ἀθεραπεύτου τοῦ Δαβίδ; Τί λέγεις; Οὐ δέχῃ παράκλησιν; ἀπελπίζεις παραμυθίαν; οὐδεὶς θεραπεύσει σε; οὐ λόγος, οὐ φίλος, οὐ συγγενὴς, οὐ συμβουλεύων, οὐ συναλγῶν, οὐ τὰ καθ᾿ ἑαυτὸν διηγούμενος, οὐ τὰ ἀρχαῖα λέγων, οὐ τὰ νῦν παρατιθεὶς, ὅσοι καὶ ἀπὸ χαλεπωτέρων κακῶν διεσώθησαν; Ἔῤῥιπται πάντα; οἴχεται; περικέκοπται; ἀπόλωλε πᾶσα ἐλπίς; κεῖσθαι δεῖ μόνον, τὸ τέλος ἐκδεχομένους; Ταῦτα ὁ μέγας Δαβὶδ, ὁ ἐν θλίψεσι πλατυνόμενος· ὁ καὶ σκιᾶς θανάτου κυκλούσης μετὰ τοῦ Θεοῦ κατεξανιστάμενος. Τί οὖν ἐγὼ πάθω, ὁ μικρὸς, ὁ ἀσθενὴς, ὁ γήινος, ὁ μὴ τοσοῦτος τῷ πνεύματι; Δαβὶδ ἰλιγγιᾷ, καὶ τίς σώζεται; Τίνα βοήθειαν εὕροιμι κακοπαθῶν, ἢ τίνα παράκλησιν; πρὸς τίνα καταφύγω στενοχωρούμενος; Ἀποκρίνεταί σοι Δαβὶδ ὁ μέγας θεραπευτὴς, ὁ καὶ πνευμάτων πονηρῶν κατεπᾴδων διὰ τοῦ ἐν αὐτῷ Πνεύματος. Πρὸς τίνα καταφεύξῃ παρ᾿ ἐμοῦ βούλει μαθεῖν, αὐτὸς δὲ οὐκ ἐπίστασαι; Τίς ὁ τὰς παρειμένας ἐνισχύων χεῖρας, καὶ γόνατα παραλελυμένα παρακαλῶν, καὶ διὰ πυρὸς ἄγων, καὶ σώζων δι᾿ ὕδατος; Οὐδὲν δεῖ σοι παρατάξεως, φησὶν, οὐχ ὅπλων, οὐ τοξοτῶν, οὐχ ἱππέων, οὐ συμβούλων, οὐ φίλων, οὐκ ἐπικουρίας τῆς ἔξωθεν. Ἔχεις ἐν σεαυτῷ τὴν συμμαχίαν, ἣν κἀγὼ καὶ πᾶς ὁ βουλόμενος. Θελῆσαι δεῖ μόνον, ὁρμῆσαι μόνον. Ἐγγὺς ἡ παράκλησις, ἐν τῷ στόματί σου, καὶ ἐν τῇ καρδίᾳ σου· Ἐμνήσθην τοῦ Θεοῦ, φησὶ, καὶ εὐφράνθην. Τί μνήμης ἑτοιμότερον; Μνήσθητι καὶ σὺ, καὶ εὐφράνθητι. Ὢ τοῦ εὐπορίστου τῆς ἰατρεία!ς ὢ τοῦ τάχους τῆς θεραπεία!ς ὢ τοῦ μεγέθους τῆς δωρεᾶ!ς Οὐ κοιμίζει μόνον ὀλιγοψυχίαν καὶ λύπην μνημονευθεὶς ὁ Θεὸς, ἀλλὰ καὶ εὐφροσύνην ἐργάζεται.

3. Βούλει καὶ ἄλλων ἀκοῦσαι φιλανθρωπίας ῥημάτων; Ἐὰν ἐπιστραφεὶς, φησὶ, πρὸς Κύριον στενάξῃς, τότε σωθήσῃ. Ὁρᾶτε τῷ στεναγμῷ τὴν σωτηρίαν συνεζευγμένην; Καὶ ἔτι λαλοῦντός σου, ἐρεῖ· Ἰδοὺ πάρειμι· καὶ φθέγξεται τῇ ψυχῇ σου· Σωτηρία σου εἰμὶ ἐγώ. Οὐδὲν μέσον τῆς αἰτήσεως καὶ τῆς ἐπιτεύξεως· οὐ χρυσὸς, οὐκ ἄργυρος, οὐ λίθοι τῶν διαφανῶν καὶ τιμίων, οὐχ ὅσοις ἄνθρωποι κάμπτονται πρὸς τὸ ἥμερον. Ὅταν εἴπῃ Σοφονίας, ὡς παρὰ τοῦ Θεοῦ λέγων ὠργισμένου καὶ χαλεπαίνοντος· Ἐξερημώσω τὰς ὁδοὺς αὐτῶν τὸ παράπαν, τοῦ μὴ διοδεύειν. Ἐξέλιπον αἱ πόλεις αὐτῶν διὰ τὸ μὴ ὑπάρχειν, μηδὲ κατοικεῖσθαι· ὅταν ἀπειλήσῃ τὰ φρικωδέστατα, ὅταν καταβάλῃ τῇ ἀθυμίᾳ, ὅταν ζόφον ἐργάσηται διὰ τῆς ἀπειλῆς, εὐθὺς ἐπάγει καὶ τὸ τῆς χρηστοτέρας ἐλπίδος φῶς, καὶ ἀνακτᾶταί με τούτοις τοῖς ῥήμασι· Πλὴν εἶπα· Φοβεῖσθέ με, καὶ δέξασθε παιδείαν, καὶ οὐ μὴ ἐξολοθρευθῆτε ἐξ ὀφθαλμῶν αὐτῆς· καὶ ἔτι φαιδροτέροις μικρὸν προιὼν καὶ φιλανθρωποτέροις· Ἐν τῷ καιρῷ ἐκείνῳ ἐρεῖ Κύριος· Θάρσει, Σιὼν, μὴ παρείσθωσαν αἱ χεῖρές σου. Κύριος ὁ Θεός σου ἐν σοὶ, δυνατὸς σῶσαί σε· καὶ ἐπάξει ἐπὶ σὲ εὐφροσύνην, καὶ καινιεῖ σε ἐν τῇ ἀγαπήσει αὐτοῦ, καὶ συνάξει τοὺς συντετριμμένους, καὶ σώσει τοὺς ἐκπεπιεσμένους, καὶ τοὺς ἀπωσμένους εἰσδέξεται. Ταῦτα καὶ οἱ ἅγιοι καὶ οἱ λογισμοὶ βούλονται, καὶ ὁ ἐμὸς ἀπαιτεῖ λόγος. Ἀλλὰ δέξασθε λόγους φρονήσεως, ὥς φησιν ὁ θεῖος Σολομὼν, ἵνα μὴ ἐμπεσόντες εἰς κακῶν βάθος καταφρονήσητε, μηδὲ ὑπὸ τῆς ἰδίας ἀμαθίας μᾶλλον ἢ τῆς κατεχούσης δυσχερείας καταποθῆτε.

4. Κύκλος τίς ἐστιν, ἀδελφοὶ, τῶν ἀνθρωπίνων πραγμάτων, καὶ παιδεύει διὰ τῶν ἐναντίων ἡμᾶς ὁ Θεός· ὥσπερ συνεστήσατο τὰ πάντα σοφῶς καὶ συνέδησεν, οὕτω σοφῶς τὸ πᾶν διεξάγων καὶ κυβερνῶν τοῖς ἀνεφίκτοις αὐτοῦ καὶ ἀνεξιχνιάστοις κρίμασιν, ἐν δὲ τοῖς πᾶσι καὶ τὰ ἡμέτερα. Κινεῖται γὰρ, ἵν᾿ οὕτως εἴπω, τὸ πᾶν περὶ τὸν ἀκίνητον, καὶ σαλεύεται, λόγῳ μὲν οὐδαμῶς (ὁ γὰρ αὐτὸς ἐν πᾶσιν ἑστὼς καὶ ἀκίνητος, κἂν διαφεύγῃ τὴν ἡμετέραν ἀσθένειαν, τοῖς δὲ καθ᾿ ἑκάστην ἡμέραν ἀπαντῶσί τε καὶ συμπίπτουσιν. Καὶ τοῦτό ἐστι δόγμα Θεοῦ παλαιόν τε καὶ πάγιον, σκότος εἶναι ἀποκρυφὴν αὐτοῦ πρὸ τῶν ἡμετέρων ὀφθαλμῶν κεχυμένον· καὶ τὰ πολλὰ μὴ καθορᾶσθαι τῆς αὐτοῦ διοικήσεως, πλὴν ὅσον ἐν ἀμυδροῖς αἰνίγμασι καὶ φαντάσμασιν· εἴτε τὸν τῦφον ἡμῶν συστέλλοντος, ἵν᾿ εἰδῶμεν τὸ μηδὲν ὄντες πρὸς τὴν ἀληθινὴν σοφίαν καὶ πρώτην, ἀλλὰ πρὸς αὐτὸν νεύωμεν μόνον, καὶ ζητῶμεν ἀεὶ ταῖς ἐκεῖθεν αὐγαῖς ἐναστράπτεσθαι· εἴτε διὰ τῆς ἀνωμαλίας τῶν ὁρωμένων καὶ περιτρεπομένων μετάγοντος ἡμᾶς ἐπὶ τὰ ἑστῶτα καὶ μένοντα. Πλὴν οὐδὲν ἀκίνητον, ὅπερ ἔφην, οὐδὲ ὁμαλὸν, οὐδὲ αὔταρκες, οὐδὲ εἰς τέλος ὅμοιον, οὔτε τὸ εὐθυμεῖν, οὔτε τὸ ἀθυμεῖν, οὐ πλοῦτος, οὐ πενία, οὐ δύναμις, οὐκ ἀσθένεια, οὐ ταπεινότης, οὐ δυναστεία, οὐ τὸ παρὸν, οὐ τὸ μέλλον, οὐ τὸ ἡμέτερον, οὐ τὸ ἀλλότριον, οὐ μικρὸν, οὐ μεῖζον, οὐχ ὅ τι ἂν εἴποι τις. Καὶ τοῦτο ἴσον ἡ ἀνισότης ἔχει, τὴν περὶ πάντα μεταβολήν. Περιχωρεῖ γὰρ τὰ πάντα ῥᾳδίως, καὶ μεταχωρεῖ, καὶ ἀντικαθίσταται· ὡς αὔραις εἶναι μᾶλλον πιστεύειν καὶ γράμμασι τοῖς καθ᾿ ὕδατος, ἢ ἀνθρώπων εὐημερίᾳ. Καὶ φθόνος μὲν εὐπραξίαν, συμφορὰν δὲ ἔλεος ἵστησιν· καὶ τοῦτο σοφῶς, κατά γε τὸν ἐμὸν λόγον, καὶ θαυμασίως, ἵνα μήτε τὸ ἀλγεῖν ἀπαραμύθητον ᾖ, μήτε τὸ εὖ πράττειν ἀπαιδαγώγητον.

5. Σωφρόνων δὲ ἀνδρῶν, οἵτινες παιδεύονται ταῖς συμφοραῖς, καὶ ὡς χρυσὸς πυρὶ καθαιρόμενοι λέγουσιν· Ἀγαθόν μοι, ὅτι ἐταπείνωσάς με, ὅπως ἂν μάθω τὰ δικαιώματά σου· ὡς τικτούσης τῆς ταπεινώσεως τὸ γινώσκειν τὰ δικαιώματα. Καὶ τὸ τοῦ Πέτρου πάσχουσιν, ἐπικαλεσαμένου τὴν σωτηρίαν ἐν τῷ μέλλειν καταδύεσθαι· καὶ μᾶλλόν τι προσχωροῦσι Θεῷ διὰ τὸ ἀλγεῖν, καὶ τὸν εὐεργέτην οἰκειοῦνται διὰ τῆς θλίψεως. Ἐπειδὴ κάμνουσα ψυχὴ ἐγγύς ἐστι Θεοῦ, καὶ τὸ χρῄζειν ἐπιστρέφει πρὸς τὸν δοῦναι δυνάμενον, τῷ ἀφθόνῳ τῆς δωρεᾶς τυχὸν καὶ καταφρονούμενον. Διὰ τοῦτο ἄνω νεύωμεν, ἀδελφοὶ, ἐν παντὶ καιρῷ καὶ περιστάσει πάσῃ προβαλώμεθα τὴν καλὴν ἐλπίδα, μήτε ἐν ταῖς εὐθυμίαις ἀποβάλωμεν τὸν φόβον, μήτε ἐν τοῖς λυπηροῖς τὸ εὔελπι. Μνησθῶμεν καὶ ἐν εὐδίᾳ τῆς ζάλης, καὶ ἐν χειμῶνι τοῦ κυβερνήτου· ἀλλὰ μὴ ταῖς θλίψεσιν ἐκκακήσωμεν, μηδὲ γενώμεθα δοῦλοι κακοὶ, ἀγαθύνοντι μὲν ἐξομολογούμενοι τῷ Δεσπότῃ, παιδεύοντι δὲ μὴ προστιθέμενοι· καίτοι ποτὲ κρείςσων ὑγιείας πόνος, καὶ ὑπομονὴ ἀνέσεως, καὶ ἐπίσκεψις ἀμελείας, καὶ ἐπιστροφὴ συγχωρήσεως. Εἴπω συντόμως, μήτε διὰ τὰς συμφορὰς πίπτωμεν, μήτε διὰ τὸν κόρον ὑβρίζωμεν.

6. Ὑποτασσώμεθα καὶ Θεῷ καὶ ἀλλήλοις, καὶ τοῖς ἐπὶ γῆς ἄρχουσιν· Θεῷ διὰ πάντα, διὰ τὴν φιλαδελφίαν ἀλλήλοις, δι᾿ εὐταξίαν τοῖς ἄρχουσιν· καὶ τοσούτῳ μᾶλλον, ὅσῳπερ ἂν ὦσιν ἡμερώτεροι καὶ χρηστότεροι. Δεινὸν ἐπιείκειαν δαπανῆσαι τῷ συνεχεῖ τῆς συγγνώμης, ἵνα μὴ καὶ τῆς ἐκείνων τραχύτητος αὐτοὶ δίκας ἀπαιτηθῶμεν, γαλήνην πνεύματι λύσαντες, καὶ φωτὶ ζόφον ἐπάγοντες, καὶ μέλιτι καταμιγνύντες ἀψίνθιον. Ἔστι καὶ οὗτος εἷς τῶν ἡμετέρων νόμων, καὶ οὗτος τῶν ἐπαινουμένων, καὶ κάλλιστα διατεταγμένων τῷ Πνεύματι, τὸ δυνατὸν μετὰ τοῦ καλοῦ δοκιμάσαντι, καὶ νομοθετήσαντι, ὥσπερ δούλους ὑπακούειν δεσπόταις, καὶ γυναῖκας ἀνδράσι, καὶ Κυρίῳ τὴν Ἐκκλησίαν, καὶ μαθητὰς ποιμέσι καὶ διδασκάλοις· οὕτω δὲ καὶ πάσαις ἐξουσίαις ὑπερεχούσαις ὑποτάσσεσθαι, οὐ μόνον διὰ τὴν ὀργὴν, ἀλλὰ καὶ διὰ τὴν συνείδησιν, ὡς ὑποτελεῖς φόρου τυγχάνοντας· καὶ μὴ κακοποιοῦντας μισεῖν τὸν νόμον, μηδὲ ἀναμένειν τὴν μάχαιραν, ἀλλὰ τῷ φόβῳ καθαιρομένους ἐπαινεῖσθαι ὑπὸ τῆς ἐξουσίας.

7. Μία καὶ ἡ αὐτὴ στάθμη· ἀλλὰ φείδεται μὲν τοῦ ὀρθοῦ, περικόπτει δὲ τὸ περιττόν. Εἷς ἥλιος· ἀλλὰ φωτίζει μὲν τὴν ὑγιαίνουσαν ὄψιν, ἀμαυροῖ δὲ τὴν ἀσθενοῦσαν. Βούλει τι καὶ τῶν ἡμετέρων εἴπω θαῤῥήσας; Εἷς Χριστός· ἀλλ᾿ εἰς πτῶσιν κεῖται καὶ ἀνάστασιν· πτῶσιν μὲν τοῖς ἀπίστοις, ἀνάστασιν δὲ τοῖς πιστεύουσι· καὶ τοῖς μὲν ἔστι πέτρα προςκόμματος, καὶ πέτρα σκανδάλου, ὅσοι μὴ ἔγνωσαν, οὐδὲ συνῆκαν, ἀλλ᾿ ἐν σκότει διαπορεύονται, εἴτε εἰδώλοις θρησκεύοντες, εἴτε μέχρι τοῦ γράμματος διαβλέποντες, καὶ ὑπὲρ τοῦτο αὐγασθῆναι μήτε θέλοντες, μήτε ἰσχύοντες· τοῖς δὲ λίθος ἀκρογωνιαῖος, καὶ πέτρα ἐπαινουμένη, ὅσοι συνδεσμοῦνται τῷ λόγῳ, καὶ ἐπ᾿ αὐτῆς βεβήκασιν· εἰ βούλει δὲ, ὁ μαργαρίτης ἐκεῖνος, ὃν πάντων ὧν ἔχει ὠνεῖται ὁ καλὸς ἔμπορος. Ἡμεῖς δὲ τοιοῦτόν τι πάσχομεν, ἀδελφοὶ, μὴ τὰ ἑαυτῶν κατορθοῦντες, ἀλλὰ πρὸς τὴν ἐξουσίαν δυσχεραίνοντες· ὥσπερ ἂν εἴ τις αἰτιῷτο τὸν ἀγωνοθέτην ὡς μοχθηρὸν, αὐτὸς ἐκπαλαίων· ἢ τὸν ἰατρὸν ὡς ἀμαθῆ καὶ θρασὺν ταῖς τομαῖς καὶ ταῖς καύσεσι κεχρημένον, αὐτὸς πονήρως διακείμενος, καὶ τῶν αὐστηροτέρων δεόμενος φαρμάκων. Ταῦτά μοι πρὸς τοὺς ἀρχομένους παραμυθία τε ἅμα καὶ νουθεσία· ταῦτα ὁ πενιχρὸς ποιμὴν καταρτίζων τὸ μικρὸν ποίμνιον, ᾧ χαίροντι συνευθυμεῖν, καὶ σκυθρωπάζοντι συστενάζειν, τῆς ἐμῆς ποιμαντικῆς ὁ νόμος.

8. Τί δὲ ὑμεῖς, οἱ δυνάσται καὶ ἄρχοντες; Ἤδη γὰρ πρὸς ὑμᾶς ὁ λόγος μέτεισιν, ἵνα μὴ δόξωμεν πάντη τυγχάνειν ἄνισοι, καὶ τοῖς μὲν τὰ εἰκότα παραινεῖν, ὑμῶν δὲ τῇ δυναστείᾳ παραχωρεῖν, ὥσπερ αἰδοῖ τὴν κατὰ Χριστὸν ἡμῶν ἐλευθερίαν, ἢ δέει ἐκκλίνοντες· ἢ τῶν μὲν κήδεσθαι μᾶλλον, ὑμῶν δ᾿ ἀμελεῖν, ὧν καὶ μᾶλλον φροντίζειν ἄξιον, ὅσῳ καὶ εἰς μείζω φέρουσα ἡ ῥοπὴ ὁποτέρως ἂν ἔχῃ, καὶ πλεῖον τὸ κατορθούμενον· τὸ γὰρ ἐναντίον ἀπείη, καὶ ἡμῶν, καὶ τοῦ λόγου. Τί οὖν φατε; καὶ τί διομολογούμεθα πρὸς ἀλλήλους; Ἆρα δέξεσθε σὺν παῤῥησίᾳ τὸν λόγον; Καὶ ὁ τοῦ Χριστοῦ νόμος ὑποτίθησιν ὑμᾶς τῇ ἐμῇ δυναστείᾳ καὶ τῷ ἐμῷ βήματι. Ἄρχομεν γὰρ καὶ αὐτοί· προσθήσω δὲ, ὅτι καὶ τὴν μείζονα καὶ τελεωτέραν ἀρχήν· ἢ δεῖ τὸ πνεῦμα ὑποχωρῆσαι τῇ σαρκὶ, καὶ τοῖς γηίνοις τὰ ἐπουράνια. Δέξῃ τὴν παῤῥησίαν, οἶδ᾿, ὅτι πρόβατον εἶ τῆς ἐμῆς ποίμνης, τῆς ἱερᾶς ἱερὸν, καὶ θρέμμα τοῦ μεγάλου Ποιμένος, καὶ καλῶς ἄνωθεν ἠγμένον ὑπὸ τοῦ Πνεύματος, καὶ τῷ φωτὶ τῆς ἁγίας καὶ μακαρίας Τριάδος ὁμοίως ἡμῖν ἐλλαμπόμενον. Διὰ τοῦτό μοι καὶ βραχὺς ὁ πρὸς σὲ λόγος καὶ σύντομος.

9. Χριστῷ συνάρχεις, Χριστῷ καὶ συνδιοικεῖς· παρ᾿ ἐκείνου σοι τὸ ξίφος, οὐκ εἰς ἔργον, ἀλλ᾿ εἰς ἀπειλήν· ὃ καθαρὸν ἀνάθημα τῷ δεδωκότι φυλάσσοιτο. Εἰκὼν εἶ τοῦ Θεοῦ· καὶ εἰκόνα διὰ χειρὸς ἄγεις, ἐνταῦθα οἰκονομουμένην, καὶ πρὸς βίον ἄλλον μεθισταμένην, εἰς ὃν πάντες μεταβησόμεθα, μικρὰ παίξαντες ἐν τῷ τῆς ζωῆς τούτῳ, εἴτε δεσμωτηρίῳ, εἴτε σταδίῳ, εἴτε προχαράγματι, εἴτε σκιάσματι. Τίμησον τὴν συμφυΐαν· αἰδέσθητι τὸ ἀρχέτυπον· γενοῦ μετὰ τοῦ Θεοῦ, μὴ τοῦ κοσμοκράτορος· μετὰ τοῦ χρηστοῦ Δεσπότου, μὴ τοῦ πικροῦ τυράννου. Ἐκεῖνος ἀνθρωποκτόνος ἦν ἀπ᾿ ἀρχῆς· ἐκεῖνος καὶ τὸν πρῶτον ἄνθρωπον διὰ τῆς παρακοῆς ἔπληξε, καὶ τὴν ἐπίμοχθον ζωὴν ἐπεισήγαγε, καὶ τὸ κολάζειν, καὶ τὸ κολάζεσθαι διὰ τὴν ἁμαρτίαν ἐνομοθέτησε. Σὺ δὲ, ἄνθρωπε τοῦ Θεοῦ, μνήσθητι τίνος εἶ ποίημα, καὶ ποῦ καλῇ, καὶ πόσα ἔχεις, καὶ πόσον ὀφείλεις, παρὰ τίνος σοι λόγος, νόμος, προφῆται, αὐτὸ τὸ εἰδέναι Θεὸν, τὸ μὴ ἀπελπίζειν τὰ προσδοκώμενα. Μίμησαι διὰ ταῦτα Θεοῦ φιλανθρωπίαν. Τοῦτο ἔχει μάλιστα θεῖον ἄνθρωπος, τὸ εὖ ποιεῖν. Ἔξεστί σοι Θεὸν γενέσθαι μηδὲν πονήσαντι· μὴ πρόῃ τὸν καιρὸν τῆς θεώσεως.

10. Ἄλλοι χρήματα κενοῦσιν, ἄλλοι σάρκας τῷ πνεύματι, καὶ νεκροῦνται Χριστῷ, καὶ κόσμου παντελῶς ἀπανίστανται· ἄλλοι καθιεροῦσι Θεῷ τὰ φίλτατα. Καὶ τὴν Ἀβραὰμ θυσίαν πάντως ἀκήκοας· ὃς προθυμότερον ἔδωκε τῷ Θεῷ τὸν μονογενῆ, τὸν ἐκ τῆς ἐπαγγελίας, καὶ εἰς ὃν ἡ ἐπαγγελία, ἢ παρὰ Θεοῦ τὸ ἀπ᾿ ἀρχῆς ἐκομίσατο. Σὲ δὲ τούτων οὐδὲν αἰτοῦμεν· ἑν ἀντὶ πάντων εἰσένεγκε, τὴν φιλανθρωπίαν· ᾗ χαίρει Θεὸς μᾶλλον, ἢ πᾶσιν ὁμοῦ τοῖς ἄλλοις· δῶρον ἴδιον, δῶρον ἄμωμον, δῶρον φιλοτιμίαν Θεοῦ προκαλούμενον. Μῖξον τῷ φόβῳ τὴν ἐπιείκειαν· κέρασον τῇ ἀπειλῇ τὴν ἐλπίδα. Πολλὰ καὶ χρηστότητα κατορθοῦσαν οἶδα, δυσωποῦσαν εἰς ὀφειλομένην ἀντίδοσιν, ὅταν βιάζεσθαι παρὸν συγχωρήσαντες, δυσωπήσωμεν εὐνοίᾳ τὸν ἐλεούμενον. Μηδὲν εἶναί σε πειθέτω τῆς ἀρχῆς ἀνάξιον· μηδὲν ἀποκλειέτω τὸν οἶκτον καὶ τὴν ἡμερότητα, μὴ καιρὸς, μὴ δυνάστης, μὴ φόβος, μὴ μειζόνων ἀρχῶν ἐλπὶς, μὴ θρασύτης τὸ πλέον ἔχουσα. Κτῆσαι τὴν εὔνοιαν ἐν τοῖς ἀναγκαίοις καιροῖς, τὴν ἄνω· χρῆσον Θεῷ τὸν ἔλεον. Οὐδεὶς μετέγνω τῶν Θεῷ τι προεισενεγκάντων. Πολύς ἐστιν εἰς ἀντίδοσιν, μάλιστα μὲν τοῖς ἐκεῖθεν ἀγαθοῖς ἀμειβόμενος τοὺς προκαταβαλόντας τι, καὶ προχρήσαντας· ἔστι δὲ ὅτε καὶ τοῖς ἐνταῦθα πρὸς πίστιν τῶν ὕστερον.

11. Ἔτι μικρὸν, καὶ ὁ κόσμος παρέρχεται, καὶ ἡ σκηνὴ καταλύεται. Πραγματευσώμεθα τὸν καιρόν· τοῖς οὐχ ἑστῶσι τὰ μένοντα ὠνησώμεθα. Ἕκαστος ἡμῶν ἐστιν ἐν ἐπιτιμίοις· καὶ ὁ χοῦς πολλὰ φέρει τὰ ὀφλήματα. Συγχωρήσωμεν, ἵνα συγχωρηθῶμεν· ἀφῶμεν, ἵνα αἰτήσωμεν ἄφεσιν. Ὁρᾷς ἐν τῷ Εὐαγγελίῳ· Χρεωφειλέτης εἰσάγεταί τις πολλῶν ταλάντων, καὶ ἀφίεται τοῦ χρέους· προσάγεται γὰρ ἀγαθῷ δεσπότῃ. Καὶ συγχωρεῖται μὲν, οὐ συγχωρεῖ δέ· δοῦλος γάρ ἐστι καὶ τὴν προαίρεσιν· ἀλλ᾿ ἧς ἔτυχε φιλανθρωπίας περὶ τὸ πλεῖον, ταύτης οὐ μεταδίδωσι τῷ ὁμοδούλῳ περὶ τὸ ἔλαττον, οὐδὲ, εἰ μή τινι ἄλλῳ, τῷ τῆς μεγαλοψυχίας ἑπόμενος ὑποδείγματι περὶ τὸ ἀλλότριον· καὶ ὁ δεσπότης ἀγανακτεῖ. Καὶ τὸ ἑξῆς σιωπήσομαι· πλὴν ἄμεινον τῷ παντὶ, προεισφέρειν τοῦ ἐκεῖσε λόγου τὴν ἐντεῦθεν χρηστότητα.

12. Τί φῄς; Ἔχομέν σε τοῖς λόγοις τούτοις, ὧν ἐραστὴς εἶναι πολλάκις καθωμολόγησας, ὦ κάλλιστε ἀρχόντων, εἴη δὲ προσθεῖναι, καὶ ἡμερώτατε; Ἢ δεῖ, καὶ τὴν πολιάν σοι ταύτην ἀνθ᾿ ἱκετηρίας προσαγαγεῖν, καὶ τὸν τῶν ἐτῶν ἀριθμὸν, καὶ τὴν μακρὰν ἱερωσύνην καὶ ἄσπιλον ταύτην, ἣν αἰδοῦνται τυχὸν καὶ ἄγγελοι, καθαρῶς τῷ καθαρωτάτῳ λατρεύοντες, ὡς τῆς ἑαυτῶν λατρείας ἀξίαν. Πείθει ταῦτα; ἤ τι τολμήσω μεῖζον; τολμηρὸν δέ με ποιεῖ τὸ ἀλγεῖν. Χριστὸν προσάγω σοι, καὶ τὴν Χριστοῦ κένωσιν τὴν ὑπὲρ ἡμῶν, καὶ τὰ τοῦ ἀπαθοῦς πάθη. καὶ τὸν σταυρὸν, καὶ τοὺς ἥλους, οἷς ἐλύθην ἐγὼ τῆς ἁμαρτίας· καὶ τὸ αἷμα, καὶ τὴν ταφὴν, καὶ τὴν ἀνάστασιν, καὶ τὴν ἄνοδον, ἢ καὶ τὴν τράπεζαν ταύτην, ᾗ κοινῇ πρόσιμεν· καὶ τοὺς τύπους τῆς ἐμῆς σωτηρίας, οὓς ἀπὸ τοῦ αὐτοῦ τελῶ στόματος, ἀφ᾿ οὗ ταῦτα πρὸς σὲ πρεσβεύω, τὴν ἱερὰν καὶ ἄνω φέρουσαν ἡμᾶς μυσταγωγίαν.

13. Εἰ καὶ μὴ δι᾿ ἑν τούτοιν, ἀλλ᾿ οὖν διὰ πάντα, δὸς καὶ ἡμῖν καὶ σεαυτῷ τὴν χάριν, καὶ τῇ κατ᾿ οἶκόν σου Ἐκκλησίᾳ, καὶ τῷ καλῷ τούτῳ Χριστοῦ πληρώματι· ὃ νόμισον ἡμῖν συμπρεσβεύειν, εἰ καὶ ἡμῖν παραχωρεῖ τῆς πρεσβείας, ὡς αἰδεσιμωτέροις διὰ τὸν τιμήσαντα, καὶ ἅμα τῷ τῆς ἀρχῆς νόμῳ κατείργεται. Ἓν τοῦτο καλῶς ἡττήθητι· νίκησον ἡμᾶς φιλανθρωπίᾳ. Ἰδοὺ προσάγω σοι τοὺς ἐμοὺς ἱκέτας ἐναντίον Θεοῦ, καὶ ἀγγέλων, καὶ βασιλείας οὐρανῶν, καὶ τῆς ἐκεῖθεν ἀνταποδόσεως. Τίμησον τὴν ἐμὴν πίστιν, ἣν ἐπιστεύθην τε καὶ ἐπίστευσα· ὡς ἂν καὶ ἡ σὴ τιμηθείη περὶ τὰ μείζω καὶ τελεώτερα. Κεφάλαιον δὲ τοῦ λόγου, ἔχεις καὶ αὐτὸς ἐν οὐρανῷ Κύριον· τοιούτου τύχοις περὶ σεαυτὸν τοῦ κριτοῦ, οἷόσπερ ἂν αὐτὸς γένῃ τοῖς ἀρχομένοις. Τύχοιμεν δὲ πάντες, καὶ τῶν ἐντεῦθεν χρηστῶν, καὶ τῶν ἐκεῖθεν ἀνεκτοτέρων, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος, ᾧ τιμὴ καὶ βασιλεία, σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, ὥσπερ ἦν, καὶ προῆν, καὶ ἔσται, καὶ νῦν, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΛΟΓΟΣ 18.

Ἐπιτάφιος εἰς τὸν πατέρα, παρόντος Βασιλείου.

1. Ἄνθρωπε τοῦ Θεοῦ, καὶ πιστὲ θεράπον, καὶ οἰκονόμε τῶν τοῦ Θεοῦ μυστηρίων, καὶ ἄνερ ἐπιθυμιῶν τῶν τοῦ Πνεύματος· οὕτω γὰρ ἡ Γραφὴ καλεῖ τοὺς διαβεβηκότας καὶ ὑψηλοὺς, καὶ ὑπεράνω τῶν ὁρωμένων. Καλῶ δέ σε καὶ Θεὸν Φαραὼ πάσης Αἰγυπτιακῆς καὶ ἀντικειμένης δυνάμεως, καὶ στύλον, καὶ ἑδραίωμα τῆς Ἐκκλησίας, καὶ θέλημα Κυρίου, καὶ φωστῆρα ἐν κόσμῳ λόγον ζωῆς ἐπέχοντα, καὶ πίστεως ἔρεισμα, καὶ Πνεύματος καταγώγιον. Καὶ τί ἂν πάσας ἀπαριθμοίμην τὰς προσηγορίας, ὅσας ἡ ἀρετή σοι πεποίηκεν, ἄλλη τις ἄλλην οἰκειοῦσά τε καὶ προσάγουσα;

2. Πλὴν εἰπέ· πόθεν πάρει; καὶ τίς σου ἡ ἐργασία; καὶ τί χαριούμενος ἥκεις ἡμῖν; Ἐπειδὴ πάντα σε σὺν Θεῷ, καὶ παρὰ Θεοῦ κινούμενον ἔγνων, καὶ ἐπ᾿ εὐεργεσίᾳ τῶν δεχομένων. Ἥκεις ἡμᾶς ἐποπτεύσων, ἢ τὸν ποιμένα ζητήσων, ἢ τὸ ποίμνιον ἐποψόμενος; Ἡμᾶς μὲν οὐκ ἔτι ὄντας, ἀλλὰ τῷ πλείστῳ μέρει συναπελθόντας, καὶ τῷ τόπῳ τῆς κακώσεως δυσχεραίνοντας· καὶ νῦν μάλιστα, ἡνίκα τὸν ἐπιστήμονα κυβερνήτην, ἢ τὸν λαμπτῆρα τῆς ζωῆς ἡμῶν ἀποβεβλήκαμεν, πρὸς ὃν ἀπηυθυνόμεθα βλέποντες, ἄνωθεν ἡμῖν τὴν σωτηρίαν πυρσεύοντα· ἐκεῖνον μετὰ τοῦ καλοῦ παντὸς ἐκδημήσαντα, καὶ πάσης τῆς ποιμαντικῆς εὐταξίας, ἣν χρόνῳ μακρῷ συνελέξατο, πλήρης ἡμερῶν τε ὁμοῦ καὶ φρονήσεως, καὶ τῷ τῆς καυχήσεως γήρᾳ, εἰ δεῖ τὸ τοῦ Σολομῶντος εἰπεῖν, στεφανούμενος. Ποίμνιον ἠπορημένον, καὶ καταβεβλημένον, καὶ ὁρᾷς ὅσης γέμον ἀθυμίας καὶ κατηφείας· οὐκ ἔτι τόπῳ χλόης ἐναναπαυόμενον, οὐδὲ ὕδατι ἀναπαύσεως ἐκτρεφόμενον· ζητοῦν κρημνοὺς, καὶ ἐρημίας, καὶ βάραθρα, καθ᾿ ὧν σπαρήσεται, καὶ διαφθαρήσεται· ἀπιστοῦν εἴ ποτε καὶ ἄλλου ποιμένος συνετοῦ ἐπιτεύξεται, ὅτι μὲν οὐ τοιούτου, καὶ λίαν πεπεισμένον, ἀγαπῶν δ᾿ ἂν, καὶ εἰ μὴ παραπολὺ χείρονος.

3. Τριῶν δὲ ὄντων, ὅπερ ἔφην, ἅ σοι τὴν παρουσίαν ἀναγκαίαν ποιεῖ, καὶ πάντων ἐξ ἴσης, ἡμῶν, τοῦ ποιμένος, τῆς ποίμνης· φέρε, κατὰ τὸ ἐν σοὶ πνεῦμα τῆς θεραπείας, ἀπόδος ἑκάστῳ τὸ πρόσφορον, καὶ οἰκονόμησον ἐν κρίσει τὸν λόγον, ἵνα σε καὶ μᾶλλον τῆς σοφίας θαυμάσωμεν. Οἰκονομήσεις δὲ πῶς; Τὸν μὲν ἐπαινέσας τῆς ἀρετῆς τὰ εἰκότα, οὐ μόνον ἵν᾿ ἐντάφιον τῷ καθαρῷ καθαρὸν ἐπιβάλῃς τὸν λόγον, ἀλλ᾿ ἵνα καὶ τοῖς ἄλλοις εὐσεβείας χαρακτῆρα, τὴν ἐκείνου προθείης πολιτείαν τε καὶ παραίνεσιν. Ἡμῖν δὲ περὶ ζωῆς καὶ θανάτου βραχέα φιλοσοφήσας, καὶ τῆς κατὰ σῶμα καὶ ψυχὴν συζυγίας καὶ διαζεύξεως, καὶ τῶν δύο κόσμων, τοῦ τε παρόντος καὶ οὐχ ἑστῶτος, καὶ τοῦ νοουμένου καὶ μένοντος· καὶ πείσας, τοῦ μὲν περιφρονεῖν τὸ ἀπατηλὸν, καὶ ἄτακτον, καὶ ἀνώμαλον, καὶ, ὥσπερ ἐν κύμασιν, ἄνω καὶ κάτω φέρον τε καὶ φερόμενον· τοῦ δὲ προστίθεσθαι τῷ παγίῳ, καὶ σταθερῷ, καὶ θεοειδεῖ, καὶ ὡσαύτως ἔχοντι, καὶ πάσης ἐλευθέρῳ ταραχῆς καὶ συγχύσεως. Οὕτω γὰρ ἂν ἧττον ἀνιῷεν ἡμᾶς οἱ προεκδημήσαντες· ἀλλὰ καὶ ἥδοιεν, εἰ ἐνθένδε ἀπάγων ἡμᾶς ὁ λόγος, ἄνω τιθείη, καὶ τὸ παρὸν ἀηδὲς ἐναποκρύπτοι τῷ μέλλοντι, καὶ πείθοι, ὅτι καὶ αὐτοὶ παρὰ Δεσπότην ἀγαθὸν ἐπειγόμεθα, καὶ βελτίων ἡ κατοικία τῆς παροικίας· καὶ ὅπερ ἐστὶ τοῖς πλέουσι λιμὴν εὔδιος, τοῦτο τοῖς ἐνταῦθα χειμαζομένοις ἡ ἐκεῖσε μετάστασις καὶ μετάθεσις· ἢ ὥσπερ οἱ μακρὰν ὁδὸν προκαταλύσαντες, τῶν ὁδοιπορούντων καὶ μοχθούντων ἔτι ῥᾴους καὶ ἀπονώτεροι· οὕτως οἱ ἐπιτυχόντες τοῦ ἐκεῖ καταλύματος, τῶν ἔτι τὴν σκολιὰν καὶ κρημνώδη τοῦ βίου τούτου τεμνόντων ὁδὸν, ἀμείνους καὶ ἀνεκτότεροι.

4. Ἡμᾶς μὲν οὕτω παραμυθήσῃ· τὴν ποίμνην δὲ πῶς; Πρῶτον μὲν τὴν σὴν ὑποσχόμενος ἐπιστασίαν καὶ ἡγεμονίαν, οὗ πᾶσι καλὸν ὑπὸ τὰς πτέρυγας ἀναπαύεσθαι, καὶ οὗ διψῶμεν τῆς φωνῆς μᾶλλον, ἢ πηγῆς τῆς καθαρωτάτης οἱ δίψει κάμνοντες. Δεύτερον δὲ πείσας, ὡς οὐδὲ νῦν ἡμᾶς ἀπολέλοιπεν ὁ Ποιμὴν ὁ καλὸς, ὁ τιθεὶς τὴν ψυχὴν ὑπὲρ τῶν προβάτων· ἀλλὰ καὶ πάρεστι, καὶ ποιμαίνει, καὶ ὁδηγεῖ, καὶ γινώσκει τὰ ἴδια, καὶ γινώσκεται ὑπὸ τῶν ἰδίων· σωματικῶς μὲν οὐχ ὁρώμενος, πνευματικῶς δὲ συγγινόμενος, καὶ προπολεμῶν τῆς ποίμνης κατὰ τῶν λύκων, καὶ οὐδενὶ συγχωρῶν διὰ τῆς αὐλῆς ὑπερβαίνοντι λῃστρικῶς τε καὶ ἐπιβούλως, ξένῃ φωνῇ κατασύρειν καὶ διακλέπτειν ψυχὰς τῇ ἀληθείᾳ καλῶς ἠγμένας. Πείθομαι δ᾿, ὅτι καὶ τῇ πρεσβείᾳ νῦν μᾶλλον, ἢ πρότερον τῇ διδασκαλίᾳ, ὅσῳ καὶ μᾶλλον ἐγγίζει Θεῷ, τὰς σωματικὰς πέδας ἀποσεισάμενος, καὶ τῆς ἐπιθολούσης τὸν νοῦν ἰλύος ἀπηλλαγμένος, καὶ γυμνῷ γυμνὸς ἐντυγχάνων τῷ πρώτῳ καὶ καθαρωτάτῳ νοῒ, τάξεως καὶ παῤῥησίας ἀγγελικῆς, εἰ μὴ τολμηρὸν τοῦτο εἰπεῖν, ἀξιούμενος, Ταῦτα μὲν οὖν αὐτὸς διαθήσεις καὶ φιλοσοφήσεις ἄμεινον ἢ ὡς ἂν αὐτὸς παραδείξαιμι, καὶ λόγου δυνάμει καὶ πνεύματος. Ἵνα δὲ μὴ δι᾿ ἄγνοιαν τῶν ἐκείνου καλῶν παραπολὺ τῆς ἀξίας ὁ λόγος ἐλαττωθῇ, βραχέα τῆς εὐφημίας, ἐξ ὧν αὐτὸς συνεπίσταμαι τῷ ἀπελθόντι, σκιαγραφήσω, καὶ προχαράξω, καὶ παραδώσω σοι, τῷ καλῷ τῶν τοιούτων γραφεῖ, τῆς ἀρετῆς τῆς ἐκείνου τὸ κάλλος ἀπακριβῶσαι, καὶ παραδοῦναι ταῖς πάντων ἀκοαῖς τε καὶ διανοίαις.

5. Ἐκεῖνος τοίνυν (ἵνα πατρίδα, καὶ γένος, καὶ σώματος εὐφυΐαν, καὶ τὴν ἔξωθεν περιφάνειαν, καὶ τἄλλα οἷς μέγα φρονοῦσιν ἄνθρωποι, τοῖς τῶν ἐγκωμίων νόμοις παρεὶς, ἐκ τῶν ἡμῖν πρώτων καὶ οἰκειοτάτων ἄρξωμα)ι, ῥίζης ἐγένετο βλάστημα οὐκ ἐπαινετῆς, οὐδὲ εὐφυοῦς εἰς εὐσέβειαν (οὐ γὰρ αἰσχύνομαι τοῖς πρώτοις, τοῖς τελευταίοις θαῤῥῶν), οὐδὲ ἐν τῷ οἴκῳ τοῦ Θεοῦ πεφυτευμένης, ἀλλὰ καὶ λίαν ἀτόπου καὶ ἀλλοκότου, ἐκ δυοῖν τοῖν ἐναντιωτάτοιν συγκεκραμένης, Ἑλληνικῆς τε πλάνης, καὶ νομικῆς τερατείας· ὧν ἀμφοτέρων τὰ μέρη φυγὼν, ἐκ μερῶν συνετέθη. Τῆς μὲν γὰρ τὰ εἴδωλα καὶ τὰς θυσίας ἀποπεμπόμενοι, τιμῶσι τὸ πῦρ καὶ τὰ λύχνα· τῆς δὲ τὸ Σάββατον αἰδούμενοι, καὶ τὴν περὶ τὰ βρώματα ἔστιν ἂ μικρολογίαν, τὴν περιτομὴν ἀτιμάζουσιν. Ὑψιστάριοι τοῖς ταπεινοῖς ὄνομα, καὶ ὁ Παντοκράτωρ δὴ μόνος αὐτοῖς σεβάσμιος. Καὶ οὕτω διφυής τις ὢν εἰς ἀσέβειαν, ἐκ τίνος τί γίνεται; Οὐκ οἶδα, πότερον τὴν καλέσασαν αὐτὸν χάριν ἐπαινέσω πλέον, ἢ τὴν ἐκείνου προαίρεσιν. Πλὴν οὕτω τὸν τῆς διανοίας ὀφθαλμὸν τῆς ἐπικειμένης αὐτῷ λήμης ἀνεκαθάρθη, καὶ τοσούτῳ τάχει τῇ ἀληθείᾳ προσέδραμεν, ὥστε ὅτι μὲν καὶ μητρὸς, καὶ οὐσίας ἐκπεσεῖν ἄχρι τινὸς, ὑπὲρ τοῦ ἄνω Πατρὸς καὶ τῆς ἀληθινῆς κληρονομίας ἠνέσχετο, καὶ ῥᾷον ἤνεγκε τὴν ἀτιμίαν ταύτην, ἢ τὰς μεγίστας τιμὰς ἕτεροι, τοῦτο μὲν ἧττον θαυμάζω, καίτοι λίαν ὂν θαυμαστόν. Διατί; Ὅτι κοινὸν αὐτῷ πρὸς πολλοὺς ἄλλους τὸ φιλοτίμημα, καὶ πάντας εἴσω γενέσθαι δεῖ τῆς μεγάλης τοῦ Θεοῦ σαγήνης, καὶ τοῖς τῶν ἁλιέων λόγοις σαγηνευθῆναι, κἂν οἱ μὲν πρότερον, οἱ δὲ ὕστερον τῷ Εὐαγγελίῳ περιληφθῶσιν. Ὃ δὲ μάλιστά μοι τῶν ἐκείνου θαυμάζειν ἔπεισι, τοῦτο εἰπεῖν ἀναγκαῖον.

6. Ἐκεῖνος καὶ πρὸ τῆς ἡμετέρας αὐλῆς ἦν ἡμέτερος· εἰσεποίει γὰρ αὐτὸν ἡμῖν ὁ τρόπος. Ὥσπερ γὰρ πολλοὶ τῶν ἡμετέρων οὐ μεθ᾿ ἡμῶν εἰσιν, οὓς ὁ βίος ἀλλοτριοῖ τοῦ κοινοῦ σώματος· οὕτω πολλοὶ τῶν ἔξωθεν πρὸς ἡμῶν, ὅσοι τῷ τρόπῳ τὴν πίστιν φθάνουσι, καὶ δέονται τοῦ ὀνόματος, τὸ ἔργον ἔχοντες. Τούτων καὶ ὁ ἐμὸς ἦν πατὴρ, πτόρθος ἀλλότριος, τῷ βίῳ πρὸς ἡμᾶς ἐπικλίνων. Σωφροσύνῃ μέν γε τοσοῦτον διήνεγκεν, ὥστε ὁ αὐτὸς ἐρασμιώτατός τε ἅμα γενέσθαι καὶ κοσμιώτατος· ἃ χαλεπὸν ἀμφότερα συνδραμεῖν. Δικαιοσύνης δὲ τί μεῖζον γνώρισμα καὶ περιφανέστερον, ἢ ὅτι πολιτείας οὐ τὰ δεύτερα ἐσχηκὼς, οὐδὲ μιᾷ δραχμῇ πλείω τὴν οὐσίαν πεποίηκε, καίτοιγε τοὺς ἄλλους ὁρῶν τὰς Βριάρεω χεῖρας ἐπιβάλλοντας τοῖς δημοσίοις, καὶ τοῖς κακοῖς πόροις φλεγμαίνοντας; οὕτω γὰρ ἐγὼ καλῶ τὴν ἄδικον εὐπορίαν. Φρονήσεως δὲ, μικρὰ μὲν οὐδὲ ταῦτα γνωρίσματα, δηλώσει δὲ τὰ πλείω προιὼν ὁ λόγος. Τούτων καὶ μισθὸν, οἶμαι, τὴν πίστιν ἠνέγκατο. Τὸ δὲ ὅπως (οὐδὲ γὰρ ἄξιον σιωπᾶσθαι πρᾶγμα τοσοῦτον), αὐτοὶ παραστήσωμεν.

7. Γυναῖκα μὲν ἀνδρείαν τίς εὑρήσει; τῆς θείας ἤκουσα λεγούσης Γραφῆς· καὶ τὸ δῶρον θεόθεν εἶναι, τὴν ἀγαθὴν παρὰ τοῦ Κυρίου συζυγίαν ἁρμόζεσθαι. Τὸ δ᾿ αὐτὸ δοκεῖ καὶ τοῖς ἔξωθεν· εἴπερ ἐκείνων τὸ, Γυναικὸς ἀνὴρ χρῆμ᾿ οὐδὲν ληίζεται κάλλιον ἐσθλῆς, οὐδὲ χεῖρον τῆς ἐναντίας. Τοῦ δὲ οὐκ ἔστιν εἰπεῖν, ὅστις κατὰ τοῦτο εὐδαιμονέστερος. Οἶμαι γὰρ, εἴ τις ἐκ περάτων γῆς, καὶ παντὸς γένους ἀνθρώπων, τὴν ἀρίστην ἁρμόσασθαι συζυγίαν ἐσπούδασεν, οὐκ εἶναι ταύτης εὑρεῖν ἀμείνω καὶ ἁρμοδιωτέραν. Οὕτω γὰρ ἀνδρῶν καὶ γυναικῶν εἰς ἑν συνῆλθε τὰ κράτιστα, ὥστε οὐχ ἧττον ἀρετῆς ἢ σωμάτων γενέσθαι συζυγίαν τὸν γάμον· ἐπεὶ τῶν ἄλλων κρατοῦντες, ἀλλήλων κρατεῖν οὐκ εἶχον, διὰ τὸ τῆς ἀρετῆς ἰσόῤῥοπον καὶ ὁμότιμον.

8. Καὶ τῷ μὲν Ἀδὰμ ἡ δοθεῖσα κατ᾿ αὐτὸν βοηθὸς (ἐπειδὴ καλὸν ἦν μὴ μόνον εἶναι τὸν ἄνθρωπον), ἀντὶ συνεργοῦ πολεμία κατέστη, καὶ οὐχ ὁμόζυγος, ἀλλ᾿ ἀντίθετος· κλέψασα τὸν ἄνδρα δι᾿ ἡδονῆς, καὶ τῷ ξύλῳ τῆς γνώσεως τοῦ ξύλου τῆς ζωῆς ἀλλοτριώσασα. Τῷ δὲ οὐ συνεργὸς μόνον ἡ παρὰ Θεοῦ δοθεῖσα (ἧττον γὰρ τοῦτο θαυμαστὸν), ἀλλὰ καὶ ἀρχηγὸς γίνεται, ἔργῳ τε καὶ λόγῳ πρὸς τὰ κράτιστα δι᾿ ἑαυτῆς ἄγουσα· καὶ τὰ μὲν ἄλλα τοῦ ἀνδρὸς κρατεῖσθαι νόμῳ συζυγίας ἄριστον εἶναι κρίνουσα, τῆς εὐσεβείας δὲ οὐκ αἰσχυνομένη παρέχειν ἑαυτὴν καὶ διδάσκαλον. Ὃ θαυμάζειν μὲν ἐκείνης ἄξιον, θαυμάζειν δὲ πλέον τὸν ἑκοντὶ ἡττώμενον. Ἐκείνη γάρ ἐστιν ἡ, τῶν ἄλλων γυναικῶν κάλλει φιλοτιμουμένων καὶ ὑψουμένων, ὅσον τε φυσικὸν καὶ ὅσον ἐπίπλαστον, ἑν ἐπισταμένη κάλλος, τὸ τῆς ψυχῆς, καὶ τὸ τὴν θείαν εἰκόνα ἢ συντηρεῖν, ἢ ἀνακαθαίρειν εἰς δύναμιν· τοὺς δὲ γραπτοὺς καὶ τεχνητοὺς κόσμους, ταῖς ἐπὶ τῆς σκηνῆς ἀποῤῥίψασα. Μίαν δὲ ἀληθινὴν εὐγένειαν γινώσκουσα, τὴν εὐσέβειαν, καὶ τὸ εἰδέναι πόθεν τε γεγόναμεν, καὶ ποῖ καταντήσομεν. Ἕνα δὲ πλοῦτον ἀσφαλῆ τε καὶ ἄσυλον, τὸ ἀποπλουτεῖν Θεῷ, καὶ τοῖς πένησι, καὶ μάλιστα τῶν ἐκ γένους τοῖς ἀπανθήσασιν· οἷς τὸ μὲν ἄχρι τῆς χρείας ἐπαρκεῖν, οὐ λύσιν τῆς συμφορᾶς, ἀλλ᾿ ὑπόμνησιν ἔχειν ἐνόμιζεν· τὸ δὲ ἐλευθεριώτερον εὖ ποιεῖν, τοῦτο εἶναι τιμῆς βεβαίας καὶ παραμυθίας τελεωτάτης. Καὶ τῶν μὲν τῇ οἰκωφελείᾳ προεχουσῶν, τῶν δὲ τῇ εὐσεβείᾳ (καὶ γὰρ χαλεπὸν ἀμφοτέρων ἐπιτυχεῖν), ἀμφοτέροις ἁπάσας νικήσασα, καὶ τῷ περὶ ἑκάτερον ἄκρῳ, καὶ τῷ μόνη τὰ δύο συναγαγεῖν. Οὕτω μὲν τὸν οἶκον συναύξουσα ταῖς ἑαυτῆς ἐπιμελείαις καὶ περινοίαις, κατὰ τοὺς Σολομῶντος περὶ τῆς ἀνδρείας γυναικὸς ὅρους καὶ νόμους, ὡς εὐσεβεῖν οὐκ εἰδυῖα· οὕτω δὲ προσκειμένη Θεῷ καὶ τοῖς θείοις, ὡς οἰκουρίας πλεῖστον ἀπέχουσα· καὶ οὐδὲν ὑπὸ τοῦ ἑτέρου παραβλαπτομένη πρὸς θάτερον, ἀμφότερα δὲ δι᾿ ἀλλήλων κρατύνουσα.

9. Τίς μὲν ἔλαθεν ἐκείνην, εὐχῆς ἢ καιρὸς, ἢ τόπος; ὃ καὶ πρῶτον ἦν αὐτῇ πάντων τῆς ἡμέρας κίνημα. Μᾶλλον δὲ τίς οὕτως ἔχειν ὁμοῦ τῷ αἰτεῖν τὸ αἰτούμενον ἤλπισεν; Τίς δὲ ἱερέων οὕτως ᾐδέσθη χεῖρα καὶ πρόσωπον, ἢ πᾶν εἶδος φιλοσοφίας ἐτίμησεν; Τίς δὲ μᾶλλον νηστείαις καὶ ἀγρυπνίαις τὰς σάρκας ὑπέσπασεν, ἢ ψαλμῳδίαις ἑαυτὴν ἐστήλωσε παννύχοις τε καὶ ἡμερησίαις; Τίς μὲν παρθενίαν ἠγάσθη πλέον, καίπερ ἀνασχομένη δέσεως; Τίς δὲ ὀρφανῶν καὶ χηρῶν ἀμείνων ἐγένετο παραστάτις; τίς δὲ πενθοῦσι τὰς συμφορὰς οὕτω συνυπεκούφισε; Καὶ ταῦτα δὴ, τὰ μικρὰ μὲν ἴσως, τυχὸν δέ τισι καὶ διαπτυόμενα, ὅτι μηδὲ προσιτὰ ῥᾳδίως τοῖς πλείοσι (τὸ γὰρ οὐκ ἐφικτὸν οὐδὲ πιστόν πως διὰ τὸν φθόνον), ἐμοὶ δὲ καὶ λίαν τιμώμενα, ὅτι πίστεως ἦν εὑρήματα, καὶ πνευματικῆς ζέσεως ἐγχειρήματα. Οἷον τὸ μήποτε φωνὴν αὐτῆς ἐν ἱεροῖς ἀκουσθῆναι συλλόγοις, ἢ τόποις, ἔξω τῶν ἀναγκαίων καὶ μυστικῶν.

10. Καὶ εἰ μέγα τῷ θυσιαστηρίῳ ποτὲ τὸ μὴ πέλεκυν ἐπ᾿ αὐτὸ ἀναβῆναι, μηδὲ ὀφθῆναι, ἢ ἀκουσθῆναι λαξευτήριον (λόγῳ μείζονι, ὡς δέον φυσικὸν καὶ ἄτεχνον εἶναι πᾶν τῷ Θεῷ καθιερούμενον), πῶς οὐχὶ καὶ παρ᾿ ἐκείνης μέγα, τὸ σιωπῇ τιμᾶσθαι τὰ ἅγια, τὸ μήποτε νῶτα δοθῆναι τῇ σεβασμίῳ τραπέζῃ, μηδὲ καταπτυσθῆναι θεῖον ἔδαφος, τὸ μήποτε δεξιὰν ἐμβληθῆναι ἢ χείλη μιγῆναι χερσὶν Ἑλληνικαῖς ἢ χείλεσι μηδὲ τῆς τἄλλα κοσμιωτάτης γυναικὸς καὶ οἰκειοτάτης; ἀλλὰ μηδὲ ἁλῶν κοινωνῆσαι, μὴ ὅτι ἑκοῦσαν, ἀλλὰ μηδὲ βιασθεῖσαν, τοῖς ἀπὸ τῆς βεβήλου καὶ ἀνάγνου τραπέζης· μηδὲ μιαρὸν οἶκον ἢ παρελθεῖν ποτε, ἢ ἰδεῖν ἀνασχέσθαι, παρὰ τὴν τοῦ συνειδότος νομοθεσίαν· μηδὲ διηγήμασιν Ἑλληνικοῖς, ἢ ᾄςμασι θεατρικοῖς καταμολυνθῆναι τὴν ἀκοὴν, ἢ τὴν γλῶσσαν, τὴν τὰ θεῖα δεχομένην ἢ φθεγγομένην (οὐδὲν γὰρ ἱεροῖς πρέπειν ἀνίερον)· καὶ ὃ τούτων θαυμασιώτερον, τὸ μήποτε τοσοῦτον δοῦναι πένθει σωματικῷ, καίτοιγε διαφερόντως καμπτομένην καὶ τοῖς τῶν ξένων πάθεσιν, ὥστε ἢ γοεράν ποτε πρὸ τῆς εὐχαριστίας ῥαγῆναι φωνὴν, ἢ δάκρυον ἐκπεσεῖν βλεφάρου μυστικῶς σφραγισθέντος, ἢ σχῆμα πένθιμον παραμένειν, καίτοιγε πολλῶν πολλάκις συμπεσόντων αὐτῇ λυπηρῶν, λαμπρᾶς παρούσης ἡμέρας. Ψυχῆς γὰρ εἶναι θεοφιλοῦς ὑποκλίνειν τοῖς θείοις ἅπαν ἀνθρώπινον.

11. Καὶ σιωπῶ τὰ τούτων ἀποῤῥητότερα, ὧν Θεὸς μάρτυς, καὶ τῶν πιστῶν θεραπαινίδων αἷς τὰ τοιαῦτα ἐπίστευσε. Τὸ γὰρ καθ᾿ ἡμᾶς ἴσως οὐδὲ μνήμης ἀξιωτέον, ὡς ἀναξίους τοῦ ἐλπισθέντος· εἰ κἀκείνῃ μέγα τὸ ἐπιχείρημα, ὅτι καὶ πρὸ γενέσεως ἡμᾶς καθυπέσχετο τῷ Θεῷ, μηδὲν τὸ μέλλον εὐλαβηθεῖσα, καὶ γεννηθέντας εὐθὺς ἀνέθηκε. Θεοῦ δὲ τὸ μὴ πάντη διαμαρτεῖν αὐτὴν τῆς εὐχῆς, μηδὲ ἀπωσθῆναι τὸ καλλιέρημα. Τούτων μὲν οὖν τὰ μὲν παρῆν ἤδη, τὰ δὲ ἔμελλε, ταῖς κατὰ μέρος προςθήκαις αὐξόμενα. Καὶ καθάπερ ἥλιος ἥδιστον ταῖς ἑωθιναῖς προσβάλλων ἀκτῖσι, ταῖς μεσημβριναῖς θερμότερος ἵσταται καὶ φαιδρότερος· οὕτω καὶ αὕτη, οὐ μικρὰ τὰ τῆς εὐσεβείας ἀπ᾿ ἀρχῆς ὑποφαίνουσα, τῷ τελευταίῳ φωτὶ πλέον ἐξέλαμψε. Τότε δ᾿ οὖν κέντρον οὐ μικρὸν εὐσεβείας οἴκοθεν εἶχεν αὐτὴν ὁ εἰσοικισάμενος, ἄνωθεν μὲν, καὶ ἐκ προγόνων φιλόθεόν τε καὶ φιλόχριστον, καὶ πατρῷον κλῆρον διαδεξαμένην τὸν τῆς ἀρετῆς· ἀλλ᾿ οὐκ ἐκ τῆς ἀγριελαίου, καθὼς ἐκεῖνος, ἐγκεντρισθεῖσαν εἰς καλλιέλαιον, οὐ φέρουσαν δὲ τὸ ἑτεροζυγεῖν δι᾿ ὑπερβολὴν πίστεως· ἀλλὰ τοῦτο μόνον φιλοσοφῆσαι μὴ δυναμένην, τἄλλα καρτερικωτάτην οὖσαν γυναικῶν καὶ ἀνδρικωτάτην, τὸ ἐξ ἡμισείας ἡνῶσθαι τῷ Θεῷ διὰ τὴν τοῦ τμήματος ἀλλοτρίωσιν, ἀλλὰ μὴ προστεθῆναι τῇ σωματικῇ συναφείᾳ τὴν συμφυΐαν τοῦ πνεύματος· καὶ διὰ τοῦτο προσπίπτουσαν μὲν τῷ Θεῷ νυκτὸς καὶ ἡμέρας, καὶ παρ᾿ αὐτοῦ τὴν σωτηρίαν τῆς κεφαλῆς αἰτουμένην ἐν πολλαῖς νηστείαις καὶ δάκρυσι, προσκειμένην δὲ τῷ ἀνδρὶ φιλοπόνως, καὶ πολυτρόπως αὐτὸν ἐμπορευομένην, ὀνειδισμοῖς, νουθεσίαις, θεραπείαις, ἀλλοτριώσεσι, τὸ μέγιστον, τῷ οἰκείῳ τρόπῳ, καὶ τῷ θερμοτέρῳ περὶ τὴν εὐλάβειαν, ᾧ μάλιστα ψυχὴ κάμπτεται καὶ μαλάσσεται, πρὸς ἀρετὴν ἑκουσίως βιαζομένη. Ἔμελλε δὲ ἄρα κοιλαίνειν τὴν πέτραν ἡ τοῦ ὕδατος ῥανὶς ἀεὶ πλήττουσα, καὶ χρόνῳ διανύσειν τὸ σπουδαζόμενον· δηλοῖ δὲ τὰ ἐφεξῆς.

12. Ἡ μὲν καὶ ᾔτει ταῦτα καὶ ἤλπιζεν, ἅτε τῇ πίστει μᾶλλον ἢ τῇ νεότητι ζέουσα. Καὶ γὰρ οὐδεὶς οὕτως ἐθάῤῥει τοῖς παροῦσιν, ὡς αὕτη τοῖς ἐλπισθεῖσι, πείρᾳ μαθοῦσα τοῦ Θεοῦ τὸ φιλόδωρον. Τῷ δὲ συνείργει μὲν πρὸς σωτηρίαν καὶ ὁ λογισμὸς, κατὰ μικρὸν τὴν θεραπείαν παραδεχόμενος· συνείργει δὲ καὶ ὀνειράτων ὄψις, οἷς εὐεργετεῖ πολλάκις Θεὸς ψυχὴν ἀξίαν τοῦ σώζεσθαι. Ἀλλὰ τίς ἡ ὄψις; Ἐνταῦθά μοι καὶ τὸ τοῦ διηγήματος ἥδιστον· Ἔδοξεν, ὃ μήπω πρότερον, καίτοι πολλάκις τῆς γυναικὸς ἱκετευούσης καὶ δεομένης, ψάλλειν ἐκ τῶν τοῦ θείου Δαβὶδ ἐκεῖνο τὸ μέρος· Εὐφράνθην ἐπὶ τοῖς εἰρηκόσι μοι· εἰς οἶκον Κυρίου πορευσόμεθα. Καὶ ἡ ψαλμῳδία ξένη, καὶ ὁ πόθος τῇ ᾠδῇ συνειςέρχεται. Καὶ ὡς ἤκουσεν ἡ τῆς εὐχῆς ἐπιτυχοῦσα, τὸν καιρὸν ἁρπάζει, ὑποκριναμένη τε τὴν ὄψιν πρὸς τὸ ἥδιστον μετὰ τῆς ἀληθείας, καὶ τῇ χαρᾷ δηλοῦσα τῆς εὐεργεσίας τὸ μέγεθος, καὶ τὴν σωτηρίαν ἐπιταχύνουσα, μή τι παρεμπεσὸν ἐμποδίσῃ τῇ κλήσει, καὶ λύσῃ τὸ σπουδαζόμενον. Καὶ δὴ συμβὰν τηνικαῦτα πλείους ἀρχιερεῖς ἐπὶ τὴν Νικαίαν σπεύδειν, ἵνα κατὰ τῆς Ἀρείου στῶσι μανίας, ἄρτι τοῦ κακοῦ φυομένου, καὶ τὴν θεότητα τέμνοντος, δίδωσι μὲν ἑαυτὸν τῷ Θεῷ καὶ τοῖς κήρυξι τῆς ἀληθείας, καὶ τὸν πόθον ὁμολογεῖ, καὶ ζητεῖ παρ᾿ αὐτῶν τὴν κοινὴν σωτηρίαν, ὧν εἷς Λεόντιος ἦν ὁ πάνυ, ὁ τότε τῆς καθ᾿ ἡμᾶς μητροπόλεως ἐξηγούμενος. Ὃ δὲ κἀνταῦθα παρὰ τῆς χάριτος ἀπήντησε θαῦμα, σφόδρα ἂν ἀδικοίην τὴν χάριν, εἰ σιωπῇ παρέλθοιμι· μάρτυρες δὲ οὐκ ὀλίγοι τοῦ θαύματος· Πλανῶνταί τινα πλάνην πνευματικὴν οἱ τῆς ἀκριβείας διδάσκαλοι, καὶ προτυποῖ τὸ μέλλον ἡ χάρις, καὶ τύπος ἱερωσύνης τῇ κατηχήσει μίγνυται. Ὢ τῆς ἀκουσίου μυήσεω!ς Ἐπὶ γὰρ γόνυ κλιθεὶς, οὕτω τοῖς λόγοις τῆς κατηχήσεως καταρτίζεται, ὥστε πολλοὺς τῶν παρόντων προφητεῦσαι τὸ μέλλον, οὐ τῶν ὑψηλοτέρων μόνον, ἀλλὰ καὶ τῶν ταπεινοτέρων εἰς σύνεσιν, οὐκ ἀμυδροῖς σημείοις πιστωθέντας πρὸς τὸ ἐσόμενον.

13. Μικρὸν τὸ ἐν μέσῳ, καὶ τῷ θαύματι θαῦμα συνάπτεται· παραθήσομαι δὲ πιστῶν ἀκοαῖς τὸν λόγον· ψυχαῖς γὰρ βεβήλοις οὐδὲν τῶν καλῶν ἀξιόπιστον. Πρόσεισι μὲν τῇ δι᾿ ὕδατος ἀναγεννήσει καὶ Πνεύματος, δι᾿ ἧς ὁμολογοῦμεν Θεῷ τὴν τοῦ κατὰ Χριστὸν ἀνθρώπου μόρφωσίν τε καὶ τελείωσιν, καὶ τοῦ χοικοῦ πρὸς τὸ πνεῦμα μετάθεσιν καὶ ἀνάπλασιν· καὶ πρόσεισι μετὰ θερμῆς τῆς ἐπιθυμίας, καὶ λαμπρᾶς τῆς ἐλπίδος, τῷ λουτρῷ προκαθήρας ἑαυτὸν εἰς δύναμιν, καὶ ψυχῇ καὶ σώματι καθαγνίσας πολλῷ μᾶλλον, ἢ οἱ τὰς πλάκας παρὰ Μωϋσέως δέξασθαι μέλλοντες. Τοῖς μὲν γὰρ μέχρις ἐσθῆτος ὁ ἁγνισμὸς, καὶ γαστρὸς μικρὰ στένωσις, καὶ σωφροσύνη τις σχέδιος· τῷ δὲ πᾶς ὁ ἐν μέσῳ βίος παρασκευὴ τῆς ἐλλάμψεως ἦν, καὶ πρὸ τῆς καθάρσεως κάθαρσις ἀσφαλιζομένη τὴν δωρεὰν, ἵνα ἡ τελειότης τῇ καθαρότητι πιστευθῇ, καὶ μὴ κινδυνεύσῃ τὸ ἀγαθὸν ἐν ἕξει τολμώσῃ μετὰ τῆς χάριτος. Ἐξελθόντα δὲ αὐτὸν ἐκ τοῦ ὕδατος, φῶς περιαστράπτει καὶ δόξα τῆς διαθέσεως ἀξία, μεθ᾿ ἧς προσῆλθε τῷ χαρίσματι τῆς πίστεως· ἔστι μὲν οἷς καὶ τῶν ἄλλων ἐπίδηλος, οἳ τότε μὲν σιωπῇ τὸ θαῦμα κατέσχον, ἐξειπεῖν οὐ θαῤῥήσαντες (καὶ γὰρ αὐτοῦ μόνου ταύτην εἶναι τὴν ὄψιν ἕκαστος ᾤετ)ο, μικρὸν δὲ ὕστερον ἀλλήλοις διέδωκαν· τῷ δὲ βαπτιστῇ καὶ τελειωτῇ τοσοῦτον ἐναργής τε καὶ γνώριμος, ὥστε μηδὲ κατασχεῖν δυνηθῆναι τὸ μυστήριον, ἀλλὰ καὶ δημοσίᾳ ῥῆξαι φωνὴν, ὅτι τὸν ἑαυτοῦ διάδοχον τῷ πνεύματι χρίσειεν.

14. Καὶ τοῦτο οὐδεὶς ἀπιστήσειε τῶν ἀκηκοότων τε καὶ γιγνωσκόντων, ὅτι Μωϋσῆς μὲν ἔτι μικρὸς ὢν τοῖς πολλοῖς, καὶ οὔπω λόγου τινὸς ἀξιούμενος, ἐκ τῆς βάτου καλεῖται, καιομένης μὲν, οὐκ ἀναλισκομένης δὲ, μᾶλλον δὲ τοῦ ἐν τῇ βάτῳ φανταζομένου, καὶ πιστοῦται τῷ πρώτῳ θαύματι· Μωϋσῆς ἐκεῖνος, ᾧ θάλασσα τέμνεται, καὶ ἄρτος ὕεται, καὶ πέτρα πηγάζει, καὶ στύλος πυρὸς καὶ νεφέλης ὁδηγοῦσι, μετ᾿ ἀλλήλων ἱστάμενοι, καὶ χειρῶν ἔκτασις τρόπαιον ἵστησι, καὶ νικᾷ πολλὰς μυριάδας, τὸν σταυρὸν σχηματίζουσα. Ἡσαΐας δὲ, ὁ τῆς δόξης καὶ τῶν σεραφὶμ θεατὴς, καὶ μετ᾿ ἐκεῖνον Ἱερεμίας, ὁ τὴν μεγάλην κατ᾿ ἐθνῶν καὶ βασιλέων πιστευθεὶς δύναμιν· ὁ μὲν ἀκούει θείας φωνῆς, καὶ τῆς προφητείας τῷ ἄνθρακι προκαθαίρεται· ὁ δὲ πρὸ τῆς διαπλάσεως γιγνώσκεται, καὶ πρὸ γεννήσεως ἁγιάζεται. Παῦλος δὲ διώκτης ὢν ἔτι, ὁ μέγας τῆς ἀληθείας κῆρυξ, ὁ τῶν ἐθνῶν ἐν πίστει διδάσκαλος, καὶ φωτὶ περιλάμπεται, καὶ γνωρίζει τὸν διωκόμενον, καὶ τὴν μεγάλην διακονίαν πιστεύεται, καὶ πληροῖ τοῦ Εὐαγγελίου πᾶσαν ἀκοὴν καὶ διάνοιαν.

15. Τί δεῖ πάντας ἀπαριθμεῖσθαι τοὺς ὑπὸ Θεοῦ προσκληθέντας, καὶ τοιούτοις οἰκειωθέντας θαύμασιν, οἷς κἀκεῖνος ἐβεβαιώθη πρὸς τὴν εὐσέβειαν; Καὶ οὐ τὰ μὲν πρῶτα τοιαῦτα, καὶ οὕτως ἄπιστα καὶ παράδοξα, κατῄσχυνε δέ τι τῶν προϋπηργμένων τοῖς ὕστερον, ὡς ἄν τις τῶν τάχιστα κόρον τοῦ καλοῦ λαμβανόντων, εἶτα τοῦ πρόσω καταφρονούντων, ἢ καὶ παντάπασι πρὸς κακίαν παλινδρομούντων· οὐκ ἔστι τοῦτο εἰπεῖν· ἀλλὰ καὶ λίαν ἑαυτοῦ καὶ τῶν προειληφότων ἔχεται, ὥστε ἀμφότερα συναρμόζειν ἀλλήλοις, τά τε πρὸ τῆς ἱερωσύνης τοῖς ἐκείνης καλοῖς, καὶ τὰ μετ᾿ αὐτὴν τοῖς πρότερον· καὶ μήτε ἄλλως ἄρξασθαι πρέπειν ἢ ὡς ἐτελεύτησε, μήτε εἰς ἄλλο προελθεῖν τέλος ἢ οὗ προήρξατο. Πιστεύεται μέν γε τὴν ἱερωσύνην, οὐ κατὰ τὴν νῦν εὐκολίαν καὶ ἀταξίαν, ἀλλὰ μικρόν τι διαλιπὼν, ὥστε τῇ καθάρσει προστεθῆναι καὶ τὴν τοῦ καθαίρειν ἐμπειρίαν καὶ δύναμιν, ὅπερ δὴ νόμος ἀκολουθίας πνευματικῆς. Ἐπεὶ δὲ πιστεύεται, πλέον ἡ χάρις δοξάζεται, ὥσπερ ὄντως Θεοῦ χάρις, ἀλλ᾿ οὐκ ἀνθρώπων, οὐδὲ, ὅ φησιν ὁ Ἐκκλησιαστὴς, ὁρμή τις αὐτόνομος, καὶ προαίρεσις πνεύματος.

16. Παραλαβὼν γὰρ τὴν Ἐκκλησίαν ὑλώδη καὶ ἀπηγροικισμένην, οὐ πόῤῥωθεν μὲν ἐπισκοπῇ ποιμανθεῖσαν, ἀλλ᾿ ὅσον ἑνὶ τῶν πρὸ αὐτοῦ κοσμηθῆναι, καὶ τούτῳ θαυμασίῳ μὲν καὶ ἀγγελικῷ τὸν τρόπον, ἁπλουστέρῳ δὲ ἢ κατὰ τοὺς νῦν τῶν λαῶν προστάτας· τούτου δὲ τάχιστα προσληφθέντος, ἐπιπολὺ πάλιν ῥᾳθυμηθεῖσάν τε καὶ χερσομανήσασαν ἐξ ἀναρχίας· πρῶτον μὲν τὰ ἤθη τῶν ἀνθρώπων οὐ χαλεπῶς ἐξημέρωσε λόγοις τε ποιμαντικῆς ἐπιστήμης, καὶ τῷ προθεῖναι τύπον ἑαυτὸν, ὥσπερ ἀνδριάντα πνευματικὸν, εἰς κάλλος ἀπεξεσμένον πάσης ἀρίστης πράξεως. Ἔπειτα τοῖς θείοις λόγοις συντόνως ἐμμελετήσας, καίπερ ὀψιμαθὴς τῶν τοιούτων τυγχάνων, τοσαύτην ἐντὸς ὀλίγου χρόνου σοφίαν συνελέξατο, ὥστε τά τε ἄλλα μηδενὸς λείπεσθαι τῶν ἐπὶ πλεῖστον πεπονηκότων, καὶ χάριν ἐκ Θεοῦ ταύτην λαβεῖν ἐξαίρετον, ὀρθοδοξίας γενέσθαι πατὴρ καὶ διδάσκαλος· οὐ κατὰ τοὺς νῦν σοφοὺς τοῖς καιροῖς συγκλινόμενος, οὐδὲ μέσως καὶ τεχνικῶς τοῦ καθ᾿ ἡμᾶς λόγου προιστάμενος, ὡς ἂν οἱ μὴ πῆξιν ἔχοντες πίστεως, ἢ καπηλεύοντες τὴν ἀλήθειαν· ἀλλ᾿ ἦν τῶν μὲν λόγῳ δυνατῶν εὐσεβέστερος, τῶν ὀρθῶν δὲ τὴν διάνοιαν λογικώτερος· μᾶλλον δὲ λόγου τὰ δεύτερα φέρων, εὐσεβείᾳ πάντων ἐκράτει. Ἕνα μὲν Θεὸν εἰδὼς ἐν Τριάδι προσκυνούμενον, τρία δὲ εἰς μίαν θεότητα συναγόμενα· καὶ οὔτε τῷ ἑνὶ Σαβελλίζων, οὔτε τοῖς τρισὶν Ἀρειανίζων, ἢ τῷ συστέλλειν θεότητα καὶ ἀναλύειν ἀθέως, ἢ τῷ κατατέμνειν ἀνίσοις ἀλλοτριότησιν, ἢ μεγέθους, ἢ φύσεως. Οὗ γὰρ ἕκαστον ἀκατάληπτον καὶ ὑπὲρ τὴν ἡμετέραν ἐπίνοιαν, πῶς ἐνταῦθα τὸ ὑπεραῖρον ἢ νοηθήσεται, ἢ δογματισθήσεται; Ποῦ δὲ μετρεῖται τὸ ἄπειρον, ἵν᾿, ὃ τῶν περατουμένων ἐστὶ, τοῦτο πάθῃ θεότης, βαθμοῖς μετρουμένη καὶ ὑποβάσεσιν;

17. Ταῦτα ἐννοῶν ὁ μέγας ἐκεῖνος ἄνθρωπος τοῦ Θεοῦ, καὶ ἀληθῶς Θεολόγος, καὶ μετὰ τοῦ Πνεύματος περὶ τούτων κινούμενος, τί χρὴ λέγειν ἕτερον, ἢ ὅτι νέαν Ἱερουσαλὴμ καὶ κιβωτὸν ἄλλην ὑπὲρ ὑδάτων φερομένην, ὥσπερ ὁ μέγας ἐκεῖνος Νῶε, καὶ τοῦ δευτέρου τούτου κόσμου πατὴρ, τήνδε τὴν Ἐκκλησίαν καλεῖσθαι πεποίηκε· τοῦτό τε κατακλυσμοῦ τῶν ψυχῶν, καὶ τῆς τῶν αἱρετικῶν ἐπηρείας σαφῶς ὑπεραίρουσαν· καὶ ὅσῳ πλήθει τῶν ἄλλων ἐλείπετο, τοσοῦτον εὐδοξίᾳ κρατοῦσαν· καὶ τὸ τῆς ἱερᾶς πάσχουσαν Βηθλεὲμ, ἣν οὐδὲν ἐκώλυσε καὶ μικρὰν εἶναι πόλιν, καὶ τῆς οἰκουμένης μητρόπολιν, ὡς Χριστοῦ καὶ τροφὸν καὶ μητέρα, τοῦ τὸν κόσμον καὶ ποιήσαντος καὶ νικήσαντος;

18. Τεκμήριον δὲ τοῦ λόγου· Καὶ γὰρ ἡνίκα παρὰ τοῦ θερμοτέρου μέρους τῆς Ἐκκλησίας κατεστασιάσθημεν, γράμματι κλαπέντες καὶ ῥήμασι τεχνικοῖς εἰς πονηρὰν κοινωνίαν, μόνος μὲν ἐπιστεύθη τὴν διάνοιαν ἄτρωτον ἔχειν, καὶ μὴ τῷ μέλανι τὴν ψυχὴν συμμελαίνεσθαι, εἰ καὶ ἁπλότητι συνηρπάσθη, καὶ τὸν δόλον ἐκ τοῦ τῆς ψυχῆς ἀδόλου μὴ ἐφυλάξατο· μόνος δὲ, μᾶλλον δὲ πρῶτος, τὸ στασιάζον πρὸς ἡμᾶς, ζήλῳ τῆς εὐσεβείας ἑαυτῷ τε καὶ τοῖς ἄλλοις κατήλλαξε, τελευταῖόν τ᾿ ἀποδραμὸν, καὶ πρῶτον προσδραμὸν, αἰδοῖ τε τοῦ ἀνδρὸς, καὶ τῇ τοῦ δόγματος καθαρότητι· ὥστε καὶ τὸν πολὺν σάλον τῶν Ἐκκλησιῶν κατασβεσθῆναι, καὶ στῆναι τὴν καταιγίδα εἰς αὔραν, ταῖς ἐκείνου λυθεῖσαν εὐχαῖς τε καὶ παραινέσεσιν, εἴ τι δεῖ καὶ νεανιεύσασθαι, μεθ᾿ ἡμῶν κοινωνῶν καὶ τῆς εὐσεβείας, καὶ τῆς ἐνεργείας· οἳ πρὸς πᾶν ἀγαθὸν αὐτῷ συναιρόμενοι, καὶ οἷον παρομαρτοῦντες καὶ παραθέοντες, ἐνταῦθα πλεῖστον μέρος συνεισενεγκεῖν ἠξιώθημεν. Ἀλλ᾿ ὁ μὲν περὶ τούτων λόγος, μικρόν τι προεκδραμὼν, ἐνταῦθα μεινάτω.

19. Τίς δ᾿ ἂν τῶν ἐκείνου καλῶν ἢ τὸ πλῆθος ἐξαριθμήσαιτο, ἢ τὰ πλείω παραδραμεῖν ἐθέλων, μὴ χαλεπῶς εὕροι τὸ παρετέον; Ἀεὶ γὰρ τὸ τὴν διάνοιαν ἐπεισιὸν, κρεῖττον τῶν προειληφότων φαίνεται· καὶ μετὰ τούτου γίνομαι· καὶ πλεῖον ἐμοὶ τοῦ τί χρὴ παραλιπεῖν, ἢ τοῖς ἄλλοις ἐπαινέταις τοῦ τί χρὴ λέγειν ἡ ἀπορία· ὥστε μοι τρόπον τινὰ ζημίαν γίνεσθαι τὴν περιουσίαν, καὶ δοκιμάζεσθαι τὴν διάνοιαν, τὰ ἐκείνου δοκιμάζειν ἐπιχειροῦσαν, καὶ οὐκ ἔχουσαν τὸ νικοῦν εὑρεῖν τοῖς ὁμοτίμοις. Ὅπερ γὰρ ἐπὶ τῶν σταθερῶν ὑδάτων ὁρῶμεν συμβαῖνον, ὅταν ψηφὶς ἐμπεσοῦσα κέντρον γένηται, ἄλλος ἐπ᾿ ἄλλῳ κύκλος ἐγειρόμενος καὶ συνεχῶς ἐπιφρίςσων ἀεὶ λύει τὸν ἔξωθεν· τοῦτο καὶ αὐτῷ μοι συμβέβηκεν ἄντικρυς. Τὸ μὲν ἐπὶ νοῦν ἦλθε, τὸ δὲ ἐπειςῆλθε, τὸ δὲ ὑπεχώρησεν· καὶ κάμνω περὶ τὴν αἵρεσιν, ἀεὶ τοῦ προκαταλαβόντος ὑπεξισταμένου τῷ ἐπεισρέοντι.

20. Τίς μὲν γὰρ ἐκείνου περὶ τὰ κοινὰ σπουδαιότερος; τίς δὲ τὰ οἴκοι φιλοσοφώτερος, ἐπειδὴ καὶ οἶκον ἐμέρισεν αὐτῷ, καὶ κτῆσιν σύμμετρον, ὁ πάντα καλῶς καὶ ποικίλως οἰκονομῶν Θεός; Τίς δὲ πένησι, τῷ ἀτιμωτάτῳ μέρει τῆς ὁμοτίμου φύσεως, ἢ τὴν ψυχὴν συμπαθέστερος, ἢ τὴν χεῖρα δαψιλέστερος; τῷ ὄντι γὰρ ὡς οἰκονόμος ἀλλοτρίων διενοεῖτο περὶ τῶν ἰδίων, ἐπικουφίζων τὴν πενίαν εἰς δύναμιν, καὶ δαπανώμενος, οὐ τοῖς περιττοῖς μόνον, ἀλλὰ δὴ καὶ τοῖς ἀναγκαίοις, ἥπερ δὴ σαφεστάτη φιλοπτωχίας ἀπόδειξις, καὶ διδοὺς μερίδα, οὐ τοῖς ἑπτὰ μόνον, κατὰ τὴν τοῦ Σολομῶντος νομοθεσίαν, ἀλλ᾿ εἰ προσέλθοι καὶ ὄγδοος, μηδὲ ἐνταῦθα μικρολογούμενος, ἀλλ᾿ ἥδιον ἀποκτώμενος, ἢ κτωμένους ἄλλους γινώσκομεν· ἀναιρῶν σύνδεσμον καὶ χειροτονίαν (ὅπερ ἐμοὶ δύναται μικρολογίαν καὶ δοκιμασίαν τοῦ ληψομένου, ὅστις τε ἄξιος, καὶ ὅστις ο)ὔ, καὶ ῥῆμα γογγυσμοῦ μετὰ τῆς ἐπιδόσεως. Ὅπερ πάσχουσιν οἱ πολλοὶ, διδόντες μὲν, τὸ δὲ προθύμως οὐ προστιθέντες· ὃ τοῦ παρέχειν μεῖζόν ἐστι καὶ τελεώτερον. Πολλῷ γὰρ βέλτιον εἶναι διὰ τοὺς ἀξίους ὀρέγειν καὶ τοῖς ἀναξίοις, ἢ τοὺς ἀξίους ἀποστερεῖν δέει τῶν ἀναξίων. Καὶ τοῦτο εἶναι φαίνεται, τὸ χρῆναι πέμπειν τὸν ἄρτον ἑαυτοῦ καὶ καθ᾿ ὕδατος, ὡς οὐ παρασυρησόμενον, οὐδὲ ἀπολούμενον τῷ δικαίῳ τούτων ἐξεταστῇ, ἀλλ᾿ ἐνταῦθα καταντήσοντα, οὗ πάντα κείσεται τὰ ἡμέτερα, καὶ ἀπαντήσονται ἐν καιρῷ, κἂν ἡμεῖς μὴ τοῦτο νομίζωμεν.

21. Τὸ δὲ κάλλιστόν τε καὶ μέγιστον, ὅτι τῷ μεγαλοψύχῳ προσῆν καὶ τὸ ἀφιλότιμον. Ὅσον δὲ καὶ οἷον, δηλώσων ἔρχομαι· Τὰ μὲν γὰρ χρήματα κοινὰ, καὶ ἡ προθυμία τοῦ παρέχειν, αὐτῷ τε καὶ τῇ ὁμοζύγῳ πρὸς τὸ κάλλιστον ἁμιλλωμένοις· τῆς ἐπιδόσεως δὲ τὸ πλεῖστον τῇ ἐκείνης χειρὶ παρῆκεν, ὡς ἀρίστης οἰκονόμου τῶν τοιούτων καὶ πιστοτάτης. Τίνος δὴ γυναικὸς λέγω, καὶ οἵας, ᾗ μηδὲ τὸ Ἀτλαντικὸν πέλαγος, ἢ εἴ τι ἄλλο τῶν μεγίστων, ἤρκεσεν ἂν ἀπαντλούμενον; τοσοῦτος ἔρως τοῦ παρέχειν αὐτῇ, καὶ οὕτως ἄμετρος· ἣ τὴν Σολομώντειον βδέλλαν εἰς τοὐναντίον ἐζήλωσε, τῇ περὶ τὸ κρεῖττον ἀπληστίᾳ τὴν εἰς τὸ χεῖρον νικήσασα, καὶ κόρον οὐκ ἔχουσα τῆς περὶ τὸ εὖ ποιεῖν προθυμίας· ἣ μὴ ὅτι γε τὴν οὐσίαν ἅπασαν, ὅση τε ἦν αὐτοῖς, καὶ ὅση προςεγένετο, μικροτέραν ἡγεῖτο τῆς οἰκείας ἐφέσεως· ἀλλὰ καὶ ἑαυτὴν καὶ τοὺς παῖδας ἑτοίμως ἀπέδοτο ἂν, εἴ πως ἐνῆν, ὃ καὶ πολλάκις αὐτῆς λεγούσης ἤκουσα, ὥστε ἐκδαπανηθῆναι τοῖς πένησι. Ταύτῃ τὰς ἡνίας ὅλας ἐπαφῆκε τῆς ἐπιδόσεως. Ὃ καὶ παραδείγματος ἐμοὶ γοῦν κρεῖττον ὑπολαμβάνεται. Τὸ μὲν γὰρ εἰς χρήματα μεγαλόψυχον, καὶ παρ᾿ ἄλλοις οὐ χαλεπῶς εὕροι τις ἂν, ὅσα τε εἰς τὰς κοινὰς καὶ πολιτικὰς ἀπόλλυται φιλοτιμίας, ὅσα τε τῷ Θεῷ διὰ τῶν πενήτων δανείζεται, καὶ μόνα τοῖς ἀναλίσκουσι θησαυρίζεται· τῆς δὲ ἐπὶ τούτῳ δόξης, οὐκ ἔστιν ὅντινα παραχωρήσαντα ῥᾳδίως εὑρίσκομεν. Τοῦ μὲν γὰρ δαπανᾷν, καὶ ἡ φιλοδοξία τοῖς πολλοῖς παρέχει τὸ πρόθυμον· οὗ δὲ ἀφανὴς ἡ ἐπίδοσις, ἐκεῖ καὶ τὸ παρέχειν ἀμβλύτερον.

22. Ἡ μὲν οὖν χεὶρ τοσαύτη· καὶ τὰ πλείω τοῖς εἰδόσι παρήσομεν, ὥστε, εἴ τι καὶ ἡμῖν μαρτυρεῖται τοιοῦτον, ἐξ ἐκείνης εἶναι τῆς πηγῆς, κἀκείνου μοῖραν τοῦ ῥεύματος. Τίς δὲ μετὰ Θεοῦ μᾶλλον, ἢ τῷ βήματι προσήγαγεν, ἢ τὰς κατ᾿ αὐτοῦ ὕβρεις ἐζηλοτύπησεν, ἢ τῶν ἀνιέρων σὺν φόβῳ τὴν ἱερὰν ἐκάθηρε τράπεζαν; Τίς δ᾿ οὕτως ἀῤῥεπεῖ γνώμῃ, καὶ σταθμοῖς δικαιοσύνης, ἢ δίκην ἔκρινεν, ἢ κακίαν ἐμίσησεν, ἢ ἀρετὴν ἐτίμησεν, ἢ τοὺς ἀρίστους προὐτίμησεν; Τίς μὲν οὕτω συγγνώμων τοῖς ἁμαρτάνουσιν, ἢ τοῖς εὐδρομοῦσι σύνδρομος; τίς δὲ μᾶλλον ῥάβδου καὶ βακτηρίας καιρὸν ἐπιστάμενος, τῇ βακτηρίᾳ τὸ πλέον ἔνεμεν; Τίνος δὲ οἱ ὀφθαλμοὶ μᾶλλον ἐπὶ τοὺς πιστοὺς τῆς γῆς, τούς τε ἄλλους, καὶ ὅσοι Θεῷ ζῶσιν ἐν μοναδικῷ βίῳ καὶ ἄζυγι, γῆν καὶ τὰ περὶ τὴν γῆν ἀτιμάσαντες;

23. Τίς δὲ πλέον, ἢ τῦφον ἐκόλασεν, ἢ ταπεινοφροσύνην ἠγάπησε, καὶ ταύτην οὐκ ἐπιπλάστως, οὐδὲ ἐξ ἐπιπολῆς, ὡς οἱ πολλοὶ τῶν νῦν προσποιουμένων φιλοσοφεῖν, καὶ κομψοὶ τὸ φαινόμενον, κατὰ τὰς ἀφρονεστάτας τῶν γυναικῶν, αἳ ἀποροῦσαι κάλλους οἰκείου πρὸς τὰ χρώματα καταφεύγουσι, καὶ εἰσί πως, ὡς ἂν εἴποιμι, κοσμίως θεατριζόμεναι, δι᾿ εὐσχημοσύνην ἀσχήμονες, καὶ δι᾿ αἶσχρος αἰσχρότεραι; Οὐ γὰρ ἐν ἐσθῆτι τὸ ταπεινὸν ἦν αὐτῷ, ἀλλ᾿ ἐν ψυχῆς καταστήματι· οὐδὲ θρύψις αὐχένος, ἢ φωνῆς ὕφεσις, ἢ προσώπου νεῦσις, ἢ βάθος ὑπήνης, ἢ κεφαλῆς ἐν χρῷ κόσμησις, ἢ βαδίσματος ἦθος τὸ ταπεινὸν ὑπεκρίνετο, τὰ πρὸς ὀλίγον τυπούμενα, καὶ τάχιστα ἐλεγχόμενα· πᾶν γὰρ ὃ προσποιητὸν, οὐδὲ μόνιμον. Ἀλλ᾿ ἦν ὁ αὐτὸς ὑψηλότατος μὲν τῷ βίῳ, ταπεινότατος δὲ τῷ φρονήματι· καὶ τὴν μὲν ἀρετὴν ἀπρόσιτος, τὴν συνουσίαν δὲ καὶ λίαν εὐπρόσιτος. Καὶ συνήθης μὲν τὴν ἀμπεχόνην, ἐπίσης φεύγων καὶ τὸ ὑψηλὸν καὶ τὸ ταπεινόν· ὑπὲρ δὲ πολλοὺς τὴν ἔνδον λαμπρότητα. Καὶ γαστρὸς νόσον, καὶ ἀπληστίαν δαμάζων μὲν, εἰ καί τις ἄλλος, οὐ δοκῶν δέ· τὸ μὲν ἵνα καθαίρηται τὸ δὲ ἵνα μὴ ὑπεραίρηται, τῷ καινῷ θηρώμενος τὸ εὐδόκιμον. Πολιτικοῦ μὲν γὰρ ἔργον εἶναι πάντα ποιεῖν καὶ λέγειν, ἐξ ὧν εὐδοκιμήσει παρὰ τοῖς ἔξωθεν, ᾧ μηδέν ἐστι τοῦ παρόντος βίου μακαριώτερον· πνευματικοῦ δὲ καὶ τοῦ καθ᾿ ἡμᾶς, πρὸς ἑν μόνον βλέπειν, τὴν σωτηρίαν, καὶ ὃ μὲν ἂν εἰς τοῦτο φέρῃ, μέγα οἴεσθαι, ὃ δ᾿ ἂν μὴ, διαπτύειν ὡς μηδενὸς ἄξιον· καὶ διὰ τοῦτο, τὸ μὲν ὁρώμενον ἀτιμάζειν, ὅπως δ᾿ ἂν ἐντὸς κάλλιστα ἔχοι, τοῦτο μόνον σκοπεῖν, καὶ ταῦτα περὶ πολλοῦ ποιεῖσθαι, ἐξ ὧν αὐτός τε πλείστου ἄξιος ἔσται, καὶ τοὺς ἄλλους ἕλξει δι᾿ ἑαυτοῦ πρὸς τὸ βέλτιστον.

24. Ὃ δὲ κάλλιστον τῶν ἐκείνου καὶ ἰδιώτατον, καὶ οὐδὲ τοῖς πολλοῖς ἀγνοούμενον, ἡ ἁπλότης, καὶ τὸ τοῦ ἤθους ἄδολόν τε καὶ ἀμνησίκακον. Ἄλλος μὲν γὰρ ἄλλο τι τῶν παλαιῶν ἢ τῶν νέων κατωρθωκέναι πιστεύεται, ὡς ἕκαστος ἔτυχεν ἐκ Θεοῦ χάριτός τινος ἠξιωμένος. Ἰὼβ, τὸ ἐν τοῖς πάθεσι καρτερικὸν καὶ ἀνάλωτον· Μωσῆς καὶ Δαβὶδ, τὸ πρᾶον· Σαμουὴλ τὸ χρηματίσαι, βλέπων τὰ ἔμπροσθεν· Φινεὲς τὸν ζῆλον, ἀφ᾿ οὗ καὶ ὀνομάζεται· Πέτρος καὶ Παῦλος, τὸ σύντονον τοῦ κηρύγματος· οἱ τοῦ Ζεβεδαίου τὸ μεγαλόφωνον, ὃ καὶ βροντῆς υἱοὺς αὐτοὺς προσηγόρευσεν· καὶ τί ἂν καταριθμοίην ἅπαντας; ἐν γὰρ εἰδόσιν ὁ λόγος. Στεφάνου δὲ καὶ τοῦ ἐμοῦ πατρὸς, οὐδὲν οὕτως, ὡς τὸ ἀπόνηρον γνώρισμα. Ὁ μὲν γὰρ οὐδὲ κινδυνεύων ἐμίσει τοὺς βάλλοντας, ἀλλ᾿ ἐλιθάζετο μὲν, ὑπὲρ δὲ τῶν λιθαζόντων ηὔχετο, ὡς Χριστοῦ μαθητὴς, ὑπὲρ οὗ καὶ τὸ πάσχειν ἦν αὐτῷ, μεῖζον τοῦ θανάτου καρποφορῶν τῷ Θεῷ, τὴν μακροθυμίαν· τῷ δὲ οὐδὲν μέσον ἦν τῆς ἐπιπλήξεως καὶ τῆς ἀφέσεως, ὡς μικροῦ καὶ κλέπτεσθαι τὸ λυποῦν τῷ τάχει τῆς συγχωρήσεως.

25. Θεοῦ μὲν ὀργῆς τρυγίαν τινὰ καὶ πιστεύομεν καὶ ἀκούομεν, τὸ λεῖμμα τῆς κατὰ τῶν ἀξίων κινήσεως· ἐπειδὴ Θεὸς ἐκδικήσεων Κύριος. Εἰ γὰρ καὶ κλίνει διὰ φιλανθρωπίαν ἐκ τοῦ ἀποτόμου πρὸς τὸ ἐνδόσιμον, ἀλλ᾿ οὐ πάντη συγχωρεῖ τοῖς ἁμαρτάνουσιν, ἵνα μὴ τῇ χρηστότητι χείρους γίνωνται. Ὁ δὲ οὐδὲν ὑπεκράτει τοῖς παροξύνουσι, καίτοιγε οὐδὲ παντάπασιν ἄτρωτος ἦν θυμῷ, κἀν τοῖς πνευματικοῖς μάλιστα τῷ ζήλῳ νικώμενος· πλὴν εἴ που τύχοι παρεσκευασμένος καὶ ὡπλισμένος, καὶ ὡς πρὸς ἀντίπαλον τὸ λυπῆσον πόῤῥωθεν παρατεταγμένος. Οὕτω δὲ οὐδ᾿ ἂν μυριάσι μετεκινήθη, τὸ δὴ λεγόμενον, καὶ τοῦτο ἐκείνου γλυκὺ τὸ πάθος. Ὁ μὲν γὰρ θυμὸς ἦν αὐτῷ, οὐ κατὰ τὴν ὁμοίωσιν τοῦ ὄφεως, ἔνδοθεν ὑποσμύχων, καὶ πρὸς ἄμυναν εὐτρεπὴς, οὐδὲ εἰς ὀργὴν φθάνων ἐκ τοῦ πρώτου κινήματος, καὶ ἀντιδόσεως ἔφεσιν, ἀλλὰ κατὰ τὸ κέντρον τῆς μελίσσης δίχα τοῦ θανατοῦν τὸν πλησσόμενον· τὸ δὲ φιλάνθρωπον ὑπὲρ ἄνθρωπον. Τροχοὶ πολλάκις ἠπειλοῦντο καὶ μάστιγες, καὶ οἱ παραστησόμενοι πλησίον· καὶ ὁ κίνδυνος ἦν ὤτων θλίψις, ἢ παρειῶν ὕβρεις, ἢ πὺξ κατὰ κόῤῥης· οὕτω τὴν ἀπειλὴν διελύετο. Ἐσθὴς περιῃρεῖτο καὶ ὑποδήματα, καὶ κατὰ γῆς ὁ κακοῦργος· εἶτα ὁ θυμὸς οὐκ ἐπὶ τὸν ἠδικηκότα, τὸν δὲ προθύμως ὑπουργήσαντα, ὡς κακῶν ὑπηρέτην. Πῶς ἄν τις μᾶλλον ἐφάνη χρηστὸς ὢν, ἢ Θεῷ δῶρα προσφέρειν ἄξιος; Οὐ γὰρ ἔφθανε κεκινημένος πολλάκις, καὶ ὑπεραπελογεῖτο τοῦ κινήσαντος, ἐρυθριῶν ὡς οἰκείοις, τοῖς ἐκείνου πταίσμασιν.

26. Δρόσος ὑφίσταται μᾶλλον ἡλιακὴν ἀκτῖνα ἑωθινὰ βάλλουσαν, ἤ τι παρέμενεν ἐκείνῳ θυμοῦ λείψανον· ἀλλ᾿ ὁμοῦ τε ἐφθέγγετο, καὶ ὁ χόλος τοῖς ῥήμασι συναπήρχετο, μόνον ἀφεὶς τὸ φιλάγαθον, καὶ οὔποτε ἡλίου φανεὶς μακρότερος· οὐδὲ τὴν ἀπολλύουσαν καὶ φρονίμους ὀργὴν γεωργήσας, ἤ τι τῆς ἑαυτοῦ κακίας ἐνσημήνας τῷ σώματι, τὸ δὲ γαληνὸν διασώζων κἀν τῷ κινήματι. Τοιγαροῦν συνέβαινεν ἐκείνῳ τὸ παραδοξότατον, οὐ μόνῳ μὲν ἐπιτιμᾷν, μόνῳ δὲ ὑπὸ τῶν ἐγκαλουμένων ἀγαπᾶσθαί τε καὶ θαυμάζεσθαι, νικῶντος τοῦ χρηστοῦ τὴν θερμότητα· καὶ ὄντως τιμιώτερον εἶναι τὸ τῷ δικαίῳ παιδεύεσθαι, ἢ τῷ πονηρῷ καταλείφεσθαι· τοῦ μὲν γὰρ καὶ τὸ τραχὺ προσηνὲς διὰ τὴν ὠφέλειαν, τοῦ δὲ καὶ τὸ χρηστὸν ὕποπτον διὰ τὸ κακόηθες. Καίπερ δὲ οὕτως ἔχων ψυχῆς καὶ ἤθους ἁπλοικοῦ καὶ θεοειδοῦς, ὅμως τι τοῖς ὑβρισταῖς καὶ φοβερὸς ἦν διὰ τὴν εὐσέβειαν· μᾶλλον δὲ οὐδὲ ἄλλο τι τὸ πλῆττον ἦν, ἢ ἁπλότης καταφρονουμένη. Οὐ γὰρ ἦν αὐτὸν εὐχῆς, ἢ κατάρας προέσθαι ῥῆμα, καὶ μή τι δοῦναι παραυτίκα, ἢ ἀγαθὸν διαρκὲς, ἢ λυπηρὸν πρόσκαιρον· τὸ μὲν γὰρ ἦν ἐκ βάθους ψυχῆς, τὸ δὲ ἐπὶ χείλεσι μόνον, καὶ πατρική τις ἐπίπληξις. Πολλοῖς γέ τοι τῶν λελυπηκότων οὐδὲ ὑπερήμερος ἀπήντησεν ἡ ἀντίδοσις, οὐδὲ ὀπισθόπους ἡ δίκη, τοῦτο δὴ τὸ ποιητικόν· ἀλλὰ παρ᾿ αὐτὰ τῆς κινήσεως ἐπλήγησαν, ἐπεστράφησαν, προσῆλθον, ἐγονυπέτησαν, συγγνώμης ἔτυχον, ἀπῆλθον, ἡττημένοι καλῶς, ἀμείνους ἐγένοντο, καὶ σωφρονισθέντες, καὶ συγγνωσθέντες. Ἐπεὶ καὶ τὸ σύγγνωμον πολλάκις μέγα πρὸς σωτηρίαν, αἰδοῖ κατεῖργον τὸν ἀδικήσαντα, καὶ μετάγον εἰς φίλτρον ἐκ φόβου τὴν ἀσφαλεστέραν εὔνοιαν. Ἐπαιδεύθησαν δὲ, οἱ μὲν ὑπὸ βοῶν ἀναῤῥιφέντες τῇ ζεύγλῃ τετρυχωμένων, καὶ ἀπαντησάντων ἀθρόως, οὔπω τοῦτο πρότερον πεπονθότων· οἱ δὲ ἵπποις σφενδονηθέντες, καὶ συμπατηθέντες, τῶν εὐπειθεστάτων τε καὶ ἡμερωτάτων· οἱ δὲ πυρετοῖς ἀσχέτοις καταληφθέντες, καὶ φαντασίαις ὧν τετολμήκασιν· οἱ δὲ ἄλλοι ἄλλο τι παιδαγωγηθέντες, καὶ μαθόντες τὴν ὑπακοὴν ἐξ ὧν ἔπαθον.

27. Ἆρ᾿ οὖν τὸ μὲν ἐπιεικὲς τοσοῦτον αὐτῷ καὶ οὕτω γνώριμον· ἐντελείας δὲ καὶ τῆς περὶ τὸ πρακτέον ἀρετῆς παρῆκεν ἑτέρῳ τὸ πλέον ἔχειν; Οὐ μὲν οὖν· ἀλλ᾿ ἦν ὁ αὐτὸς ἥμερος μὲν, εἰ καί τις ἅλλος, ἐνεργὸς δὲ κατὰ τὸ ἥμερον. Δύο γὰρ τούτων ὡς τὰ πολλὰ μαχομένων ἀλλήλοις καὶ ἀντικαθισταμένων, ἁπλότητος καὶ τραχύτητος, καὶ τῆς μὲν τὸ ἥμερον ἐχούσης μετὰ τοῦ ἀπράκτου, τῆς δὲ τὸ πρακτικὸν δίχα τοῦ φιλανθρώπου, ἐκείνῳ συνῆλθε θαυμασίως ἀμφότερα· πράττειν μὲν, ὡς αὐστηρῷ μετὰ τῆς ἡμερότητος· ὑφίεσθαι δὲ, ὡς ἀπράκτῳ μετὰ τῆς ἐντελείας, ἐν προστασίαις, ἐν παῤῥησίαις, ἐν εἴδει παντὶ κυβερνήσεως. Τὸ γὰρ τοῦ ὄφεως φρόνιμον περὶ τὸ κακὸν τῷ τῆς περιστερᾶς ἀκεραίῳ περὶ τὸ καλὸν ἀναμίξας, οὔτε τὸ φρόνιμον εἴασε κακοῦργον γενέσθαι, οὔτε τὸ ἁπλοῦν ἀνόητον· ἀλλ᾿ ἑν ἀρετῆς εἶδος, ὡς μάλιστα ἐνῆν, ἐξ ἀμφοτέρων ἀπηκριβώσατο. Τὸν δὴ τοιοῦτον μὲν γεγονότα, οὕτω δὲ τῆς ἱερωσύνης προστάντα, τοιαύτης δὲ παρὰ πᾶσι δόξης τετυχηκότα, τί θαυμαστὸν καὶ σημείων ἀξιωθῆναι, οἷς βεβαιοῖ Θεὸς τὴν εὐσέβειαν;

28. Ἓν δὲ τῶν περὶ ἐκεῖνον θαυμάτων· Ἔκαμνεν ἀῤῥωστίᾳ, καὶ πονηρῶς εἶχε τοῦ σώματος. Καὶ τί θαυμαστὸν, εἰ κακοπαθοῦσι καὶ ἅγιοι, εἴτε εἰς κάθαρσιν καὶ τῆς μικρᾶς ἰλύος, εἴτε εἰς βάσανον ἀρετῆς καὶ πεῖραν φιλοσοφίας, εἴτε εἰς παίδευσιν τῶν ἀσθενεστέρων ἐν ἐκείνοις μανθανόντων τὸ καρτερεῖν, ἀλλὰ μὴ ἐκκακεῖν τοῖς πάθεσιν; Ἔκαμνεν οὖν, καὶ ὁ καιρὸς ἦν τὸ ἅγιον Πάσχα καὶ περιβόητον, ἡ βασίλισσα τῶν ἡμερῶν ἡμέρα, καὶ ἡ λαμπρὰ νὺξ λύουσα τὸ σκότος τῆς ἁμαρτίας, καθ᾿ ἣν ἡμεῖς ὑπὸ πλουσίῳ φωτὶ τὴν σωτηρίαν ἡμῶν αὐτῶν ἑορτάζομεν, καὶ τῷ φωτὶ δι᾿ ἡμᾶς νεκρωθέντι συννεκρωθέντες, καὶ ἀνισταμένῳ συνανιστάμεθα. Ἐνταῦθα μὲν δὴ τοῦ καιροῦ τὸ πάθος· τὸ δὲ ἦν, ὡς ἐν βραχεῖ διηγήσασθαι· Πυρετὸς μὲν σφοδρὸς καὶ διακαὴς πᾶν τὸ βάθος συνέφλεγεν, ἡ δὲ δύναμις ἐπελελοίπει, τῶν σιτίων δὲ ἀποκέκλειστο, ὕπνος δὲ ἀπελήλατο, ἀπορίᾳ δὲ εἴχετο, καὶ παλμοῖς συνεκόπτετο. Τὰ δὲ εἴσω τοῦ στόματος ἅπαντα, ἥ τε ὑπερῴα, καὶ ὅσον ὑπεραιώρηται, τοσούτοις ἕλκεσιν ἐξηνθήκει, καὶ οὕτω πικροῖς τε καὶ συνεχέσιν, ὥστε μηδὲ ὕδατι ῥᾴδιον εἶναι τὸν πόρον, μηδὲ ἀκίνδυνον. Ἤρκουν δὲ οὔτε ἰατρῶν τέχναι, οὔτε οἰκείων εὐχαὶ καὶ λίαν προσλιπαρούντων, οὔτε θεραπεία πᾶσα προσαγομένη. Ὁ μὲν οὖν ἐν τούτοις ἦν, πνέων μικρὰ καὶ ἀπεγνωσμένα, καὶ μηδὲ τῶν παρόντων ἐπαισθανόμενος, ἀλλ᾿ ὅλος τῆς ἐκδημίας ὢν, καὶ τῶν πάλαι ποθουμένων αὐτῷ καὶ ηὐτρεπισμένων. Ἡμᾶς δὲ εἶχε τὸ ἱερὸν, μύστας ὁμοῦ καὶ ἱκέτας (ἐπειδὴ τῶν ἄλλων ἀπεγνώκειμεν ἁπάντων), πρὸς τὸν μέγαν ἰατρὸν καὶ τὴν τῆς νυκτὸς ἐκείνης δύναμιν καταφεύγοντας, καὶ τὴν τελευταίαν ἐπικουρίαν· τί καὶ φῶ; ἑορτάσοντας, ἣ θρηνήσοντας; πανηγυρίσοντας, ἢ τιμήσοντας τὸν οὐκέτι ἐνταῦθα τὰ ἐπιτάφια; Ὢ τῶν δακρύων ἐκείνων, ἃ παρὰ παντὸς ἐχέθη τοῦ λαοῦ τηνικαῦτ!α ὢ φωνῶν, καὶ βοῶν, καὶ ὕμνων ταῖς ψαλμῳδίαις συγκιρναμένων! Ἐζήτουν παρὰ τοῦ ἱεροῦ τὸν ἱερέα, παρὰ τοῦ μυστηρίου τὸν μυσταγωγὸν, παρὰ τοῦ Θεοῦ τὸν ἄξιον παραστάτην· καὶ ταῦτα ἦν, ἐξαρχούσης τῆς ἐμῆς Μαρίας, καὶ ἀνακρουομένης τὸ τύμπανον, οὐ τὸ ἐπινίκιον, ἀλλὰ τὸ ἱκέσιον, καὶ τότε πρῶτον ἀναισχυντεῖν μαθούσης ὑπὸ τοῦ πάθους, καὶ καταβοώσης τοῦ λαοῦ τε ὁμοίως καὶ τοῦ Θεοῦ· τοῦ μὲν, συναλγεῖν πασχούσῃ, καὶ προσφιλοτιμεῖσθαι τοῖς δάκρυσι· τοῦ δὲ, εἰσακούειν τῶν δεομένων, πάντων αὐτὸν τῶν πρὸ τούτου θαυμάτων (καὶ γὰρ εὑρετικὸν τὸ πάσχειν) ὑπομιμνήσκουσα.

29. Τί οὖν ἐνταῦθα ὁ τῆς νυκτὸς ἐκείνης καὶ τοῦ κειμένου Θεός; Φρίττειν ἐπέρχεταί μοι τοῖς ἑξῆς προσιόντι τοῦ διηγήματος (φρίττοιτε δὲ καὶ ὑμεῖς, οἱ ἀκούοντες, μὴ ἀπιστοίητε δέ· οὐ γὰρ ὅσιον, ἡμῶν καὶ περὶ ἐκείνου διηγουμένων). Παρῆν ὁ τοῦ μυστηρίου καιρὸς, καὶ ἡ σεβάσμιος στάσις, καὶ τάξις, τοῖς τελουμένοις ἐφησυχάζουσα· ὁ δὲ παρὰ τοῦ ζωοποιοῦντος τοὺς νεκροὺς καὶ τῆς ἱερᾶς νυκτὸς διανίσταται. Μικρὸν ὑποκινεῖται πρῶτον, εἶτα στεῤῥότερον· εἶτα καλέσας τῶν παραμενόντων τινὰ θεραπευτὴν ἐξ ὀνόματος, μικρὰ πάνυ καὶ ἀμυδρᾷ τῇ φωνῇ, παρεῖναί τε καὶ ὀρέγειν ἐσθῆτα, καὶ χεῖρα ὑπέχειν ἐκέλευεν. Καὶ ὃς παρῆν μετ᾿ ἐκπλήξεως, καὶ ὑπηρέτει προθύμως· καὶ ὃς ὡς βακτηρίᾳ τῇ χειραγωγίᾳ χρησάμενος, μιμεῖται τὸν ἐπὶ τοῦ ὄρους Μωϋσέα καὶ τὰς παρειμένας χεῖρας εἰς εὐχὴν σχηματίσας, συντελεῖ προθύμως ἢ προτελεῖ τοῦ λαοῦ τὰ μυστήρια, ῥήμασι μὲν ὀλίγοις καὶ ὅσοις ἔσθενεν, διανοίᾳ δὲ, ὡς ἐμοὶ δοκεῖ, καὶ λίαν τελεωτάτῃ (ὢ τοῦ θαύματο!)ς, ἄνευ βήματος ἐπὶ βήματος, ἄνευ θυσιαστηρίου θύτης, ἱερεὺς πόῤῥω τῶν τελουμένων· καὶ ταῦτα παρῆν αὐτῷ παρὰ τοῦ ἁγίου Πνεύματος, αὐτῷ μὲν γινωσκόμενα, τοῖς παροῦσι δὲ οὐχ ὁρώμενα. Εἶτα ἐπειπὼν τὰ τῆς εὐχαριστίας ῥήματα οὕτως, ὡς σύνηθες, καὶ τὸν λαὸν κατευλογήσας, πάλιν τῆς κλίνης γίνεται, τροφῆς τε μικρόν τι προσέμενος, καὶ ὕπνου μεταλαβὼν, ἀνακαλεῖται τὸ πνεῦμα· καὶ ταῖς κατὰ μικρὸν προσθήκαις τῆς ὑγείας συναυξηθείσης, ἡ καινὴ παρῆν ἡμέρα τῆς ἑορτῆς (ἣν οὕτως ὀνομάζομεν πρώτην Κυριακὴν, μετὰ τὴν ἀναστάσιμον ταύτην ἔχοντε)ς· καὶ τὸ ἱερὸν καταλαβὼν σὺν παντὶ τῷ τῆς Ἐκκλησίας πληρώματι ἐγκαινίζει τὴν σωτηρίαν, καὶ θύει τὰ χαριστήρια. Καί μοί τι τοῦτο τὸ ἔργον τοῦ περὶ τὸν Ἐζεχίαν θαύματος οὐκ ἀτιμότερον· ὃν ἀσθενήσαντα καὶ δεηθέντα, προσθήκῃ ζωῆς ὁ Θεὸς ἐδόξασεν· καὶ τοῦτο ἐγνώρισε τῇ σκιᾷ τῶν ἀναβαθμῶν ἐπαναχθείσῃ, κατὰ τὴν αὐτοῦ τοῦ σωθέντος αἴτησιν· ὁμοῦ τε τῇ χάριτι καὶ τῷ σημείῳ τὸν βασιλέα τιμῶν, καὶ τῇ προσθήκῃ τῆς ἡμέρας τὴν τῶν ἡμερῶν προςθήκην πιστούμενος.

30. Τὸ δ᾿ αὐτὸ καὶ περὶ τὴν μητέρα τὴν ἐμὴν συνηνέχθη θαῦμα, οὐ μικρὸν ὕστερον· ἄξιον δὲ μηδὲ τοῦτο παραδραμεῖν· ταύτην τε γὰρ τὰ εἰκότα τιμήσομεν, εἴπερ τινὰ οὖσαν τιμῆς ἀξίαν, ἐκείνῳ τε χαριούμεθα τὴν κοινωνίαν τοῦ διηγήματος. Ἅπτεται κἀκείνης ἀῤῥωστία τῆς πάντα καρτερικῆς, καὶ γενναίας, καὶ ἀνόσου τὸν ἅπαντα χρόνον. Πολλῶν δὲ ὄντων τῶν λυπούντων ἵνα μὴ μακρὸν ἀποτείνω λόγον, ἡ ἀτροφία τὸ βαρύτατον ἦν ἐπὶ συχνὰς ἡμέρας τοῦτο κινδυνευούσῃ, καὶ μηδὲν εὑρισκούσῃ τοῦ κακοῦ φάρμακον. Πῶς οὖν τρέφει ταύτην Θεός; Οὐ μάννα βρέξας, ὡς τὸ πάλαι τῷ Ἰσραήλ· ἢ πέτραν ῥήξας, ἵνα πηγάσῃ λαῷ διψῶντι· ἢ κόραξιν ἑστιάσας, ὡς τὸν Ἡλίαν ἐκεῖνον· ἢ προφήτῃ μεταρσίῳ κορέσας, ὡς τὸν Δανιὴλ πρότερον ἐν λάκκῳ λιμώττοντα. Τίνα δὲ τρόπον; Ἔδοξεν ἐμὲ τὸν αὐτῇ φίλτατον (προετιμᾶτο γὰρ ἡμῶν ἄλλος οὐδ᾿ ἐν ὀνείρ)ῳ, ἀθρόως ἐπιστάντα νυκτὸς, μετὰ κανοῦ, καὶ ἄρτων τῶν λαμπροτάτων, ἐπευξάμενόν τε αὐτοῖς, καὶ σφραγίσαντα, ὥσπερ φίλον ἡμῖν, θρέψαι τε καὶ ῥῶσαι, καὶ συναγαγεῖν τὴν δύναμιν. Καὶ ἡ τῆς νυκτὸς ὄψις, ἔργον ἦν ἀληθείας· ἐξ ἐκείνου γὰρ ἑαυτῆς γίνεται καὶ τῆς χρηστοτέρας ἐλπίδος· τῷ τοῦτο δῆλον ἐναργεῖ καὶ φανερῷ γνωρίσματι. Ἐπειδὴ γὰρ τῆς ἡμέρας ἐπιλαβούσης, εἰσελθὼν τότε πρὸς αὐτὴν ὄρθριος, πρῶτον μὲν φαιδροτέραν ἢ πρόσθεν ἐθεασάμην· ἔπειτα, πῶς ἡ νὺξ, καὶ ὅτου δέοιτο, τὰ συνήθη δὴ ταῦτα ἐπυνθανόμην· Σύ με ἔθρεψας, φησὶν, ὦ τέκνον, μάλα ἑτοίμως καὶ φιλανθρώπως, ἔπειτα ἐρωτᾷς τὸ, πῶς ἔχοιμι; λίαν καλῶς τε καὶ γαληνῶς. Καὶ ἅμα κατένευον αἱ θεραπεύτριαι πρὸς τοῦτο μὴ ἀντιτείνειν, ἀλλ᾿ ἑτοίμως δέχεσθαι τὴν ἀπόκρισιν· μὴ ἀθυμίᾳ καταβληθείη, γυμνωθείσης τῆς ἀληθείας. Ἓν ἔτι προσθήσω τῶν κοινῶν ἀμφοτέροις.

31. Πλέοντί μοι τὸ Παρθενικὸν πέλαγος ἀπὸ τῆς Ἀλεξανδρέων, ἐπὶ τὴν Ἑλλάδα· ἔπλεον δὲ παντελῶς ἔξω τῆς ὥρας, οὕτω τοῦ πόθου πείθοντος, ἐπὶ νηὸς Αἰγιναίας· τοῦτο γάρ με καὶ μάλιστα προὔτρεψεν ὡς οἰκείοις προσδραμόντα τοῖς ἄξουσι· πλέοντι δ᾿ οὖν, ὡς ὀλίγον ἀνήχθημεν, δεινὸς συμπίπτει χειμὼν, καὶ οἷον μὴ πολλῶν πρότερον μνημονεύειν εἶχον, ὡς ἔφασκον, οἱ συμπλέοντες. Πάντων δὲ τὸν κοινὸν θάνατον δεδοικότων, ὁ τῆς ψυχῆς ἦν ἐμοὶ φοβερώτερος. Ἐκινδύνευον γὰρ ἄθλιος ἀπελθεῖν καὶ ἀτέλεστος, ποθῶν τὸ πνευματικὸν ὕδωρ ἐν τοῖς φονικοῖς ὕδασι. Καὶ διὰ τοῦτο ἐβόων, ἱκέτευον, ἐπόθουν μικρὰν προθεσμίαν· καὶ συνεβόων οἱ συμπλέοντες, καὶ τοῦτο ἐν τοῖς κοινοῖς κινδύνοις, ὡς οὐδὲ τῶν ἐπιτηδείων τινὲς, ξένοι φιλάνθρωποι, τὸ συναλγεῖν μαθόντες ἐκ τῶν κινδύνων. Τοῦτο ἔπασχον μὲν ἐγὼ, συνέπασχον δὲ οἱ γεννήτορες, διὰ νυκτερινῆς φαντασίας τοῦ κινδύνου μετέχοντες, καὶ ἀπὸ γῆς ἐβοήθουν, τῶν κυμάτων δι᾿ εὐχῆς κατεπᾴδοντες, ὡς ὕστερον συμβαλόντες ἔγνωμεν τὸν καιρὸν, ἡνίκα ἐπανήλθομεν. Τοῦτο καὶ ἡμῖν ἐδήλωσεν ὕπνος σωτήριος, ἐπειδή ποτε τοῦτον ἔγνωμεν, μικρὸν ὑπανέντος τοῦ κλύδωνος. Ἐριννύος ἐκράτουν ἐγὼ, φοβερὸν βλεπούσης, καὶ ἀπειλούσης τὸν κίνδυνον· ταύτην γὰρ ἡμῖν σαφῶς ἡ νὺξ ὑπέγραψεν. Ἄλλος ἐδόκει τῶν ἐμπλεόντων (ἦν δὲ παῖς τῶν εὐνουστάτων ἐμοὶ καὶ φιλτάτων, καὶ ὑπεραγωνιώντων, οὕτως ἔχοντο)ς, τὴν μητέρα τὴν ἐμὴν ἐπιβᾶσαν τῆς θαλάσσης, καὶ τῆς νηὸς λαβομένην ἐξέλκειν ταύτην ἐπὶ τὴν γῆν, οὐ σὺν πολλῷ τῷ πόνῳ. Καὶ ἡ ὄψις ἐπιστεύετο· ἡμεροῦτο γὰρ ἡ θάλασσα, καὶ Ῥόδος εἶχεν ἡμᾶς αὐτίκα οὐ πολὺ τὸ ἐν μέσῳ κακοπαθήσαντας. Ἐκείνου τοῦ κινδύνου καὶ ἡμεῖς δῶρον γεγόναμεν· καθυποσχόμενοι, εἰ σωθείημεν, ἡμᾶς αὐτοὺς τῷ Θεῷ, καὶ δεδωκότες ὡς ἀπεσώθημεν.

32. Τὰ μὲν δὴ κοινὰ τοιαῦτα. Πάλαι δὲ οἶμαι θαυμάζειν τινὰς τῶν τὰ ἐκείνου σαφῶς ἐγνωκότων, ὅτι περὶ μὲν τούτων οὕτω καταγεγόναμεν, ὡς μόνα πρὸς εὐφημίαν ἔχοντες· τῆς δὲ τῶν καιρῶν δυσχερείας τὴν μνήμην ἀνεθέμεθα, πρὸς οὓς παραταξάμενος ἐκεῖνος φαίνεται, ὥσπερ ἢ ἀγνοήσαντες ταῦτα, ἢ μὴ μεγάλα νομίζοντες. Φέρε οὖν καὶ ταῦτα προσθῶμεν τοῖς εἰρημένοις· Ἤνεγκεν ὁ καθ᾿ ἡμᾶς καιρὸς πρῶτον κακὸν, οἶμαι δὲ καὶ τελευταῖον, τὸν ἀποστάτην καὶ τοῦ Θεοῦ καὶ τῶν λογισμῶν βασιλέα· ὃς μικρὸν μὲν ἔργον ἡγησάμενος εἶναι Πέρσας χειρώσασθαι, μέγα δὲ τὸ Χριστιανοὺς παραστήσασθαι, καὶ ἅμα τῶν ἀγόντων αὐτὸν δαιμόνων τοῦτο πειθόντων, οὐδὲν εἶδος ἀσεβείας ἐνέλειπε, πείθων, ἀπειλῶν, σοφιζόμενος, ἕλκων πρὸς ἑαυτὸν, οὐ μόνον οἷς ἐτεχνάζετο, ἀλλὰ καὶ οἷς ἐβιάζετο. Οὐ μὴν λαθεῖν οἷός τε ἦν κλέπτων τὸν διωγμὸν σοφιστικαῖς ἐπινοίαις, οὐδὲ μὴν καὶ φανερῶς τῇ δυναστείᾳ χρώμενος· ἵν᾿ ἑνί γε τῷ τρόπῳ πάντως ἁλῶμεν, ἢ κακουργηθέντες, ἢ βιασθέντες. Τοῦτον τίς μᾶλλον ἢ περιφρονήσας, ἢ καταλύσας εὑρίσκεται; Τῆς μὲν οὖν περιφρονήσεως πρὸς πολλοῖς ἄλλοις ἐκεῖνο σημεῖον, οἵ τε τοξόται, καὶ ὁ τούτων στρατηγὸς, οὓς ἐπῆγεν ἐκεῖνος τοῖς ἱεροῖς οἴκοις ἡμῶν, ὡς ἢ παραληψόμενος, ἢ καταστρεψόμενος. Ἐπειδὴ γὰρ πολλοῖς προσβαλὼν ἄλλοις, κἀνταῦθα ἧκεν μετὰ τοῦ ἴσου φρονήματος, καὶ τὸ ἱερὸν ἐζήτει μετὰ τῶν προσταγμάτων, τοσοῦτον ἀποσχέσθαι τοῦ τι καταπράξασθαι ὧν ἐβούλετο, ὥςτε, εἰ μὴ θᾶττον ὑπεκλίθη τῷ ἐμῷ πατρὶ, ἢ παρ᾿ ἑαυτοῦ συνεὶς, ἤ τινος συμβουλεύσαντος ἀκούσας, κἂν τοὺς πόδας ξανθεὶς ἀπηλλάγη, ζέσαντος ἐπ᾿ αὐτὸν θυμῷ καὶ ζήλῳ περὶ τοῦ ναοῦ τοῦ ἱερέως. Τὴν κατάλυσιν δὲ πῶς ἄν τις μᾶλλον φανείη πραγματευσάμενος, ἢ δημοσίᾳ μὲν εὐχαῖς καὶ δεήσεσι πανδήμοις βάλλων τὸν ἀλιτήριον, καὶ οὐδὲ τὸν καιρὸν εὐλαβούμενος· ἰδίᾳ δὲ τὴν νυκτερινὴν παράταξιν κατ᾿ αὐτοῦ προβαλλόμενος, χαμευνίᾳ μὲν τὰς γεραιὰς ἐκείνας καὶ δροσερὰς κατατρύχων σάρκας, δάκρυσι δὲ πηγάζων τὸ ἔδαφος, μικροῦ καὶ εἰς ἐνιαυτὸν ὅλον· καὶ τοῦτο τῷ τῶν κρυπτῶν γνώστῃ μόνῳ φιλοσοφῶν, ἡμᾶς δὲ λανθάνειν ἐπιχειρῶν διὰ τὸ ἀνεπίδεικτον, ὥσπερ ἔφην, τῆς εὐλαβείας; Καὶ λαθὼν ἂν ἦν παντάπασιν, εἰ μή ποτε ἀθρόως ἐπεισελθὼν ἐγὼ, καὶ χαμευνίας σύμβολα θεασάμενος, καὶ τῶν περὶ αὐτὸν πυθόμενος, τίνα ταῦτ᾿ ἦν, ἔγνων τῆς νυκτὸς τὸ μυστήριον.

33. Ἕτερον δὲ τοῦ αὐτοῦ καιροῦ καὶ τῆς αὐτῆς ἀνδρίας διήγημα· ἐστασίαζεν ἡ Καισαρέων πόλις περὶ προβολὴν ἀρχιερέως, τοῦ μὲν ὑπεξελθόντος, τοῦ δὲ ἐπιζητουμένου, καὶ ἡ στάσις θερμὴ, καὶ μὴ ῥᾳδίαν τὴν λύσιν ἔχουσα. Φύσει τε γὰρ περὶ τοῦτο μάλιστα στασιώδης ἡ πόλις, διὰ θερμότητα πίστεως, καὶ τὸ τῆς καθέδρας ἐπίδοξον, πλείω τὴν φιλονεικίαν εἰργάζετο. Ταῦτα ἦν, καὶ παρῆσαν τῶν ἐπισκόπων τινὲς τὸν ἀρχιερέα δώσοντες· ὡς δὲ εἰς πλείους τοῦ δήμου διαιρεθέντος, καὶ ἄλλων ἄλλον προβαλλομένων, ὅπερ ἐν τοῖς τοιούτοις φιλεῖ συμβαίνειν, ὡς ἕκαστος ἔτυχεν ἢ φιλίας πρός τινας ἔχων, ἢ πρὸς Θεὸν εὐλαβείας, τέλος συμφρονήσας ὁ δῆμος ἅπας, τῶν πρώτων παρ᾿ αὐτοῖς ἕνα, βίῳ μὲν ἐξειλεγμένον, οὔπω δὲ τῷ θείῳ βαπτίσματι κατεσφραγισμένον, τοῦτον ἄκοντα συναρπάσαντες, καὶ ἅμα στρατιωτικῆς χειρὸς συλλαβομένης αὐτοῖς τηνικαῦτα ἐπιδημούσης ἐπὶ τὸ βῆμα ἔθεσαν, καὶ τοῖς ἐπισκόποις προσήγαγον, τελεσθῆναί τε ἠξίουν καὶ κηρυχθῆναι, πειθοῖ βίαν ἀναμίξαντες· οὐ λίαν μὲν εὐτάκτως, λίαν δὲ πιστῶς καὶ διαπύρως. Κἀνταῦθα οὐκ ἔστιν εἰπεῖν, ὅντινα εὐδοκιμώτερον ἐκείνου καὶ θεοσεβέστερον διέδειξεν ὁ καιρός. Τί γὰρ γίνεται, καὶ ποῖ προῆλθεν ἡ στάσις; Ἐβιάσθησαν, ἥγνισαν, ἀνεκήρυξαν, ἐπὶ τὸν θρόνον ἔθεσαν, χειρὶ μᾶλλον ἢ γνώμῃ καὶ διαθέσει πνεύματος· ἐδηλώθη δὲ τοῖς μετὰ ταῦτα. Ὡς γὰρ ἀπηλλάγησαν ἄσμενοι, καὶ γνώμης ἐγένοντο κύριοι, βουλὴν βουλεύονται σὺν ἀλλήλοις, οὐκ οἶδα μὲν εἰ πνευματικὴν, βουλεύονται δ᾿ ὅμως, μηδὲν κύριον ἡγεῖσθαι τῶν πεπραγμένων, μηδὲ τὴν κατάστασιν ἔγκριτον· τήν τε βίαν ἐπικαλοῦντες αὐτῷ, μηδὲν ἧττον βιασθέντι, καὶ ῥημάτων λαμβανόμενοί τινων, ὡς εἰρημένων τηνικαῦτα προπετέστερον ἢ σοφώτερον. Οὐ μὴν ὁ μέγας ἀρχιερεὺς, καὶ δίκαιος τῶν πραγμάτων ἐξεταστὴς, ἢ συναπήχθη τοῖς ταῦτα βουλευομένοις, ἢ τὴν γνώμην ἐπῄνεσεν· ἀλλ᾿ ἔμεινεν ἀκλινὴς καὶ ἀήττητος, οὐδέν γε ἧττον ἢ μηδὲ βιασθεὶς ὅλως. Χρῆναι γὰρ, κοινῆς οὔσης τῆς βίας, ἢ κατηγοροῦντας ἀντικατηγορεῖσθαι, ἢ ἀφιέντας ἀφίεσθαι, ἢ τό γε δικαιότερον, μήτ᾿ ἀφιέντας ἀφίεσθαι. Εἰ μὲν γὰρ αὐτοὺς εἶναι συγγνώμης ἀξίους, κἀκεῖνον πάντως· εἰ δὲ μηδαμῶς ἐκεῖνον, σχολῇ γὰρ ἂν αὐτούς. Πολλῷ γὰρ βέλτιον εἶναι, τότε κινδυνεύειν καὶ ἀντιτείνειν μέχρι παντὸς, ἢ ὕστερον ἐπιβουλεύειν, κἀν τούτῳ τῷ καιρῷ μάλιστα, ἡνίκα καὶ τὰς οὔσας ἔχθρας καταλύειν ἄμεινον ἦν, ἢ τὰς οὐκ οὔσας περινοεῖν· εἶχε γὰρ οὕτως.

34. Παρῆν μὲν ὁ βασιλεὺς βρέμων Χριστιανοῖς, δι᾿ ὀργῆς δὲ ἡ χειροτονία, ἠπειλεῖτο δὲ ὁ προβληθείς· ἐπὶ ξυροῦ δὲ ἡ πόλις, ἢ μηκέτ᾿ εἶναι μετὰ τὴν ἡμέραν ἐκείνην, ἢ περισωθῆναι, καί τινος φιλανθρωπίας τυχεῖν. Προσεγεγόνει γὰρ οἷς παρώξυντο περὶ τῆς Τύχης, ἐν καιρῷ τῆς εὐτυχίας περιλυθείσης, καὶ ἡ περὶ τὸν ἄνδρα καινοτομία, ὡς τῶν δημοσίων σεσυλημένων. Ἐζήτει δὲ ὁ τοῦ ἔθνους ἄρχων ὅ τι χαρίσαιτο τῷ καιρῷ, κἀκεῖνον τί διαθείη κακὸν, οὐδὲ ἄλλως πρὸς αὐτὸν ἔχων ἐπιτηδείως, ἀλλ᾿ ὡς ἐξ ἀντιπολιτείας διάφορος ὤν. Ἐκάλει δὲ δι᾿ ἐπιστολῶν τοὺς χειροτονήσαντας ὡς κατηγορήσοντας, οὐκ ἔτι ἀπραγμόνως, ἀλλ᾿ ἤδη τι καὶ ἀπειλῆς προστιθεὶς, ὡς τοῦτο ἀπαιτοῦντος τοῦ βασιλέως. Τότε τοίνυν καὶ πρὸς αὐτὸν ἐλθούσης ἐπιστολῆς, οὐδὲν δείσας, οὐδὲ μικρὸν ἐπισχὼν (σκοπῶμεν τὴν παῤῥησίαν, ὅση καὶ μεθ᾿ ὅσου τοῦ πνεύματος, ἐκ τῶν ἀντεπεσταλμένων), Ἡμεῖς, φησὶν, ὦ κράτιστε ἡγεμὼν, πάντων τῶν πραττομένων ἔχομεν ἐξεταστὴν ἕνα καὶ βασιλέα, τὸν νῦν πολεμούμενον· ἐκεῖνος καὶ τὴν νῦν ἐξετάσει χειροτονίαν, ἣν ἔνθεσμον καὶ φίλην αὐτῷ πεποιήμεθα. Ὑμῖν δὲ ἄλλο μέν τι βιάζεσθαι βουλομένοις, καὶ πάνυ ῥᾷστον· τοῦτο δὲ οὐδεὶς ἡμᾶς ἀφαιρήσεται, τὸ συνηγορεῖν, ὡς ὀρθῶς καὶ δικαίως πεπραγμένοις, τοῖς πεπραγμένοις· εἰ μὴ καὶ τοῦτον θείητε τὸν νόμον, οἷς οὐ θεμιτὸν παρακύπτειν εἰς τὰ ἡμέτερα. Τοῦτο τὸ γράμμα καὶ αὐτὸς ἐθαύμασεν ὁ δεξάμενος, εἰ καὶ πρὸς ὀλίγον ἐχαλέπῃνεν, ὡς οἱ πολλοὶ τῶν τὰ ἐκείνου καλῶς γιγνωσκόντων ἀπήγγελλον· τοῦτο καὶ βασιλέως τὴν ὁρμὴν ἔστησε, καὶ τοῦ κινδύνου τὴν πόλιν ἀπήλλαξεν, οὐ φαύλως δ᾿ ἂν προσθείην, ὅτι καὶ τῆς αἰσχύνης ἡμᾶς. Τούτου τοῦ μικροπολίτου τὸ ἔργον, καὶ τῆς καθέδρας τὰ δεύτερα ἔχοντος. Ἆρ᾿ οὐ πολλῷ βέλτιον οὕτω πρωτεύειν, ἢ ἀπὸ τῶν ὑψηλοτέρων θρόνων φθέγγεσθαι, καὶ κρατεῖν ἐν τοῖς πράγμασι μᾶλλον ἢ τοῖς ὀνόμασιν;

35. Ὃ δὲ τελευταῖον μὲν τῶν ἐκείνου τῇ τάξει, πρῶτον δὲ τῇ δυνάμει καὶ μέγιστον, τίς οὕτως ἔξω τῆς καθ᾿ ἡμᾶς οἰκουμένης, ὥστε ἀγνοεῖν; Ἐστασίαζε πάλιν ἡ αὐτὴ πόλις ἐπὶ τοῖς αὐτοῖς, τάχιστα προςληφθέντος τοῦ καλῶς βιασθέντος, καὶ πρὸς Θεὸν ἐκδημήσαντος, ὑπὲρ οὗ γενναίως καὶ ἀνδρικῶς ἐν τοῖς διωγμοῖς ἠγωνίσατο. Καὶ ἡ στάσις ἦν, ὅσῳ θερμοτέρα, τοσούτῳ καὶ ἀλογωτέρα. Οὐ γὰρ ἠγνοεῖτο τὸ ὑπεραῖρον, ὥσπερ οὐδ᾿ ἐν ἀστράσιν ἥλιος· ἀλλὰ καὶ λίαν ἐπίδηλον ἦν, τοῖς τε ἄλλοις ἅπασι, καὶ τοῦ λαοῦ μάλιστα τῷ ἐγκρίτῳ τε καὶ καθαρωτάτῳ, ὅσον τε περὶ τὸ βῆμα, καὶ ὅσον ἐν τοῖς καθ᾿ ἡμᾶς Ναζιραίοις· ἐφ᾿ οἷς ἔδει τὰς τοιαύτας προβολὰς κεῖσθαι μόνοις, ἢ ὅτι μάλιστα, καὶ οὐδὲν ἂν ἦν ταῖς Ἐκκλησίαις κακόν· ἀλλὰ μὴ τοῖς εὐπορωτάτοις τε καὶ δυνατωτάτοις, ἢ φορᾷ δήμου καὶ ἀλογίᾳ, καὶ τούτων αὐτῶν μάλιστα τοῖς εὐωνοτάτοις. Νῦν δὲ κινδυνεύω τὰς δημοσίας ἀρχὰς εὐτακτωτέρας ὑπολαμβάνειν τῶν ἡμετέρων, αἷς ἡ θεία χάρις ἐπιφημίζεται· καὶ βελτίω τῶν τοιούτων διοικητὴν φόβον, ἢ λόγον. Ἐπεὶ τίς ἂν ἐπ᾿ ἄλλον ἦλθε τῶν εὖ φρονούντων, σὲ παραλιπὼν, ὦ θεία καὶ ἱερὰ κεφαλὴ, τὸν ἐπὶ τῶν χειρῶν Κυρίου ἐζωγραφημένον, τὸν ἄζυγα, τὸν ἀκτήμονα, τὸν ἄσαρκον μικροῦ καὶ ἀναίμονα, τὸν ἐν λόγοις μετὰ τὸν Λόγον, τὸν ἐν φιλοσόφοις σοφὸν, τὸν ἐν κοσμικοῖς ὑπερκόσμιον, τὸν ἐμὸν ἑταῖρον καὶ συνεργὸν, τὸν συμμεριστὴν τῆς ψυχῆς, ἵν᾿ εἴπω τι τολμηρότερον, καὶ βίου κοινωνὸν καὶ παιδεύσεως; Ἐβουλόμην ἐλευθερίαν ἔχειν τὸν λόγον, ἐν ἄλλοις σε γράφων, ἀλλὰ μὴ παρόντος σου τὰ τοιαῦτα ἐξετάζεσθαι, καὶ ὑφίεσθαι τὰ πλείω διὰ κολακείας ὑπόνοιαν. Ἀλλ᾿ ὅ μοι λέγειν ὁ λόγος ὥρμησε, τὸ Πνεῦμα μὲν ᾔδει τὸν ἑαυτοῦ (πῶς γὰρ οὔ;)· ἀντεστάτει δὲ ὁ φθόνος· τὸ δὲ ὧν, αἰσχύνομαι λέγειν· εἴθε δὲ μηδ᾿ ἄλλων λεγόντων ἀκούειν ἦν, καὶ κωμῳδούντων ἐπιμελῶς τὰ ἡμέτερα. Τοῦτο μὲν οὖν, καθάπερ οἱ ποταμοὶ τῶν πετρῶν τὰς ἐν μέσῳ τῷ ῥεύματι, παραδράμωμεν, σιωπῇ τιμῶντες τὰ λήθης ἄξια· αὐτοὶ δὲ πρὸς τὰ ἑξῆς τοῦ λόγου προΐωμεν.

36. Ἤ,δει τὰ τοῦ Πνεύματος ἀκριβῶς ὁ τοῦ Πνεύματος· καὶ διὰ τοῦτο μηδὲν ταπεινὸν φρονεῖν ᾤετο δεῖν, μηδὲ κατὰ συστάσεις καὶ προλήψεις μάχεσθαι, χάριτι πλέον ἢ Θεῷ νέμοντας· ἀλλὰ πρὸς ἑν βλέπειν μόνον, τὸ τῶν Ἐκκλησιῶν ὄφελος, καὶ τὴν κοινὴν σωτηρίαν. Διὰ τοῦτο ἔγραφεν, ἐνουθέτει, συνήρμοζε τὸν λαὸν, τοὺς ἱερέας, τούς τε ἄλλους καὶ ὅσοι τοῦ βήματος, διεμαρτύρετο, ἐψηφίζετο, ἐχειροτόνει καὶ μήπω παρών· ἐδίδου τῇ πολιᾷ τὸ ἐναυθεντεῖν, ὡς οἰκείοις, τοῖς ἀλλοτρίοις. Καὶ τέλος, ἐπειδὴ κανονικὴν ἔδει γενέσθαι τὴν χειροτονίαν αὐτῷ, λείποντος ἑνὸς τῷ ἀριθμῷ τῶν ἀνακηρυξόντων, τοῦ σκίμποδος ἑαυτὸν ἀποσπάσας, γήρᾳ καὶ νόσῳ συντετριμμένος, ἐπὶ τὴν πόλιν νεανικῶς ἵεται· μᾶλλον δὲ φέρεται νεκρῷ τῷ σώματι, καὶ μικρὰ πνέοντι· καλὸν ἐντάφιον αὐτῷ, κἂν εἴ τι δέοι παθεῖν, τὴν σπουδὴν ἐκείνην ἔσεσθαι πεπεισμένος. Γίνεται δέ τι κἀνταῦθα σημεῖον οὐκ ἀπιστούμενον· Ῥώννυται τῷ πόνῳ, νεάζει τῇ προθυμίᾳ, οἰκονομεῖ, παρατάςσεται, τίθησιν ἐπὶ τοῦ θρόνου, προπέμπεται, οὐκ ἔτι σορῷ τῷ φορείῳ, κιβωτῷ δὲ θείᾳ χρησάμενος. Ἣν δὲ ἄρτι μακροθυμίαν ἐπαινῶν ἐπαυσάμην, ταύτην ἐνταῦθα καὶ πλέον δείκνυσιν. Οὐ γὰρ φερόντων τῶν συλλειτουργῶν τὴν αἰσχύνην τῆς ἥττης, καὶ τὴν ἐν τοῖς πράγμασι τοῦ γέροντος δυναστείαν, καὶ διὰ τοῦτο δυσχεραινόντων αὐτῷ καὶ λοιδορουμένων, ἵσχυσεν οἷς ἐκαρτέρει καὶ τούτων ὑπεράνω γενέσθαι, μέγιστον εὑρὼν εἰς συμμαχίαν τὴν ἐπιείκειαν, καὶ τὸ μὴ ἀντιλοιδορεῖν λοιδορούμενον. Τί γὰρ εἶναι δεινὸν, εἰ τοῖς πράγμασι νικήσας, φέροι τῇ γλώσσῃ νικώμενος, Τοιγαροῦν οὕτω κἀκείνους εἷλε τῇ μακροθυμίᾳ, προσλαβὼν καὶ τὸν χρόνον τῆς γνώμης σύμμαχον, ὥστε ἀπελογοῦντο, προσέπιπτον, μεταβάλλοντες εἰς θαῦμα τὴν ἀγανάκτησιν. Ἠ,σχύνοντο τοῖς προτέροις, ἐχρῶντο πατριάρχῃ, καὶ νομοθέτῃ, καὶ δικαστῇ, τὸ μισεῖν ἀποῤῥίψαντες.

37. Τοῦ δὲ αὐτοῦ ζήλου καὶ ἡ κατὰ τῶν αἱρετικῶν ἔνστασις, ἡνίκα ἐπεστράτευσαν ἡμῖν μετὰ τῆς βασιλικῆς ἀσεβείας, ὡς καταστρεφόμενοι καὶ ἡμᾶς, καὶ τοῖς ἄλλοις προσθήσοντες, ἤδη σχεδὸν πᾶσι δεδουλωμένοις. Οὐδὲ γὰρ ἐνταῦθα μικρόν τι μέρος ἡμῖν συνεισήνεγκε, καὶ παρ᾿ ἑαυτοῦ καὶ παρ᾿ ἡμῶν ἴσως· οὓς ἐπῆγεν ἐκείνοις, ὡς πικροτάτοις θηρίοις, οὐκ ἀγεννεῖς σκύλακας, γυμνάζων πρὸς τὴν εὐσέβειαν. Ἓν ἀμφοτέροις μέμφομαι (καί μοι μηδὲν δυσχεράνητε τῆς παῤῥησίας· ἐκρήξω γὰρ τὸ λυποῦν, εἰ καὶ φορτικώτερον), ὅτι με τοῖς τοῦ βίου κακοῖς δυσχεραίνοντα, καὶ τῆς ἐρημίας ἐρῶντα, ὡς οὐκ οἶδ᾿ εἴ τις ἄλλος τῶν καθ᾿ ἡμᾶς, καὶ τὴν κοινὴν ταύτην ζάλην καὶ κόνιν, ὡς ἔχω τάχους, ἐκκλίνειν φιλονεικοῦντα, καὶ εἰς τὸ ἀσφαλὲς ἀποσώζεσθαι, οὐκ οἶδ᾿ ὅπως τῇ φορτικῇ καὶ ἐπιβούλῳ τῶν ψυχῶν ἀγορᾷ ταύτῃ φέροντες παραδεδώκατε, δι᾿ εὐπρεποῦς ὀνόματος τῆς ἱερωσύνης. Ἐξ ὧν ἤδη μοι τὰ μὲν συνέβη κακὰ, τὰ δὲ ἐλπίζεται. Τὸ γὰρ ἤδη παθεῖν, καὶ πρὸς τὸ μέλλον πως δύσελπι, κἂν ὁ λογισμὸς ἄλλο τι πείθῃ, τὸ κρεῖττον ὑποτιθέμενος.

38. Οὐκ ἂν οὐδὲ τοῦτο τῶν ἐκείνου καλῶν παρέλθοιμι. Πάντα μὲν ἦν καρτερικὸς, καὶ κρείττων τοῦ περιβλήματος· τῇ τελευταίᾳ δὲ νόσῳ κακοπαθῶν, ἣ τῷ γήρᾳ συνεπέθετο, καὶ ταύτῃ χρονίᾳ καὶ σφαλερᾷ, τὸ μὲν ἀῤῥωστῆσαι κοινὸν πρὸς τοὺς ἄλλους ἔσχεν ἀνθρώπους· τοῦτο δὲ, οὐκ ἔτι κοινὸν, ἀλλὰ σφόδρα ἐκείνου, καὶ τοῖς ἄλλοις ἀκόλουθον θαύμασιν. Οὐ γὰρ ἔστιν ὅτε μὴ τῷ πάθει στενοχωρούμενος, καὶ πολλάκις γε τῆς ἡμέρας, ἔστι δὲ ὅτε καὶ ὥρας, ὑπὸ μόνης ἐῤῥώννυτο τῆς λειτουργίας· καὶ ὑπεχώρει τὸ πάθος, ὥσπερ ἐξ ἐντολῆς φυγαδευόμενον. Ζήσας δὲ σχεδόν τι περὶ τὰ ἑκατὸν ἔτη, πέρα τῶν Δαυιδικῶν ὅρων, περὶ τοῦ καθ᾿ ἡμᾶς χρόνου, καὶ τούτων αὐτῶν ἐν τῇ ἱερωσύνῃ πέντε καὶ τεσσαράκοντα, μέτρον τῆς ἀνθρωπίνης ζωῆς, ἔπειτα ἐν γήρᾳ καλῷ καταλύει τὸν βίον. Καὶ τοῦτο, πῶς; Ἐν τοῖς τῆς εὐχῆς ῥήμασί τε καὶ σχήμασιν, οὐδὲν μὲν κακίας ἴχνος, πλεῖστα δὲ ἀρετῆς καταλιπὼν ὑπομνήματα. Τοιγαροῦν καὶ τὸ σέβας αὐτῷ πλεῖον ἢ κατὰ ἄνθρωπον, ἐν ταῖς ἁπάντων γλώσσαις καὶ διανοίαις· καὶ οὐκ ἔστι ῥᾳδίως εὑρεῖν, ὅστις ἐκείνου μεμνημένος, οὐχὶ καὶ τὴν φαντασίαν ἀσπάζεται, τοῦτο δὴ τὸ τῆς Γραφῆς, χεῖρα θεὶς ἐπὶ στόματι. Τοιοῦτος μὲν ὁ βίος αὐτῷ, τοιαύτη δὲ ἡ τοῦ βίου συμπλήρωσις καὶ τελείωσις.

39. Ἐπεὶ δὲ καὶ μνημόσυνον τῆς ἐκείνου μεγαλοψυχίας ἔδει τῷ βίῳ καταλειφθῆναι, τί μᾶλλον ἔδει, ἢ τὸν νεὼν τοῦτον, ὃν Θεῷ τε ἤγειρε καὶ ἡμῖν, ὀλίγα μὲν τῷ λαῷ προσχρησάμενος, τὰ πλείω δὲ οἴκοθεν εἰσενεγκών; Ἔργον οὐ σιωπῆς ἄξιον, μεγέθει μὲν ὑπὲρ τοὺς πολλοὺς, κάλλει δὲ σχεδὸν ὑπὲρ ἅπαντας· ὀκτὼ μὲν ἰσοπλεύροις εὐθείαις εἰς ἑαυτὸν ἀπαντῶντα, κιόνων δὲ καὶ στοῶν κάλλεσι διωρόφων εἰς ὕψος αἰρόμενον, καὶ τοῖς ὑπὲρ αὐτῶν πλάσμασιν οὐ λειπομένοις τῆς φύσεως· οὐρανῷ δὲ ἄνωθεν καταστράπτοντα, πηγαῖς δὲ φωτὸς πλουσίαις τὰς ὄψεις περιαυγάζοντα, ὥσπερ ἀληθῶς φωτὸς οἰκητήριον· δρόμοις τε ἀμφιθέτοις ὕλης τῆς λαμπροτάτης ἰσογωνίοις κυκλούμενον, καὶ πολὺν τὸν ἐν μέσῳ τόπον περιλαμβάνουσι· πυλῶν δὲ καὶ προπυλαίων προλάμποντα χάρισι, καὶ πόῤῥωθεν τοὺς προσιόντας δεξιούμενον. Καὶ οὔπω λέγω τὸν ἔξωθεν κόσμον, λίθου τετραπέδου, καὶ εἰς τρίχα συνηρμοσμένου κάλλος καὶ μέγεθος, ὅσος τε καὶ μαρμάρεος ἐν ἕδραις καὶ κεφαλίσιν, αἳ τὰς γωνίας διειλήφασι, καὶ ὅσος ἐπιχώριος μηδὲν τοῦ ξένου λειπόμενος· ζώνας τε πολυειδεῖς καὶ ποικίλας προβεβλημένας τε καὶ ἐνυφασμένας, ἀπὸ κρηπῖδος εἰς κορυφὴν, ἣ ζημιοῖ τὸν θεατὴν, τὴν ὄψιν ὁρίζουσα. Πῶς ἂν ὁ λόγος ἔργον τοσούτου χρόνου, καὶ πόνου, καὶ τοσαύτης χειρὸς οὕτως ἐν βραχεῖ παραστήσειεν; Ἢ τοσοῦτον εἰπεῖν ἀρκέσει, ὅτι πολλῶν τὰς ἄλλας πόλεις κοσμούντων ἔργων, ἰδίων τε καὶ δημοσίων, τοῦτο καὶ μόνον ἴσχυσε διαβοήτους ἡμᾶς καταστῆσαι τοῖς πλείοσιν. Ἀλλ᾿ ὁ μὲν ναὸς οὕτως ἔχων. Ἐπεὶ δὲ καὶ ἱερέως ἔδει, καὶ τοῦτον οἴκοθεν ἐπιδίδωσιν· εἰ μὲν κατὰ τὸν ναὸν, οὐκ ἔχω λέγειν, πλὴν ἐπιδίδωσιν. Ἐπεὶ δὲ καὶ θυμάτων ἔδει, καὶ ταῦτα προστίθησι, τὰ πάθη τοῦ παιδὸς, καὶ τὴν ἐν τοῖς δεινοῖς καρτερίαν· ἵν᾿ ἔχῃ παρ᾿ αὐτοῦ Θεὸς ὁλοκάρπωμα λογικὸν, ἱερεῖον πνευματικὸν ἀντὶ νομικοῦ θύματος καλῶς δαπανώμενον.

40. Τί φῂς, ὦ πάτερ; ἱκανὰ ταῦτα, καὶ ἀπέχεις τῶν πόνων τὰς ἀμοιβὰς, οὓς ἐπὶ τοῖς ἐμοῖς λόγοις ἐμόχθησας, τὸν εἴτε προπεμπτήριον, εἴτ᾿ ἐπιτάφιον τοῦτον ἔπαινον; καὶ δίδως εἰρήνην τῷ λόγῳ, τὸν παλαιὸν τρόπον, κἀνταῦθα τοῦτον ὁρίζεις, φεύγων τὸν κόρον, ὡς ἂν εἴη σύμμετρος; ἢ τίνα προσθήκην ἐπιζητεῖς; Ὁρίζεις, οἶδ᾿ ὅτι· καὶ γὰρ αὐτάρκης. Ἐκεῖνο δὲ προσθεῖναι συγχώρησον· Γνώρισον ἡμῖν ποῦ ποτε εἶ δόξης, καὶ τὸ περὶ σὲ φῶς, καὶ τὴν σὴν μετ᾿ ὀλίγον ὁμόζυγα, καὶ τῶν τέκνων, ἃ προκατέθαψας· κἀμὲ ταῖς αὐταῖς δέξαι σκηναῖς, ἢ μηδὲν ἔτι, ἢ μικρὰ τῷ βίῳ τούτῳ κακοπαθήσοντα· καὶ πρὸ τῶν σκηνῶν, τῷ γλυκεῖ λίθῳ τούτῳ, ὃν ἀμφοτέροις ἔστησας, τιμῶν κἀνταῦθα τὸν σὸν ἱερὸν καὶ ὁμώνυμον· καὶ τοῦ λόγου συγγνώμην ἔχε, τοῦ τε παρεθέντος, καὶ τοῦ προσληφθέντος σὴν χάριν. Καὶ διεξάγοις ἀκινδύνως, μάλιστα μὲν ἅπασαν ποίμνην καὶ πάντας ἀρχιερέας, ὧν ἐκλήθης πατὴρ, ἐξαιρέτως δὲ τὸν ὑπὸ σοῦ βιασθέντα, καὶ τυραννηθέντα πατρικῶς τε καὶ πνευματικῶς, ὡς ἂν μὴ πάντα σε μεμφοίμην τῆς τυραννίδος.

41. Σοὶ δὲ τί δοκοῦμεν, ὦ κριτὰ τῶν ἐμῶν λόγων καὶ κινημάτων; Εἰ μὲν αὐτάρκως διείλεκται ταῦτα, καὶ τῆς σῆς ἐπιθυμίας ἀξίως, τοῦτο ἐπιψήφισον, καὶ δεχόμεθα· πάντως δὲ Θεοῦ ψῆφος ἡ σή. Εἰ δὲ παρὰ πολὺ τῆς ἐκείνου δόξης, καὶ τῆς σῆς ἐλπίδος, ἐγγὺς ὁ σύμμαχος. Ἐπάφες τὴν σὴν φωνὴν τοῖς ἐκείνου καλοῖς προσδοκωμένην, ὡς ὑετὸν ὥριμον· πάντως δὲ ὑπόχρεων ἔχει σε τῶν μεγίστων, καὶ ὡς ποιμένα ποιμὴν, καὶ ὡς πατὴρ υἱὸν τὸν ἐν χάριτι. Τί θαυμαστὸν, εἰ διὰ σοῦ βροντήσας τῇ οἰκουμένῃ, καὶ αὐτός τι τῆς σῆς φωνῆς ἀπολαύσειεν; Τί δεῖ λοιπόν; Τῇ πνευματικῇ Σάῤῥᾳ, τῇ τοῦ μεγάλου πατρὸς ἡμῶν Ἀβραὰμ, καὶ ὁμοζύγῳ, καὶ ἰσοχρόνῳ, συμφιλοσοφῆσαι τὰ ἐπικήδια.

42. Οὐχ ἡ αὐτὴ φύσις, ὦ μῆτερ, Θεοῦ καὶ ἀνθρώπων· μᾶλλον δὲ ὅλως τῶν θείων καὶ τῶν ἐπιγείων. Παρ᾿ ἐκείνοις μὲν τὸ ἄτρεπτον καὶ ἀθάνατον, αὐτοῦ τε τοῦ εἶναι, καὶ τῶν ὅσα τοῦ εἶναι· τῶν γὰρ παγίων τὰ πάγια. Τὰ δὲ ἡμέτερα πῶς ἔχει; Ῥεῖ τε καὶ φθείρεται, καὶ ἄλλοτε ἄλλην λαμβάνει μεταβολήν. Ζωὴ γοῦν καὶ θάνατος, ταῦθ᾿ ἅπερ λέγεται, πλεῖστον ἀλλήλων διαφέρειν δοκοῦντα, εἰς ἄλληλα περιχωρεῖ πως καὶ ἀντικαθίσταται. Ἡ μὲν γὰρ ἐκ φθορᾶς ἀρχομένη τῆς μητρὸς ἡμῶν, καὶ διὰ φθορᾶς ὁδεύουσα τῆς ἀεὶ τοῦ παρόντος ἐκστάσεως, εἰς φθορὰν καταστρέφει τὴν τοῦ βίου τούτου κατάλυσιν· ὁ δὲ τῶν ἐνταῦθα κακῶν ἀπαλλαγὴν ἔχων, καὶ πρὸς τὴν ἄνω πολλάκις μετάγων ζωὴν, οὐκ οἶδα εἰ κυρίως προσαγορεύοιτο θάνατος, ἐν ὀνόματι μᾶλλον ἢ πράγματι τὸ φοβερὸν ἔχων· καὶ κινδυνεύομεν πάσχειν πως ἄλογον πάθος, ἃ μὲν ἔστιν οὐ φοβερὰ δεδοικότες, ἃ δὲ φοβεῖσθαι ἄξιον ὡς αἱρετώτερα περιέποντες. Μία ζωὴ, πρὸς τὴν ζωὴν βλέπειν· εἷς θάνατος, ἡ ἁμαρτία· ψυχῆς γὰρ ὄλεθρος. Τἄλλα δὲ, οἷς μέγα φρονοῦσί τινες, ὀνειράτων ὄψις ἐστὶ κατὰ τῶν ὄντων παίζουσα, καὶ ψυχῆς ἀπατηλὰ φάσματα. Ἂν οὕτως ἔχωμεν, ὦ μῆτερ, οὔτε τῇ ζωῇ μέγα φρονήσομεν, οὔτε τῷ θανάτῳ λίαν ἀνιασόμεθα. Τί τοίνυν δεινὸν πεπόνθαμεν, εἰ πρὸς τὴν ἀληθινὴν ζωὴν ἐνθένδε μεταβεβήκαμεν; εἰ στροφῶν, καὶ ἰλίγγων, καὶ κόρων, καὶ τῆς αἰσχρᾶς φορολογίας ἀπηλλαγμένοι, μετὰ τῶν ἑστώτων καὶ οὐ ῥεόντων ἐσόμεθα φῶτα μικρὰ, φῶς τὸ μέγα περιχορεύοντες;

43. Ἀλλὰ λυπεῖ σε τὸ τῆς διαζεύξεως; ἀλλ᾿ εὐφραινέτω τὸ τῆς ἐλπίδος. Ἀλλὰ δεινὸν ἡ χηρεία; ἐκείνῳ δὲ οὐ δεινόν. Καὶ ποῦ τὸ τῆς ἀγάπης ἀγαθὸν, ἑαυτῷ τὰ ῥᾴω διδόντα, τῷ πλησίον ἀπονέμειν τὰ προσαντέστερα; Τί δὲ καὶ δεινὸν ὅλως τῇ λυθησομένῃ μετὰ μικρόν; Ἐγγὺς ἡ προθεσμία, τὸ λυπηρὸν οὐκ ἐπίμονον. Μὴ φορτίζωμεν ἀγεννέσι λογισμοῖς τὰ κουφότατα. Μεγάλων ἐστερήμεθα καὶ γὰρ τετυχήκαμεν· τὸ μὲν στερεῖσθαι, πάντων, τὸ δὲ τυχεῖν, οὐ πολλῶν. Μὴ τοῦτο καμπτέτω, ἀλλ᾿ ἐκεῖνο παραμυθείσθω. Τὸ γὰρ κρεῖττον, νικᾷν εὐλογώτερον. Ἤνεγκας παίδων ἀποβολὴν, τῶν ὡραίων ἔτι, καὶ τῷ ζῇν ἐπιτηδείων, ἀνδρικώτατα καὶ φιλοσοφώτατα· ἔνεγκε καὶ γηραιοῦ κατάθεσιν σώματος ἤδη τῷ βίῳ κάμνοντος, εἰ καὶ τὰς αἰσθήσεις ἀπαθεστάτας ὁ τῆς ψυχῆς τόνος αὐτῷ συνετήρησεν. Ἀλλὰ δέῃ τοῦ κηδεμόνος; ποῦ δὲ ὁ σὸς οὗτος Ἰσαὰκ, ὃν ἀντὶ πάντων σοι καταλέλοιπεν; Αἴτει παρ᾿ αὐτοῦ τὰ μικρὰ, τὴν χειραγωγίαν, καὶ τὴν δουλείαν· ἀντιδίδου τὰ μείζονα, τὴν μητρικὴν εὐλογίαν, καὶ τὰς εὐχὰς, καὶ τὴν ἐκεῖθεν ἐλευθερίαν. Ἀγανακτεῖς νουθετουμένη; τοῦτο ἐπαινῶ· καὶ γὰρ πολλοὺς νενουθέτηκας, ὅσους ὁ πολὺς χρόνος ὑπὸ τὴν σὴν ἤγαγε σύνεσιν. Οὐδὲν ὁ λόγος πρὸς σὲ τὴν φιλοσοφωτάτην· ἔστω κοινὸν τοῖς πενθοῦσι παραμυθίας φάρμακον, ὡς ἂν εἰδεῖεν ἀνθρώπους ἄνθρωποι προπέμποντες.

ΛΟΓΟΣ 19.

Εἰς τοὺς λόγους, καὶ εἰς τὸν ἐξισωτὴν Ἰουλιανόν.

1. Τίς ἡ τυραννὶς, ἣν ἐξ ἀγάπης ἀεὶ τυραννούμεθα; τίς ἡ ἐμὴ σοφία καὶ ἐπιστήμη, δι᾿ ἣν καθ᾿ ἑκάστην πανήγυριν πολεμούμεθα; Ἐγὼ μὲν γὰρ οὐδεμίαν εὑρίσκω, πανταχόθεν ἐμαυτὸν διεξάγων καὶ διευθύνων. Πλὴν ἕν γε τοῦτο ἐμαυτῷ συνεπίσταμαι, καὶ ἴσως οὐ φαῦλον, κἄν τινες εὐήθειαν ὀνομάζωσιν. Ἐβουλήθην ἐν καιρῷ μὲν παντὶ νεκρωθῆναι τῷ βίῳ, καὶ ζῆσαι τὴν ἐν Χριστῷ κεκρυμμένην ζωὴν, καὶ γενέσθαι τις μεγαλέμπορος, πάντων ὧν ἔχω τὸν τίμιον ὠνησάμενος μαργαρίτην, καὶ ἀντιδοὺς τὰ ῥέοντα καὶ συρόμενα τῶν ἑστώτων καὶ οὐρανίων· ἥπερ δὴ πραγματειῶν μεγίστη καὶ βεβαιοτάτη τοῖς γε νοῦν ἔχουσιν· εἰ δ᾿ οὒκ, ἀλλὰ τοῦτό γε καρτερῆσαι, παραχωρῆσαι τῶν θρόνων τοῖς βουλομένοις, αὐτὸς δὲ διὰ βίου παῖς εἶναι καὶ μαθητὴς, μέχρις ἂν τοῖς ποτίμοις τῶν λόγων τοὺς ἁλμυροὺς ἀποκλύσωμαι. Ἓν μὲν δὴ τοῦτο τῆς ἐμῆς ἔστω φιλοσοφίας, εἴτε εὐηθείας, καὶ πρῶτον· δεύτερον δὲ, ὃ καὶ μέγιστον.

2. Ἐπειδὴ λόγῳ τὸν τῶν πολλῶν λόγον ἐπισχεῖν οὐχ οἷός τε ἐγενόμην, καὶ τὴν νῦν κατέχουσαν πάντας φορὰν καὶ προθυμίαν, εἰς τὸ διδάσκειν τε καὶ λαλεῖν τὰ τοῦ Πνεύματος χωρὶς Πνεύματος· ἑτέραν ἦλθον, ὡς ἐμαυτὸν πείθω, βελτίω τε καὶ ἀπονωτέραν ὁδὸν, παιδεῦσαι πρὸς ἡσυχίαν ἅπαντας τῷ ἀρχετύπῳ τῆς σιωπῆς· εἰ μέν τι μέγα περὶ ἡμῶν οἴονται, τὴν ὑπεροχὴν αἰδουμένους· εἰ δὲ μικρόν τε καὶ ὅσον ἄξιον, τῷ ὁμοτίμῳ συμμετριάζοντας. Οὗτος ὁ λόγος τῆς ἐμῆς σιωπῆς· τοῦτο τῆς καρτερίας ἡμῶν τὸ μυστήριον.

3. Ἀλλὰ τί πάθω; Ὁ μὲν ἔνθεν, ὁ δὲ ἔνθεν διέλκουσιν ἡμᾶς καὶ σπαράττουσι, καὶ ὑπὲρ τῶν ἐμῶν δικάζονται πόνων, ὥσπερ ἄλλο τι χρέος τὸν λόγον ἀπαραιτήτως εἰσπράττοντες, καὶ ἀγαπῶσι μᾶλλον ἢ αὐτὸς ἐμαυτόν· καὶ εἰσὶ πάντες ἐμοῦ σοφώτεροι, πλέον ἢ ἐγὼ γινώσκοντες καιρὸν λόγου ἢ σιωπῆς· καί φασιν οὐκ ἀνήσειν, ὥσπερ σιδήρῳ πυρῖτιν λίθον, παίοντες ἡμᾶς τοῖς ὀνείδεσιν, ἕως ἂν ἐκ μικροῦ σπινθῆρος τὸν τῶν λόγων πυρσὸν ἀνάψωσιν. Ἤδη δέ τινες αὐτῶν καὶ ὑπισχνοῦνται χρηστότερα, καὶ μεγάλα προτιθέασιν ἆθλα τοῖς λόγοις· πρῶτον μὲν ἑαυτοὺς εὐποιήσειν, δόντες τῷ Θεῷ καὶ ἡμῖν εἰς τὸν λόγον καρποφορῆσαι· ἔπειτα καὶ τούσδε πάντας, διὰ τῆς ἀπογραφῆς, τὸν ἐμὸν κλῆρον, εἴπερ ἐμὸς ὁ πατρικὸς, τὸ ἐμὸν ποίμνιον, οὓς λίαν ἀδικοίην, μὴ πάντα τρόπον εὐεργετεῖν προθυμούμενος. Τὸ δὲ κάλλιστον, ὅτι, ὃ πολλὰ πονήσαντας ἔδει κατορθῶσαι τοῖς λόγοις, τοῦτο ὑπὲρ τῶν λόγων αὐτῶν εἰσφέρουσιν. Ὢ τῆς καλῆς φιλονεικίας, ἣν ἐμὲ νικῆσαι φιλονεικοῦσιν! Ὢ τῆς ἐπαινετῆς ἐπιδόσεω!ς Ὁρᾶτε πηλίκον τὸ ἔργον τῆς ἐμῆς σιωπῆς· αὐτοὺς ὑμῖν πεποίηκε τοὺς λόγους ποθεινοτέρους. Ὁρᾶτε τὸν καρπὸν τῆς ἀδοξίας τῆς ἡμετέρας. Εἴθε τι γένοιτο καὶ τῶν λόγων τοσοῦτον ὄφελος, ὅσον τῆς σιωπῆς.

4. Οὐκοῦν ἐπειδὴ ταῦτα δοκεῖ, καὶ νενικήκατε τὸν ἀήττητον, καὶ τρόπαιον ἐστήσατε κατὰ τῆς ἐμῆς φιλοσοφίας, φέρε τι φθέγξωμαι πρὸς ὑμᾶς, τῆς σιωπῆς ἄμεινον. Φθέγξομαι τοιγαροῦν, οὐ μαλακόν τι καὶ ἀναβεβλημένον, οὐδὲ τῆς ἡδίστης τοῖς πολλοῖς ἁρμονίας (οὐδὲ γὰρ ἂν καλῶς ἀμειβοίμην τοὺς ἐμοὺς ἐραστὰς, οὕτω διαλεγόμενο)ς, ἀλλὰ καὶ λίαν ἀνδρικόν τε καὶ σύντονον, καὶ ᾧ τάχα ἂν ἀμείνους γένοισθε, ἀπὸ τῆς σαρκὸς ἐπὶ τὸ πνεῦμα μετενεχθέντες, καὶ ὑψωθέντες ἱκανῶς τὴν διάνοιαν. Υἱοὶ ἀνθρώπων, ἕως πότε βαρυκάρδιοι, (προοιμιάσομαι γὰρ πρὸς ὑμᾶς ἐκ τοῦ μεγαλοφωνοτάτου Δαβίδ); Ἵνα τί ἀγαπᾶτε ματαιότητα, καὶ ζητεῖτε ψεῦδος, μέγα τι τὸν ἐνταῦθα βίον, καὶ τὴν τρυφὴν, καὶ τὸ μικρὸν δοξάριον, καὶ τὴν ταπεινὴν δυναστείαν, καὶ τὴν ψευδομένην εὐημερίαν ὑπολαμβάνοντες; Ἃ μὴ τῶν ἐχόντων μᾶλλόν ἐστιν ἢ τῶν ἐλπισάντων, οὐδὲ τούτων μᾶλλον ἢ τῶν οὐδὲ προσδοκησάντων· ὥσπερ χοῦς ὑπὸ λαίλαπος ἄλλοτε εἰς ἄλλους ῥιπιζόμενά τε καὶ μεταῤῥιπτούμενα, ἢ ὥσπερ καπνὸς διαῤῥέοντα, καὶ ὡς ὄναρ παίζοντα, καὶ ὡς σκιὰ μὴ κρατούμενα· οὔτε ἀπόντα δυσέλπιστα τοῖς οὐ κεκτημένοις, οὔτε παρόντα πιστὰ τοῖς ἔχουσιν.

5. Οὐκ ἀναβλέψομεν εἰς τὸν οὐρανὸν ἄνω; οὐκ ἐκνήψομεν; οὐ τῶν ὀφθαλμῶν τὴν λήμην περιαιρήσομεν; οὐκ εἰσόμεθα, τίς ὁ ἀληθινὸς πλοῦτος, καὶ τίς ἡ ὄντως λαμπρότης, καὶ ποῦ τὸ μὴ διαπῖπτον ἀξίωμα; τίς ἡ ἀπέραντος εὐδαιμονία, καὶ ποῦ τὸ ἀσάλευτον ἀγαθὸν, μηδὲ μεθιστάμενον, ἢ ἐπιβουλευόμενον; Οὐ κτησόμεθα ταῦτα πολλοῖς ἱδρῶσι καὶ πόνοις, ἂν οὕτω συμβαίνῃ; οὒκ, εἴ τι δεῖ τρυφᾷν ἐντεῦθεν, ἐν ταῖς ἐλπίσι τρυφήσομεν; οὐ γνωσόμεθα τοὺς ἁγίους μάρτυρας, τούς τε ἄλλους πάντας, οἳ πᾶσαν διειλήφασι τὴν οἰκουμένην, ὥσπερ τινὲς κοινοὶ σύνδεσμοι, καὶ ὧν ἡ παροῦσα πανήγυρις; Ὑπὲρ τίνος τραύματα, καὶ δεσμὰ, καὶ στρεβλώσεις, καὶ πυρὸς ἀπειλὴν, καὶ ξιφῶν ἀκμὴν, καὶ θηρῶν ἀγριότητα, καὶ σκότος, καὶ λιμὸν, καὶ βάραθρα, καὶ χρημάτων ἁρπαγὰς, καὶ μελῶν ἀποβολὰς, καὶ θανάτους τὸ τελευταῖον, καὶ πάντα προθύμως ὑπέστησαν, ὥσπερ ἐν ἀλλοτρίοις ἀγωνιζόμενοι σώμασιν; ἵνα τί γένωνται, καὶ τίνα κληρονομήσωσιν, ἢ πᾶσι δῆλα, κἂν ἡμεῖς μὴ λέγωμεν; Οὐ μετὰ τῆς αὐτῆς ἐλπίδος, ὑπὸ τῷ αὐτῷ βραβευτῇ καὶ ἀγωνοθέτῃ, πρὸς τὸν αὐτὸν παραταξόμεθα τύραννον, τὸν πικρὸν καὶ τότε καὶ νῦν τῶν ψυχῶν διώκτην, τὸν ἀόρατον ἐχθρὸν καὶ πολέμιον; Οὐκ ἀνδριούμεθα παραπλησίως ὥσπερ ἐν κοινῷ θεάτρῳ τῷδε τῷ κόσμῳ, εἰ καὶ μὴ ἀκμῇ τοῦ κινδύνου ταχεῖαν ἐχούσῃ καὶ τὴν ἀπαλλαγὴν, ἀλλὰ τοῖς γε καθ᾿ ἑκάστην ἡμέραν ἀγωνίσμασι καὶ παλαίσμασιν, ἵνα καὶ τῶν αὐτῶν στεφάνων ἀξιωθῶμεν, ἢ ὅτι ἐγγυτάτω;

6. Ἐγὼ μὲν παντὶ διακελεύομαι, καὶ ἀνδρὶ καὶ γυναικὶ, καὶ πρεσβύτῃ καὶ νέῳ, ἀστικῷ τε αὖ καὶ ἀγροίκῳ, ἰδιώτῃ καὶ ἄρχοντι, πλουσίῳ καὶ πένητι (καὶ γὰρ ὁ αὐτὸς ἀγὼν καλεῖ πάντα)ς, πρὸς τοῦτον ἀποδύεσθαι προθύμως, καὶ μὴ μαλακίζεσθαι, μηδὲ μέλλειν, μηδὲ προΐεσθαι τὸν καιρὸν, οὗ πάλιν τυχεῖν ἀμήχανον. Ἐργασίας γὰρ ὁ παρὼν, ὁ δὲ μέλλων ἀνταποδόσεως. Ἐγείρεσθε, ἄγωμεν ἐντεῦθεν, ἠκούσατε τοῦ Σωτῆρος λέγοντος, οὐ μᾶλλόν τι τοὺς τότε μαθητὰς ἐκ τοῦ τόπου τῆς Ἰουδαίας ἀπάγοντος, ἀλλὰ καὶ τοὺς ὕστερον ἅπαντας ἐντεῦθεν ἀπανιστάντος, καὶ πρὸς ἑαυτὸν ὑψούμενον ἕλκοντος, ὡς ἡ ὑπόσχεσις. Ἀκολουθήσωμεν ἀγαθῷ Δεσπότῃ· φύγωμεν τὰς κοσμικὰς ἐπιθυμίας, φύγωμεν τὸν πλάνον κόσμον καὶ κοσμοκράτορα, γενώμεθα καθαρῶς τοῦ ποιήσαντος, τιμήσωμεν τὴν εἰκόνα, αἰδεσθῶμεν τὴν κλῆσιν, μεταθώμεθα τὴν ζωήν. Τί ποιοῦμεν ἡμᾶς αὐτοὺς ταπεινοὺς, ὑψηλοὶ γεγονότες; Τί τοῖς ὁρωμένοις ἐγκαταμένομεν;

7. Ἕκαστος, ὅ τι ἂν οἷός τε ᾖ, καρποφορείτω τῷ Θεῷ ἐν καιρῷ παντὶ, καὶ ἰδέᾳ πάσῃ καὶ βίων καὶ περιστάσεων, κατὰ τὸ μέτρον τῆς παρούσης αὐτῷ δυνάμεως, κατὰ τὸ δοθὲν αὐτῷ χάρισμα· ἵνα πᾶσι μέτροις τῆς ἀρετῆς, πάσας τὰς ἐκεῖθεν μονὰς πληρώσωμεν, τοσοῦτον θερίσαντες, ὅσον ἐσπείραμεν, μᾶλλον δὲ τοσοῦτον ἐναποθέμενοι ταῖς θείαις ληνοῖς, ὅσον ἐγεωργήσαμεν. Εἰσφερέτω τις, ὁ μὲν χρήματα, ὁ δὲ τὸ μηδὲν ἔχειν· ὁ μὲν τὸ προθυμεῖσθαι, ὁ δὲ τὸ τὸν προθυμούμενον ἀποδέχεσθαι· ὁ μὲν πρᾶξιν ἐπαινετὴν, ὁ δὲ θεωρίαν εὔστοχον· ὁ μὲν λόγον καίριον, ὁ δὲ σιωπὴν εὔλογον· ὁ μέν τις διδασκαλίαν ἄπταιστον καὶ βίον μὴ ἀνθιστάμενον, ὁ δὲ ἀκοὴν εὐπειθῆ καὶ εὐγνώμονα· ὁ μὲν παρθενίαν ἁγνὴν καὶ κόσμου παντελῶς ἀποτέμνουσαν, ὁ δὲ γάμον σεμνὸν καὶ μὴ πάντη Θεοῦ χωρίζοντα· ὁ μὲν νηστείαν ἄτυφον, ὁ δὲ ἀπόλαυσιν μὴ ἀκόλαστον· ἄλλος τὸ ἐν προσευχαῖς ἀπερίσπαστον καὶ ὕμνοις πνευματικοῖς, ἄλλος τὸ ἐν προστασίᾳ τῶν δεομένων· πάντες δάκρυα, πάντες κάθαρσιν, ἀνάβασιν πάντες καὶ τὸ τοῖς ἔμπροσθεν ἐπεκτείνεσθαι.

8. Καλὴ καὶ ἁπλότης καρποφορία, καὶ γέλως σωφρονιζόμενος, καὶ θυμὸς κολαζόμενος, καὶ ὄμμα παιδαγωγούμενον, καὶ νοῦς πλανᾶσθαι μὴ συγχωρούμενος. Οὐδὲν οὕτω μικρὸν τῶν εἰσφερομένων Θεῷ, κἂν ἐλάχιστον ᾖ, κἂν παρὰ πολὺ τῆς ἀξίας λειπόμενον, ὃ μὴ προσίεται πάντως καὶ ἀποδέχεται, εἰ καὶ σταθμίζειν οἶδε τῇ δικαίᾳ κρίσει τὸ ἔλεος. Δέχεται καὶ Παύλου τὴν φυτείαν, ὡς Παύλου, καὶ Ἀπολλῶ τὴν ἀρδείαν, καὶ τὰ δύο λεπτὰ τῆς χήρας, καὶ τοῦ τελώνου τὴν ταπείνωσιν, καὶ τοῦ Μανασσῆ τὴν ἐξαγόρευσιν. Μωσῆς ἐπήγνυτο τὴν σκηνὴν κάτω, τὴν τῶν οὐρανίων ἀντίτυπον, καὶ πάντες εἰσέφερον τὸ κηρυχθὲν αὐτοῖς. Οἱ δὲ καὶ αὐτεπάγγελτοι, οἱ μὲν χρυσὸν, οἱ δὲ ἄργυρον, οἱ δὲ λίθους τιμίους εἰς τὴν ἐπωμίδα· αἱ δὲ βύσσον διακεκλωσμένην, αἱ δὲ κόκκινον νενησμένον, οἱ δὲ πορφύραν, οἱ δὲ δέρματα κριῶν ἠρυθροδανωμένα· αἱ δὲ καὶ τρίχας αἰγείας εἰς τὰ κάτεργα τῆς σκηνῆς, τὸ φαυλότατον· οἱ δὲ ὅ τι ἕκαστος, ἢ ἑκάστη τύχοιεν ἔχοντες· πάντες δὲ ἔφερον, καὶ οὐδεὶς ἦν ἀσυντελὴς, οὐδὲ τῶν πενεστάτων. Οὕτω καὶ ἡμεῖς τῇ τιμίᾳ τοῦ Θεοῦ σκηνῇ τῆσδε τῆς Ἐκκλησίας, ἣν ὁ Κύριος ἔπηξε, καὶ οὐκ ἄνθρωπος, ἣ διαφόροις ἀρετῆς συνοικοδομεῖται κάλλεσιν, ὁ μὲν μικρὸν, ὁ δὲ μεῖζον, πάντες δὲ ὁμοίως εἰσφέρωμεν εἰς ἔργον τέλειον, εἰς κατοικητήριον Χριστοῦ, εἰς ναὸν ἅγιον, συντιθέμενοι, καὶ συναρμολογούμενοι τῇ ἀρχιτεκτονίᾳ τοῦ Πνεύματος. Πάντως δὲ οὐδὲν εἰσοίσομεν τοσοῦτον, ὅσον εἰλήφαμεν, κἂν πάντα εἰσφέρωμεν. Ἐπεὶ καὶ τὸ εἶναι ἡμῖν ἐκ Θεοῦ, καὶ τὸ εἰδέναι Θεὸν, καὶ αὐτὸ τὸ ἔχειν ὃ εἰσενέγκωμεν. Τὸ δὲ κάλλιστον καὶ φιλανθρωπότατον, ὅτι μὴ τῇ ἀξίᾳ τοῦ διδομένου, τῇ δὲ δυνάμει καὶ τῇ διαθέσει τοῦ καρποφοροῦντος, μετρεῖ Θεὸς τὴν ἐπίδοσιν.

9. Μὴ οὖν ἀναμείνῃς γενέσθαι χρηστὸς, ἀλλ᾿ ἤδη γενοῦ· μηδὲ ὅτι τῆς ἀξίας λείπῃ, τὸ πᾶν ἐλλίπῃς. Ἀλλὰ τὸ μὲν εἰσένεγκε, τὸ δὲ προθυμήθητι, ὑπὲρ δὲ τοῦ δεήθητι δοθῆναι συγγνώμην τῇ ἀσθενείᾳ. Οὐκ ὀφθήσῃ, φησὶ, κενὸς ἐναντίον μου. Μηδεὶς ἔστω κενὸς, μηδὲ ἄκαρπος, μηδέ τις στεῖρα ψυχὴ καὶ ἄγονος. Ἕκαστος ἐκ τῶν παρόντων καρποφορείτω Θεῷ, καὶ ἐκ τῶν οἰκείων· ὁ ἁμαρτάνων τὴν μεταβολὴν, ὁ καλῶς τρέχων, τὴν εὐτονίαν, ὁ νέος τὴν ἐγκράτειαν, ἡ πολιὰ τὴν φρόνησιν, ὁ πλούσιος τὴν μετάδοσιν, ὁ πένης τὴν εὐχαριστίαν, ὁ ἐν ἐξουσίᾳ τὴν ἀτυχίαν, ὁ εἰσπράττων τὴν ἡμερότητα. Οἱ ἱερεῖς, ἐνδύσασθε δικαιοσύνην, ἢ, τό γε ἀληθέστερον εἰπεῖν, ἐνδυσώμεθα· μὴ διασπείρωμεν τὰ πρόβατα τῆς νομῆς, καὶ διαφθείρωμεν, ὑπὲρ ὧν ἔθηκε τὴν ψυχὴν ὁ ποιμὴν ὁ καλὸς, ὁ γινώσκων τὰ ἴδια, καὶ γινωσκόμενος ὑπὸ τῶν ἰδίων, καὶ καλῶν κατ᾿ ὄνομα, καὶ εἰςάγων αὐτὰ, καὶ ἐξάγων ἀπό τε ἀπιστίας εἰς πίστιν, καὶ ἀπὸ τῆς ζωῆς ταύτης ἐπὶ τὴν ἐκεῖθεν ἀνάπαυσιν. Φοβηθῶμεν, μὴ ἀφ᾿ ἡμῶν ἄρξηται τὸ κρῖμα, κατὰ τὴν ἀπειλήν· μὴ λάβωμεν ἐκ χειρὸς Κυρίου διπλᾶ τὰ ἁμαρτήματα, αὐτοί τε οὐκ εἰσιόντες, καὶ τοὺς εἰσελθεῖν δυναμένους κωλύοντες.

10. Τὰ πρόβατα, μὴ ποιμαίνετε τοὺς ποιμένας, μηδὲ ὑπὲρ τοὺς ἑαυτῶν ὅρους ἐπαίρεσθε· ἀρκεῖ γὰρ ὑμῖν, ἂν καλῶς ποιμαίνησθε. Μὴ κρίνετε τοὺς κριτὰς, μηδὲ νομοθετεῖτε τοῖς νομοθέταις· οὐ γάρ ἐστι Θεὸς ἀκαταστασίας καὶ ἀταξίας, ἀλλ᾿ εἰρήνης καὶ τάξεως. Μὴ τοίνυν ἔστω τις κεφαλὴ, μόγις που χεὶρ τυγχάνων, ἢ ποῦς, ἢ ἄλλο τι τῶν εὐτελεστέρων μελῶν τοῦ σώματος· ἀλλ᾿ ἕκαστος ἐν ᾗ ἐκλήθη τάξει, ἀδελφοὶ, ἐν ταύτῃ μενέτω, κἂν ᾖ τῆς κρείττονος ἄξιος· ἐν ᾧ στέργει τὴν παροῦσαν, πλέον εὐδοκιμῶν, ἢ ἐν τῷ ζητεῖν ἣν οὐκ ἔλαβεν. Μή τις, ἐνὸν ἀκινδύνως ἕπεσθαι, ἄρχειν ἐπικινδύνως ἐπιθυμείτω· μηδὲ ὁ τῆς ὑποταγῆς νόμος καταλυέσθω, ἣ καὶ τὰ ἐπίγεια συνέχει καὶ τὰ οὐράνια· μηδὲ ποιῶμεν ἀναρχίαν τὴν πολυαρχίαν. Οἱ περὶ λόγους, μὴ σφόδρα τοῖς λόγοις θαῤῥεῖτε, μηδὲ σοφίζεσθε περιςσὰ καὶ ὑπὲρ τὸν λόγον, μηδὲ νικᾷν ἐπιθυμεῖτε πάντα κακῶς, ἀλλ᾿ ἔστιν ἃ καὶ ἡττᾶσθαι καλῶς ἀνέχεσθε. Δότε τῷ Λόγῳ τὸν λόγον· ποιήσατε δικαιοσύνης ὅπλον, μὴ θανάτου, τὴν παίδευσιν.

11. Ἀρκεῖσθε τοῖς ἰδίοις ὀψωνίοις, οἱ στρατιῶται, καὶ μηδὲν ὑπὲρ τὸ διατεταγμένον ἀπαιτεῖτε. Ταῦτα ὑμῖν διακελεύεται μεθ᾿ ἡμῶν Ἰωάννης, ὁ μέγας τῆς ἀληθείας κῆρυξ, ἡ πρόδρομος τοῦ Λόγου φωνή. Τί λέγων ὀψώνιον; Τὸ βασιλικὸν σιτηρέσιον δηλονότι, καὶ τὰς ὑπαρχούσας ἐκ νόμου τοῖς ἀξιώμασι δωρεάς. Τὸ δὲ περισσὸν, τίνος; Ἐγὼ μὲν ὀκνῶ λέγειν τὸ βλάσφημον· ὑμεῖς δὲ, οἶδ᾿ ὅτι συνίετε, κἂν ἐγὼ φείδωμαι. Ἀπόδοτε τὰ Καίσαρος Καίσαρι, καὶ τὰ τοῦ Θεοῦ τῷ Θεῷ· τῷ μὲν τὸ τέλος, τῷ δὲ τὸν φόβον, ὑμεῖς οἱ τῆς πολιτείας ἐπώνυμοι· φόβον δὲ ὅταν εἴπω, κωλύω τὴν πλεονεξίαν. Τί οὖν ἡμεῖς κερδανοῦμεν, τάχα ἂν εἴποιτε, μέγα; Τὸ πάντων μέγιστον· καὶ εἰ βούλεσθε, δι᾿ ἐμοῦ μεσίτου, τὰς χρηστὰς ἐλπίδας, καὶ τὰ πρωτεῖα τῆς ἄνω πόλεως, οὐ τῆς μικρᾶς ταύτης καὶ ἐλαχίστης ἐν πόλεσιν, ἧς οὐδὲ τὸ ἄρχειν, ἵνα μετρίως εἴπω τιμῶν ὡς θρεψαμένην, πάνυ τι σεμνὸν καὶ ὑπέρλαμπρον. Ἐκεῖ γενέσθαι πρῶτοι θελήσωμεν· μεταποιηθῶμεν τῆς ἐκεῖθεν λαμπρότητος· ἐν κόλποις Ἀβραὰμ, ἀντὶ τῆς ἐντεῦθεν εὐσπλαγχνίας, ἀναπαυσώμεθα· κρῖμα δίκαιον κρίνωμεν· ἐξελώμεθα πένητα καὶ πτωχόν· χήραν καὶ ὀρφανὸν ἐλεήσωμεν· ἐκπριώμεθα κτεινομένους, ἢ τό γε μετριώτατον εἰπεῖν, μὴ αὐτοὶ κτείνωμεν· μὴ παρίδωμεν τὸν δεόμενον ἡμῶν, μέχρι καὶ τῶν ἀπὸ τραπέζης ψιχίων· καὶ μὴ παραδράμωμεν τὸν ἡλκωμένον, καὶ βεβλημένον ἐν τοῖς ἡμετέροις πυλῶσιν· μὴ τρυφήσωμεν, ἄλλων κακοπαθούντων· μὴ βδελυξώμεθα τὸν ὁμόδουλον· μὴ, φίλοι καὶ ἀδελφοὶ, γενώμεθα τῆς τοῦ πλουσίου μερίδος, μηδὲ ὀδυνηθῶμεν ἐν τῇ φλογὶ, μηδὲ τῷ χάσματι διαστῶμεν ἀπὸ τῶν ὁσίων, μηδὲ δεηθῶμεν Λαζάρου τοῦ πένητος, ἄκρῳ δακτύλῳ καταψῦξαι τὴν γλῶςσαν ἡμῶν φλεγομένην, καὶ μηδὲ τοσούτου τυγχάνωμεν. Γενώμεθα χρηστοὶ, εὔσπλαγχνοι, συμπαθεῖς· μιμησώμεθα τοῦ Δεσπότου τὴν ἀγαθότητα, ὃς ἀνατέλλει τὸν ἥλιον ἀγαθοῖς καὶ πονηροῖς, καὶ τρέφει τῇ βροχῇ πάντας ὁμοίως. Μὴ δεξώμεθα πλουτεῖν διὰ τῆς τῶν ἄλλων πενίας· μὴ παρὰ τοσοῦτον ἔλθωμεν τῆς θείας ἰσότητος· μηδὲ μίξωμεν τὸν ἡμέτερον πλοῦτον ἀλλοτρίοις δάκρυσιν, ὑφ᾿ ὧν ὡς ἰοῦ καὶ σητὸς ἐκδαπανηθήσεται, ἢ, τό γε τῆς Γραφῆς εἰπεῖν, ἐξεμεθήσεται. Ἀλλά ἐσμεν τοῦ δέοντος ἀποπληστότεροι; ἔστι καὶ πλεονεκτῆσαι καλῶς. Δῶμέν τι μικρὸν ἐντεῦθεν, ἵν᾿ ἐκεῖθεν πλουτήσωμεν.

12. Ταῦτα μὲν οὖν ἤδη κοινὰ πρὸς πάντας, οὐ τοὺς ἐν πολιτείᾳ μόνον, τὰ παραγγέλματα· κοινὰ γὰρ καὶ κοινῆς ἀῤῥωστίας τὰ φάρμακα. Σὺ δὲ ἀπόγραφε δικαίως ἡμᾶς, ὁ τῶν ἡμετέρων φόρων ἀπογραφεύς· ἀπόγραφε, μὴ τοὺς ἐμοὺς λόγους ἐπιμελῶς, ὧν οὐδὲν, ἢ μικρὸν τὸ κέρδος, ἢ εἰς ἀκοῆς χάριν καὶ ἡδονὴν, ἀλλὰ τὸν ἐμὸν λαὸν ὁσίως καὶ φιλανθρώπως· αἰδεσθεὶς, εἰ μή τι ἄλλο, ἢ τὸν καιρὸν αὐτὸν, ὅτι καὶ ὁ Σωτὴρ ἐν ἀπογραφῇ τίκτεται. Ἐξῆλθε γὰρ δόγμα, φησὶ, παρὰ Καίσαρος Αὐγούστου, τοῦ ἀπογράφεσθαι πᾶσαν τὴν οἰκουμένην· καὶ ἀπεγράφετο. Ἀνέβη δὲ καὶ Ἰωσὴφ ἐν Βηθλεὲμ σὺν Μαριὰμ τῇ μεμνηστευμένῃ αὐτῷ γυναικὶ ἀπογράψασθαι, διὰ τὸ εἶναι αὐτὸν ἐξ οἴκου καὶ πατριᾶς Δαβίδ. Καὶ τηνικαῦτα ὁ Σωτὴρ τίκτεται, τὸ θαυμάσιον, ὁ πάντων δημιουργὸς καὶ δεσπότης, ἐν φαύλῳ καὶ μικρῷ καταλύματι. Φοβηθῶμεν τὸ μυστήριον· αἰδεσθῶμεν τὴν οἰκονομίαν, καὶ αὐτοὶ τῷ καιρῷ τι συνεισενέγκωμεν. Νῦν ἄγγελοι χαίρουσι, νῦν ποιμένες περιαστράπτονται, νῦν ἀστὴρ ἐξ Ἀνατολῶν τρέχει πρὸς τὸ μέγιστον φῶς καὶ ἀπρόσιτον· νῦν μάγοι προσπίπτουσι, καὶ δωροφοροῦσι, καὶ τὸν πάντων βασιλέα γινώσκουσι, καὶ καλῶς τῷ ἀστέρι τεκμαίρονται τὸν οὐράνιον· νυνί τε Ἡρώδης μαίνεται, καὶ παιδοφονεῖ, καὶ διὰ τὸν ἐλευθερωτὴν, ἀναιρεῖ τοὺς τῆς ἐλευθερίας τυγχάνειν ὀφείλοντας. Ἀλλ᾿ ἡμεῖς γε μετὰ τῶν προσκυνούντων γενώμεθα, καὶ προσενέγκωμεν τῷ δι᾿ ἡμᾶς πτωχεύσαντι μέχρι καὶ σώματος, μὴ λίβανον, μηδὲ χρυσὸν, μηδὲ σμύρναν· τὸν μὲν ὡς Θεῷ, τὸν δὲ ὡς βασιλεῖ, τὴν δὲ ὡς γευσαμένῳ δι᾿ ἡμᾶς νεκρότητος· ἀλλὰ δῶρα μυστικὰ, καὶ ὑπὲρ τὸ φαινόμενον· τό γε μηδὲν λαβεῖν, μηδὲ τῷ πλούτῳ τι συγχωρῆσαι κατὰ πενίας, μηδ᾿ ἀδικῆσαι τὸ πλάσμα διὰ τοῦ πλάσματος.

13. Σὺν Χριστῷ γράφεις, σὺν Χριστῷ ταλαντεύεις, σὺν τῇ κεφαλῇ δοκιμάζεις, μετὰ τοῦ λόγου λογίζῃ. Χριστὸς ἄρτι γεννᾶταί σοι, καὶ Θεός ἐστι, καὶ ἄνθρωπος γίνεται, καὶ ἀνθρώποις συναναστρέφεται. Τί τοῦ λόγου δηλοῦντος; Ἐμοὶ δοκεῖ, εἰς νουθεσίαν τῶν τὰ τοιαῦτα πιστευομένων, ὅτι ταῖς μεγίσταις τῶν διοικήσεων Θεὸς ἀεὶ συνεισέρχεται. Καὶ ἵνα μὲν καταιδέσειε τοὺς ἀπογράφοντας, τηνικαῦτα ὁμιλεῖ σαρκὶ καὶ ἀνθρώποις· ἵνα δὲ παραμυθήσηται τῆς δουλείας ἡμᾶς, καὶ τὴν εὐγνωμοσύνην νομοθετήσῃ (οὐδὲ γὰρ τοῦτο παροπτέον), τελεῖ καὶ αὐτὸς τὸ δίδραχμον, καὶ οὐχ ὑπὲρ ἑαυτοῦ μόνον, ἀλλὰ καὶ Πέτρου τοῦ τιμιωτάτου τῶν μαθητῶν· ἐπεὶ καὶ ἄνθρωπος ἐγένετο δι᾿ ἡμᾶς, καὶ δούλου μορφὴν ἀνεδέξατο, καὶ ὑπὲρ τῶν ἀνομιῶν ἡμῶν ἤχθη εἰς θάνατον. Ταῦτα μὲν ὁ Σωτὴρ, καὶ τῷ θελήματι μόνον, ὡς Θεὸς, σῶσαι δυνάμενος, ἐπεὶ καὶ τὰ πάντα προστάγματι συνεστήσατο· μεῖζον δὲ καὶ δυσωπητικώτερον εἰσήνεγκεν ἡμῖν, τὴν συμπάθειαν καὶ τὸ ὁμότιμον. Τί δὲ ἡμεῖς οἱ Χριστοῦ μαθηταὶ τοῦ πράου καὶ φιλανθρώπου, καὶ τοσοῦτον ἡμῖν λειτουργήσαντος; Οὐ μιμησόμεθα τοῦ Δεσπότου τὴν εὐσπλαγχνίαν; οὐκ ἐσόμεθα χρηστοὶ τοῖς ὁμοδούλοις, ἵνα τοιούτου τύχωμεν καὶ αὐτοὶ τοῦ Κυρίου μετροῦντος, ὡς ἂν μετρήσωμεν; οὐ κτησόμεθα τὰς ἑαυτῶν ψυχὰς, διὰ τῆς ἡμερότητος; Ἀρκεῖ δουλεύειν τοῖς ἐλευθέροις, καὶ τοσοῦτον εἶναι τὸ διάφορον, ὥστε τοῦ αὐτοῦ χοὸς, τὸ μὲν κρατεῖν, τὸ δὲ ἄρχεσθαι· καὶ τὸ μὲν τάσσειν φόρους, τὸ δὲ ἀπογράφεσθαι· καὶ τοῖς μὲν ἀδικεῖν ἐξεῖναι καὶ ποιεῖν κακῶς, τοῖς δὲ ὑπὲρ τοῦ μὴ παθεῖν δεῖσθαι καὶ ἀγωνίζεσθαι· καὶ ταῦτα εἶναι περὶ τὴν μίαν εἰκόνα, καὶ τὸ ἑν ἀξίωμα, τοὺς τῆς αὐτῆς ζωῆς κληρονόμους, ὑπὲρ ὧν Χριστὸς ὁμοίως ἀπέθανεν. Ἀρκεῖ ταῦτα τοῖς ἐλευθέροις· μὴ βαρυνέσθω δὲ ὁ ζυγὸς, μηδὲ τῆς πρώτης ἡμῶν ἁμαρτίας τὸ ἐπιτίμιον.

14. Ὡς ἀπόλοιτο ἡ κακία, καὶ ἡ πρώτη ταύτης καταβολὴ, καὶ ὁ καθεύδουσιν ἡμῖν ἐπισπείρας τὰ ζιζάνια Πονηρὸς, ἵν᾿ ἀρχὴ τοῦ κακοῦ γένηται τὸ ἀμελῆσαι τοῦ ἀγαθοῦ, ὥσπερ καὶ σκότους ἡ τοῦ φωτὸς ὑποχώρησις. Ταῦτα τὸ ξύλον, καὶ ἡ πικρὰ γεῦσις, καὶ ὁ βάσκανος ὄφις, καὶ ἡ παρακοὴ ἐν ἱδρῶτι τοῦ προσώπου ζῇν κατακρίνασα. Ἐντεῦθεν γυμνὸς ἐγὼ καὶ ἀσχήμων, καὶ τὴν γύμνωσιν ἔγνων, καὶ τὸν δερμάτινον χιτῶνα ἠμφιασάμην, καὶ τοῦ παραδείσου διέπεσον, καὶ εἰς τὴν γῆν ἀπεστράφην, ὅθεν ἐλήφθην, ἑν τοῦτο ἀντὶ τρυφῆς ἔχων, τὰ ἐμαυτοῦ γινώσκειν κακά· καὶ λύπην κατεκρίθην ἄπαυστον ἀντὶ τῆς μικρᾶς ἡδονῆς, καὶ πόλεμον πρὸς τὸν φιλωθέντα κακῶς, καὶ διὰ τῆς γεύσεως ὑποσπάσαντα. Ταῦτα τῆς κακίας ἐμοὶ τὰ ἐπίχειρα· ἐντεῦθεν τὸ γεννᾶσθαι μόχθῳ, καὶ ζῇν, καὶ λύεσθαι. Αὕτη μήτηρ χρείας, ἡ δὲ πλεονεξίας, ἡ δὲ πολέμων, πόλεμοι δὲ φόρων πατέρες, οἱ δὲ τῆς κατακρίσεως τὸ βαρύτατον. Ἀλλ᾿ ἡμεῖς γε μὴ τὸ πρόστιμον ἐπιτείνωμεν, ὑπὸ τὴν αὐτὴν κείμενοι καταδίκην, μηδὲ ἄλλοις κακοὶ γενώμεθα. Φιλανθρωπίαν ἡμᾶς τὴν εἰς ἀλλήλους ἀπαιτεῖ Θεὸς, κἂν ὑπ᾿ αὐτοῦ κολαζώμεθα.

15. Ἔσται καὶ ἄλλη τις ἐγγραφὴ, καὶ ἄλλος ἀπογραφεύς· εἴ τινα βίβλον ζώντων ἀκούεις, καὶ βίβλον οὐ σωζομένων. Ἐκεῖ πάντες ἐγγραφησόμεθα, μᾶλλον δὲ ἤδη γεγράμμεθα κατ᾿ ἀξίαν τῶν ἐνταῦθα βεβιωμένων ἕκαστος. Οὐ πλοῦτος ἔχει τὸ πλέον ἐκεῖ, οὐ πενία τὸ ἔλαττον, οὐ χάρις, οὐκ ἔχθρα, οὐκ ἄλλο τι τῶν ἁπάντων, οἷς ἐνταῦθα τὸ δίκαιον κλέπτεται. Δακτύλῳ Θεοῦ πάντες γεγράμμεθα, καὶ ἀνοιγήσεται ἡμῖν βίβλος ἐν ἡμέρᾳ ἀποκαλύψεως. Μικρὸς μὲν καὶ μέγας ἐκεῖ ἐστι, καὶ θεράπων ὁμοῦ δεσπότῃ, τὸ Σολομῶντος φθέγξομαι, καὶ βασιλεὺς ἀρχομένῳ, καὶ ἀπογραφεὺς ἀπογραφομένῳ, καὶ ἡ λαμπρότης ἐγγύθεν. Καὶ τὸ δύσφημον σιωπήσομαι· πλὴν οἷα γράφομεν, τοιαῦτα καὶ γραφησόμεθα. Ταύτην ποίησον σεαυτῷ τὴν ἐγγραφὴν χρηστοτέραν, ἡμῖν φανεὶς χρηστὸς καὶ φιλάνθρωπος.

16. Τί πρὸς ταῦτα λέγεις; Τί γράφεις, ὦ φίλων ἄριστε καὶ ἡλίκων καὶ παιδευτῶν ἡμῖν κοινωνὲ καὶ παιδευμάτων, εἰ καὶ νῦν ἡμᾶς εἰς τὴν κρείττω μοῖραν ὁ Θεὸς ἔταξεν, ὑμᾶς ταῦτα παιδεύειν τοὺς ἐν ἐξουσίᾳ (ὀκνῶ γὰρ εἰπεῖν βαρυτέραν); Ὦ πατρίδος εὐσεβοῦς καὶ γένους, ὦ γονέων ἱερῶν ἱερὸν φυτὸν, ὦ ῥίζα τέκνων ἱερωτέρων, πῶς ποτε ἀποδέχῃ τοὺς ἐμοὺς λόγους; Ἆρά τι πείθομεν, ἢ δεήσει κατεπᾴδειν μακρότερα; Τοῦτο μὲν οὐκ εἰκάζειν, ἀλλ᾿ εὖ εἰδέναι χρὴ, ὅτι σε οἱ παρ᾿ ἐμοῦ λόγοι ἐκ πλείονος ἔχουσιν. Καὶ γὰρ εἰ μή τινι ἄλλῳ θαῤῥεῖν εἴχομεν, ἀλλὰ τοῖς λόγοις αὐτοῖς, οἵ σε ἀεὶ πρὸς τὰ καλὰ ῥᾳδίως ἄγουσιν, ἢ ἀρχόμενον, ἢ ἑπόμενον· τοῦτο γάρ ἐστιν, ᾧ τῶν πολλῶν οἱ σοφοὶ διαφέρουσιν. Ἐγὼ δὲ μικρὸν ἔτι προσθήσω τοῖς εἰρημένοις· σὺ μὲν ἔδωκας μισθὸν τοῖς ἐμοῖς λόγοις, ὅντινα δέδωκας· οἱ δέ σοι διδόασι καὶ προσάγουσι πένητας, πάντα χορὸν ἱερέων, χορὸν φιλοσόφων, οὐδενὶ δεσμῷ κάτω κατεχομένων, μόνα κεκτημένων τὰ σώματα, καὶ οὐδ᾿ αὐτὰ παντελῶς· οὐδὲν ἐχόντων Καίσαρι, πάντα Θεῷ, ὕμνους, εὐχὰς, ἀγρυπνίας, δάκρυα, κτῆσιν οὐ κρατουμένην, ἀποθανεῖν κόσμῳ, ζῆσαι Χριστῷ, σάρκα κενῶσαι, ψυχὴν ἑλκῦσαι ἀπὸ τοῦ σώματος. Τούτων φειδόμενος, ἢ καὶ καθαρῶς ἀποδιδοὺς τῷ Θεῷ τοὺς θεραπευτὰς τοῦ Θεοῦ καὶ μύστας, καὶ τῶν οὐρανίων ἐπόπτας, τὴν ἀπαρχὴν τοῦ ἡμετέρου γένους, τὸ ἔρεισμα τοὺς τῆς πίστεως στεφάνους, τοὺς μαργαρίτας τοὺς τιμίους, τοὺς τοῦ ναοῦ λίθους, οὗ θεμέλιος καὶ ἀκρογωνιαῖος Χριστὸς, τοῦ καλοῦ λέγω τῆς Ἐκκλησίας πληρώματος· καὶ κάλλιστα ἂν καὶ τούτοις, καὶ σεαυτῷ, καὶ πᾶσιν ἡμῖν βουλεύσαιο. Καί σοι εὔχομαι τοῦτον παρ᾿ ἡμῶν τὸν πλοῦτον γενέσθαι μᾶλλον, ἢ πολλοῦ χρυσίου καὶ ἀργυρίου θησαυροὺς, νῦν ὑπάρχοντας, καὶ μετ᾿ ὀλίγον οὐκ ἐσομένους.

17. Αὕτη τῶν ἐμῶν λόγων ὑμῖν ἡ καρποφορία, εἰ καὶ τῆς ἐλπίδος ἐλάττων, ἀλλὰ κατά γε τὴν ἡμετέραν δύναμιν. Ὑμεῖς δὲ ἀντιδοίητέ μοι τῆς ἐμῆς εἰσφορᾶς τὸ μεῖζον, τὴν εὐπείθειαν· ὡς ἂν τά τε ἄλλα καὶ ἧττον δέησθε τῶν ἐμῶν λόγων, ἀλλήλους κατανοοῦντες εἰς παροξυσμὸν ἀγάπης καὶ καλῶν ἔργων· ὡς ἂν χρηστῆς καὶ φιλανθρώπου τῆς ἐκεῖθεν γραφῆς τυχόντες, καὶ περὶ τὸν πάντων βασιλέα χορεύοντες, ὃ μόνον ἔργον ἐστὶ τοῖς ἐκεῖ γεγραμμένοις, λειτουργῶμεν Θεῷ τὴν αἴνεσιν, τὴν μίαν Πατρὸς, καὶ Υἱοῦ, καὶ ἁγίου Πνεύματος, καὶ θεωροῦντες καὶ ἀνυψοῦντες τὴν τῆς θεότητος δόξαν τε καὶ λαμπρότητα, ὅτι αὐτῷ ἡ δόξα, καὶ ἡ τιμὴ, καὶ ἡ προσκύνησις εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

 

ΛΟΓΟΣ 20.

Περὶ δόγματος καὶ καταστάσεως ἐπισκόπων.

1. Ὅταν ἴδω τὴν νῦν γλωσσαλγίαν, καὶ τοὺς αὐθημερινοὺς σοφοὺς, καὶ τοὺς χειροτονητοὺς θεολόγους, οἷς ἀρκεῖ τὸ θελῆσαι μόνον πρὸς τὸ εἶναι σοφοῖς· ποθῶ τὴν ἀνωτάτω φιλοσοφίαν, καὶ σταθμὸν ἔσχατον ἐπιζητῶ, κατὰ τὸν Ἱερεμίαν, καὶ ἐμαυτῷ μόνῳ συγγενέσθαι βούλομαι. Οὐδὲν γάρ μοι δοκεῖ τοιοῦτον, οἷον μύσαντα τὰς αἰσθήσεις, ἔξω σαρκὸς καὶ κόσμου γενόμενον, μηδενὸς τῶν ἀνθρωπίνων προσαπτόμενον, ὅτι μὴ πᾶσα ἀνάγκη, ἑαυτῷ προςλαλοῦντα καὶ τῷ Θεῷ, ζῇν ὑπὲρ τὰ ὁρώμενα, καὶ ἀεὶ τὰς θείας ἐμφάσεις καθαρὰς ἐν ἑαυτῷ φέρειν ἀμιγεῖς τῶν κάτω χαρακτήρων καὶ πλανωμένων, οἷον ἔσοπτρον ἀκηλίδωτον Θεοῦ καὶ τῶν θείων, καὶ ὂν, καὶ ἀεὶ γινόμενον, φωτὶ προσλαμβάνοντα φῶς, καὶ ἀμαυροτέρῳ τρανότερον, μέχρις ἂν πρὸς τὴν πηγὴν ἔλθωμεν τῶν τῇδε ἀπαυγασμάτων, καὶ τύχωμεν τοῦ μακαρίου τέλους, λυθέντων τῶν ἐσόπτρων τῇ ἀληθείᾳ· ὡς μόλις ἄν τις ἑαυτὸν, ἢ μακρᾷ φιλοσοφίᾳ παιδαγωγήσας, καὶ ἀποῤῥηγνὺς κατὰ μικρὸν τὸ τῆς ψυχῆς εὐγενὲς, καὶ φωτοειδὲς, τοῦ ταπεινοῦ καὶ σκότῳ συνεζευγμένου, ἢ Θεοῦ τυχὼν ἵλεω, ἢ καὶ ἄμφω ταῦτα, καὶ μελέτην ὅτι μάλιστα ποιούμενος ἄνω βλέπειν, τῆς κατασπώσης ὕλης ἐπικρατήσειε. Πρὶν δὲ ταύτην ὑπερσχεῖν, ὅση δύναμις, καὶ ἀνακαθᾶραι ἱκανῶς τά τε ὦτα καὶ τὴν διάνοιαν, ἢ ψυχῆς ἐπιστασίαν δέξασθαι, ἢ θεολογίᾳ προσβαλεῖν, οὐκ ἀσφαλὲς εἶναι γινώσκω.

2. Καὶ ὅθεν εἰς τοῦτο ὑπήχθην τὸ δέος, ἵνα μή με τοῦ δέοντος δειλότερον ὑπολάβοιτε, ἀλλὰ καὶ ἐπαινῆτε τῆς προμηθείας, ἀκούω μὲν αὐτοῦ Μωϋσέως, ἡνίκα ἐχρημάτιζεν αὐτῷ ὁ Θεὸς, ὅτι πλειόνων εἰς τὸ ὄρος προσκεκλημένων, ὧν εἷς ἦν καὶ Ἀαρὼν σὺν τοῖς παισὶν αὐτοῦ τοῖς δύο τοῖς ἱερεῦσιν, οἱ μὲν λοιποὶ πάντες προσκυνῆσαι πόῤῥωθεν ἐκελεύσθησαν, ἐγγίσαι δὲ Μωϋσῆς μόνος, οὐ συναναβῆναι δὲ ὁ λαός. Καὶ μικρὸν πρὸ τούτων, τοὺς μὲν ἄλλους ἀστραπαὶ, καὶ βρονταὶ, καὶ σάλπιγγες, καὶ ὅλον καπνιζόμενον τὸ ὄρος, καὶ ἀπειλαὶ φρικώδεις, καὶ τοιαῦτα δείματα ἵστη κάτω· καὶ μέγα ἦν αὐτοῖς ἀκοῦσαι τῆς τοῦ Θεοῦ φωνῆς μόνον, καὶ ταῦτα εὖ μάλα ἁγνισαμένοις. Μωϋσῆς δὲ καὶ ἄνεισι, καὶ τῆς νεφέλης εἴσω χωρεῖ, καὶ Θεῷ συγγίνεται, καὶ δέχεται νόμον, τοῖς μὲν πολλοῖς τὸν τοῦ γράμματος, τοῖς δὲ ὑπὲρ τοὺς πολλοὺς τὸν τοῦ πνεύματος.

3. Γινώσκω δὲ Ἡλεῖ τὸν ἱερέα, καὶ μικρὸν ὕστερον Ὀζᾶν τινα· τὸν μὲν καὶ ὑπὲρ τῆς τῶν παίδων παρανομίας ἀπαιτηθέντα δίκην, ἣν ἐτόλμων κατὰ τῶν θυσιῶν, καὶ ταῦτα οὐκ ἀποδεχόμενον αὐτῶν τὴν ἀσέβειαν, ἀλλὰ πολλὰ πολλάκις ἐπιτιμήσαντα· τὸν δὲ, ὅτι τῆς κιβωτοῦ ψαῦσαι τολμήσας μόνον, περισπασθείσης ὑπὸ τοῦ μόσχου, τὴν μὲν περιεσώσατο, αὐτὸς δὲ ἀπώλετο, φυλάσσοντος δηλαδὴ τοῦ Θεοῦ τῇ κιβωτῷ τὸ σεβάσμιον. Οἶδα δ᾿ ἐγὼ μηδὲ τῶν τοίχων τοῦ ἱεροῦ ψαῦσαι τοῖς πολλοῖς ὂν ἀσφαλὲς, καὶ διὰ τοῦτο ἑτέρων ἐδεήθησαν τοίχων τῶν ἔξωθεν· μηδὲ τὰς θυσίας αὐτὰς, ὑφ᾿ ὧν, καὶ ὅτε, καὶ οὗ μὴ καθῆκον ἦν, ἀναλίσκεσθαι· τοσούτου δεῖν πρὸς τὰ Ἅγια τῶν ἁγίων προσφοιτᾷν θαῤῥοῦντα, ἢ τὸ καταπέτασμα, ἢ τὸ ἱλαστήριον, ἢ τὴν κιβωτὸν, ἢ προσβλέπειν εἶναι παντὸς, ἢ προσάπτεσθαι.

4. Ταῦτα οὖν εἰδὼς ἐγὼ, καὶ ὅτι μηδεὶς ἄξιος τοῦ μεγάλου Θεοῦ, καὶ θύματος, καὶ ἀρχιερέως, ὃς μὴ πρότερον ἑαυτὸν παρέστησε τῷ Θεῷ θυσίαν ζῶσαν, μᾶλλον δὲ, ναὸς ἅγιος ἐγένετο Θεοῦ ζῶντος καὶ ζῶν· πῶς ἢ αὐτὸς προχείρως ἐγχειρήσαιμι τοῖς περὶ Θεοῦ λόγοις, ἢ ἀποδέξωμαι τὸν ἐγχειροῦντα θρασέως; Οὐκ ἐπαινετὸς ὁ πόθος· φοβερὸν τὸ ἐγχείρημα. Καὶ διὰ τοῦτο καθαρτέον ἑαυτὸν πρῶτον, εἶτα τῷ καθαρῷ προσομιλητέον· εἰ μὴ μέλλοιμεν τὸ τοῦ Μανωὲ πείσεσθαι, καὶ λέξειν ἐν φαντασίᾳ Θεοῦ γενόμενοι· Ἀπολώλαμεν, ὦ γύναι, Θεὸν ἑωράκαμεν, ἢ, ὡς Πέτρος, ἀποπέμψασθαι τοῦ πλοίου τὸν Ἰησοῦν, ὡς οὐκ ἄξιοι τοιαύτης ἐπιδημίας· ἢ, ὡς ὁ ἑκατόνταρχος ἐκεῖνος, τὴν μὲν θεραπείαν ἀπαιτήσειν, τὸν θεραπευτὴν δὲ οὐκ εἰσδέξασθαι. Λεγέτω τις καὶ ἡμῶν, ἕως ἐστὶν ἑκατόνταρχος, καὶ πλειόνων ἐν κακίᾳ κρατῶν, καὶ ἔτι στρατευόμενος Καίσαρι τῷ κοσμοκράτορι τῶν κάτω συρομένων· Οὐκ εἰμὶ ἱκανὸς, ἵνα μου ὑπὸ τὴν στέγην εἰσέλθῃς. Ὅταν δὲ Ἰησοῦν θεάσωμαι, καίτοι μικρὸς ὢν τὴν πνευματικὴν ἡλικίαν, ὡς ὁ Ζακχαῖος ἐκεῖνος, καὶ ὑπὲρ τὴν συκομορέαν ἀρθῶ, νεκρώσας τὰ μέλη τὰ ἐπὶ τῆς γῆς, καὶ μαράνας τὸ σῶμα τῆς ταπεινώσεως· τότε καὶ Ἰησοῦν εἰσδέξομαι, καὶ ἀκούσομαι· Σήμερον σωτηρία τῷ οἴκῳ τούτῳ· καὶ τῆς σωτηρίας τεύξομαι, καὶ φιλοσοφήσω τὰ τελεώτερα, σκορπίζων καλῶς ἃ κακῶς συνήγαγον, εἴτε χρήματα, εἴτε δόγματα.

5. Ἐπεὶ δὲ ἀνεκαθήραμεν τῷ λόγῳ τὸν θεόλογον, φέρε δὴ καὶ περὶ Θεοῦ ὡς ἐν βραχεῖ διαλεχθῶμεν, αὐτῷ τῷ Πατρὶ, καὶ τῷ Υἱῷ, καὶ τῷ ἁγίῳ Πνεύματι θαῤῥήσαντες, περὶ ὧν ὁ λόγος. Εὔχομαι δὲ τὸ τοῦ Σολομῶντος παθεῖν, μηδὲν ἴδιον ἐννοῆσαι περὶ Θεοῦ, μηδὲ φθέγξασθαι. Ὅταν γὰρ λέγῃ, Ἀφρονέστατος γάρ εἰμι πάντων ἀνθρώπων, καὶ φρόνησις ἀνθρώπου οὐκ ἔστιν ἐμοὶ, οὐκ ἀσυνεσίαν ἑαυτοῦ δήπου καταγινώσκων τοῦτό φησιν. Πῶς γὰρ, ὅς γε τοῦτο καὶ ᾔτησε παρὰ Θεοῦ πρὸ παντὸς ἄλλου, καὶ ἔλαβε σοφίαν, καὶ θεωρίαν, καὶ πλάτος καρδίας, ψάμμου πλουσιώτερον τε καὶ δαψιλέστερον; Καὶ ὁ τοσοῦτον σοφὸς, καὶ τοιαύτης τετυχηκὼς δωρεᾶς, πῶς ἀφρονέστατον ἑαυτὸν πάντων ὀνομάζει; Ὡς οὐκ ἔχων ἰδίαν δηλαδὴ φρόνησιν, ἐνεργούμενος δὲ τὴν θείαν τε καὶ τελεωτέραν. Καὶ γὰρ ὁ Παῦλος λέγων, Ζῶ δὲ, οὐκ ἔτι ἐγὼ, ζῇ δὲ ἐν ἐμοὶ Χριστὸς, οὐχ ὡς περὶ νεκροῦ πάντως ἑαυτοῦ διελέγετο, ἀλλ᾿ ὡς ζῶντος κρείσσονα τῶν πολλῶν ζωὴν, τῷ μετειληφέναι τῆς ὄντως ζωῆς, καὶ μηδενὶ θανάτῳ περατουμένης. Προσκυνοῦμεν οὖν Πατέρα, καὶ Υἱὸν, καὶ ἅγιον Πνεῦμα, τὰς μὲν ἰδιότητας χωρίζοντες, ἑνοῦντες δὲ τὴν θεότητα· καὶ οὔτε εἰς ἑν τὰ τρία συναλείφομεν, ἵνα μὴ τὴν Σαβελλίου νόσον νοσήσωμεν· οὔτε διαιροῦμεν εἰς τρία ἔκφυλα καὶ ἀλλότρια, ἵνα μὴ τὰ Ἀρείου μανῶμεν. Τί γὰρ δεῖ, καθάπερ φυτὸν ἑτεροκλινὲς πάντη καμπτόμενον, βίᾳ μετάγειν ἐπὶ τὸ ἕτερον μέρος, διαστροφῇ τὴν διαστροφὴν διορθουμένους, ἀλλὰ μὴ πρὸς τὸ μέσον εὐθύνοντας, ἐν ὅροις ἵστασθαι τῆς θεοσεβείας;

6. Μεσότητα δὲ ὅταν εἴπω, τὴν ἀλήθειαν λέγω, πρὸς ἣν βλέπειν καλῶς ἔχομεν μόνην· καὶ τὴν φαύλην συναίρεσιν παραιτούμενοι, καὶ τὴν ἀτοπωτέραν διαίρεσιν· ὡς μήτε εἰς μίαν ὑπόστασιν συναιρεθέντα τὸν λόγον, δέει πολυθεΐας, ψιλὰ ἡμῖν καταλιπεῖν τὰ ὀνόματα, τὸν αὐτὸν Πατέρα, καὶ Υἱὸν, καὶ Πνεῦμα ἅγιον ὑπολαμβάνουσι, καὶ μὴ μᾶλλον ἑν τὰ πάντα, ἢ μηδὲν ἕκαστον εἶναι ὁριζομένοις (φεύγοι γὰρ ἂν εἶναι ἅπερ ἐστὶν, εἰς ἄλληλα μεταχωροῦντα καὶ μεταβαίνοντ)α· μήτε εἰς τρεῖς ἢ ξένας καὶ ἀνομοίους οὐσίας καὶ ἀπεῤῥηγμένας διαιρεθέντα, κατὰ τὴν Ἀρείου καλῶς ὀνομασθεῖσαν μανίαν, ἢ ἀνάρχους καὶ ἀτάκτους, καὶ οἷον εἰπεῖν, ἀντιθέους· τῷ μὲν εἰς Ἰουδαικὴν σμικρολογίαν κατακλεισθῆναι, μόνῳ τῷ ἀγεννήτῳ τὴν θεότητα περιγράφοντας· τῷ δὲ εἰς ἐναντίον μὲν, κακὸν δὲ ἴσον πεσεῖν, τρεῖς ἀρχὰς ὑποτιθεμένους, καὶ τρεῖς Θεοὺς, ὃ τῶν προειρημένων ἀτοπώτερον· δέον μήτε οὕτως εἶναί τινας φιλοπάτορας, ὡς καὶ τὸ εἶναι Πατέρα περιαιρεῖν (τίνος γὰρ ἂν καὶ εἴη Πατὴρ, τοῦ Υἱοῦ τὴν φύσιν ἀπεξενωμένου καὶ ἀπηλλοτριωμένου μετὰ τῆς κτίσεως;)· μήθ᾿ οὕτω φιλοχρίστους, ὡς μήτε τοῦτο φυλάττειν, τὸ εἶναι Υἱόν (τίνος γὰρ ἂν καὶ εἴη Υἱὸς, μὴ πρὸς αἴτιον ἀναφερόμενος τὸν Πατέρα;) μήτε τῷ Πατρὶ τὸ τῆς ἀρχῆς κατασμικρύνειν ἀξίωμα, τῆς ὡς Πατρὶ καὶ γεννήτορι· μικρῶν γὰρ ἂν εἴη καὶ ἀναξίων ἀρχὴ, μὴ θεότητος ὢν αἴτιος τῆς ἐν Υἱῷ καὶ Πνεύματι θεωρουμένης. Ἐπειδὴ χρὴ καὶ τὸν ἕνα Θεὸν τηρεῖν, καὶ τὰς τρεῖς ὑποστάσεις ὁμολογεῖν, εἴτ᾿ οὖν τρία πρόσωπα, καὶ ἑκάστην μετὰ τῆς ἰδιότητος.

7. Τηροῖτο δ᾿ ἂν, ὡς ὁ ἐμὸς λόγος, εἷς μὲν Θεὸς, εἰς ἑν αἴτιον καὶ Υἱοῦ καὶ Πνεύματος ἀναφερομένων, οὐ συντιθεμένων, οὐδὲ συναλειφομένων· καὶ κατὰ τὸ ἑν καὶ ταυτὸ τῆς θεότητος, ἵνα οὕτως ὀνομάσω, κίνημά τε καὶ βούλημα, καὶ τὴν τῆς οὐσίας ταυτότητα. Αἱ δὲ τρεῖς ὑποστάσεις, μηδεμιᾶς ἐπινοουμένης συναλοιφῆς, ἢ ἀναλύσεως, ἢ συγχύσεως, ἵνα μὴ τὸ πᾶν καταλυθῇ, δι᾿ ὧν τὸ ἑν σεμνύνεται πλέον ἢ καλῶς ἔχει. Αἱ δὲ ἰδιότητες, Πατρὸς μὲν, καὶ ἀνάρχου, καὶ ἀρχῆς ἐπινοουμένου καὶ λεγομένου (ἀρχῆς δὲ, ὡς αἰτίου, καὶ ὡς πηγῆς, καὶ ὡς ἀιδίου φωτό)ς· Υἱοῦ δὲ, ἀνάρχου μὲν οὐδαμῶς, ἀρχῆς δὲ τῶν ὅλων· ἀρχὴν δὲ ὅταν εἴπω, μὴ χρόνον παρενθῇς, μηδὲ μέσον τι τάξῃς τοῦ γεγεννηκότος καὶ τοῦ γεννήματος, μηδὲ διέλῃς τὴν φύσιν τῷ κακῶς παρεντεθέντι τοῖς συναιδίοις καὶ συνημμένοις. Εἰ γὰρ χρόνος Υἱοῦ πρεσβύτερος, ἐκείνου δηλαδὴ πρώτως ἂν εἴη αἴτιος ὁ Πατήρ. Καὶ πῶς ποιητὴς χρόνων ὁ ὑπὸ χρόνον; Πῶς δὲ καὶ Κύριος πάντων, εἰ ὑπὸ χρόνου προείληπταί τε καὶ κυριεύεται; Ἄναρχος οὖν ὁ Πατήρ· οὐ γὰρ ἑτέρωθεν αὐτῷ, οὐδὲ παρ᾿ ἑαυτοῦ τὸ εἶναι. Ὁ δὲ Υἱὸς, ἐὰν μὲν ὡς αἴτιον τὸν Πατέρα λαμβάνῃς, οὐκ ἄναρχος· ἀρχὴ γὰρ Υἱοῦ Πατὴρ ὡς αἴτιος· ἐὰν δὲ τὴν ἀπὸ χρόνου νοῇς ἀρχὴν, καὶ ἄναρχος· οὐκ ἄρχεται γὰρ ὑπὸ χρόνου ὁ χρόνων Δεσπότης.

8. Εἰ δὲ, ὅτι τὰ σώματα ὑπὸ χρόνον, διὰ τοῦτο ἀξιώσεις κεῖσθαι καὶ τὸν Υἱὸν ὑπὸ χρόνον, περιθήσεις καὶ σῶμα τῷ ἀσωμάτῳ· καὶ εἰ ὅτι τὰ παρ᾿ ἡμῖν γεννώμενα, οὐκ ὄντα ποτὲ, εἶτα γινόμενα, διὰ τοῦτο καὶ τὸν Υἱὸν ἀναγκάσεις ἐξ οὐκ ὄντων εἰς τὸ εἶναι παρεληλυθέναι, συγκρίνεις τὰ ἀσύγκριτα, Θεὸν καὶ ἄνθρωπον, σῶμα καὶ τὸ ἀσώματον· οὐκοῦν καὶ πείσεται καὶ λυθήσεται, ὅτι καὶ τὰ ἡμέτερα σώματα. Σὺ μὲν οὖν ἀξιοῖς διὰ τοῦτο οὕτω γεννᾶσθαι Θεὸν, διότι τὰ σώματα· ἐγὼ δὲ διὰ τοῦτο οὐχ οὕτως, ὅτι οὕτω τὰ σώματα. Ὧν γὰρ τὸ εἶναι οὐχ ὅμοιον, τούτων οὐδὲ τὸ γεννᾷν ὅμοιον· εἰ μὴ καὶ τἄλλα δουλεύσῃ ταῖς ὕλαις, οἷον πάσχων, καὶ λυπούμενος, καὶ πεινῶν, καὶ διψῶν, καὶ ὅσα ἢ σώματος, ἢ τοῦ συναμφοτέρου πάθη. Ἀλλὰ ταῦτα οὐ παραδέχεταί σου ὁ νοῦς· περὶ Θεοῦ γὰρ ὁ λόγος. Μὴ τοίνυν μηδὲ τὴν γέννησιν ἄλλως, ἢ ὡς θεικὴν παραδέχου.

9. Ἀλλ᾿ εἰ γεγέννηται, πῶς γεγέννηται, φησίν; Ἀπόκριναί μοι, ὦ διαλεκτικὲ σὺ καὶ ἄφυκτε. Εἰ ἔκτισται, πῶς ἔκτισται; κἀμὲ ἀπαίτει τὸ, Πῶς γεγέννηται; Πάθος περὶ τὴν γέννησιν; Πάθος καὶ περὶ τὴν κτίσιν· ἢ γὰρ οὐ πάθος ἡ ἀνατύπωσις, καὶ ἡ φροντὶς, καὶ ἡ τοῦ νοηθέντος ἀθρόως εἰς τὸ κατὰ μέρος ἐξάπλωσις; Χρόνος περὶ τὴν γέννησιν; Ἐν χρόνῳ καὶ τὰ κτιζόμενα. Τόπος ἐνταῦθα; Τόπος ἐκεῖ. Ἀποτυχία περὶ τὴν γέννησιν; Ἀποτυχία καὶ περὶ τὴν κτίσιν. Ταῦτα ἤκουσα φιλοσοφούντων ὑμῶν· ἃ γὰρ ὁ νοῦς ὑπέγραψε, πολλάκις ταῦτα ἡ χεὶρ οὐκ ἐτέλεσεν. Ἀλλὰ λόγῳ, φησὶ, τὸ πᾶν ὑπέστησε καὶ βουλήματι. Αὐτὸς γὰρ εἶπε, καὶ ἐγενήθησαν· αὐτὸς ἐνετείλατο, καὶ ἐκτίσθησαν. Ὅταν εἴπῃς τῷ λόγῳ τοῦ Θεοῦ τὰ πάντα ἐκτίσθαι, οὐ τὴν ἀνθρωπίνην κτίσιν εἰσάγεις· οὐδεὶς γὰρ ἡμῶν λόγῳ πράττει τὰ γινόμενα. Οὐδὲν γὰρ ἂν ἦν ὑψηλότερον ἡμῶν, οὐδὲ ἀπονώτερον, εἰ τὸ λέγειν ἔργου συμπλήρωσις ἦν· ὥστε εἰ καὶ λόγῳ κτίζει Θεὸς τὰ κτιζόμενα, οὐκ ἀνθρώπινον αὐτῷ τὸ κτίζειν. Ἢ γὰρ δεῖξον καὶ ἄνθρωπον λόγῳ τι πράττοντα· ἢ δέξαι, ὅτι οὐχ ὡς ἄνθρωπος κτίζει Θεός. Ἐπεὶ διάγραψον βουλήματι πόλιν, καὶ παραστήτω πόλις· θέλησον γενέσθαι σοι υἱὸν, καὶ παραστήτω παῖς· θέλησον ἄλλο τι τῶν πραττομένων, καὶ εἰς ἔργον ἡ βούλησις χωρησάτω. Εἰ δὲ τούτων οὐδὲν ἕπεται τῷ βούλεσθαι, Θεοῦ δὲ τὸ βούλεσθαι πρᾶξίς ἐστιν, ἄλλως μὲν ἄνθρωπος κτίζει, ἄλλως δὲ ὁ πάντων κτίστης Θεός. Πῶς οὖν κτίζει μὲν οὐκ ἀνθρωπικῶς, γεννᾷν δὲ ἀναγκάζεται ἀνθρωπικῶς; Σὺ μὲν οὐκ ὢν, ἔπειτα ἐγένου, εἶτα γεννᾷς· διὰ τοῦτο οὐκ ὄντα εἰς τὸ εἶναι παράγεις. Ἢ, ἵνα τι βαθύτερον εἴπω, τάχα οὐδὲ αὐτὸς ἐξ οὐκ ὄντων παράγεις· ἐπεὶ καὶ ὁ Λευῒ, φησὶν, ἔτι ἐν τῇ ὀσφύι τοῦ πατρὸς ἦν, πρὶν εἰς τὸ εἶναι παρελθεῖν. Καὶ μηδεὶς ἐπηρεαζέτω τῷ λόγῳ. Οὐ γὰρ οὕτως ἐκ τοῦ Πατρός φημι τὸν Υἱὸν ὑπάρχειν, ὡς ἐν τῷ Πατρὶ πρότερον ὄντα, μετὰ δὲ τοῦτο εἰς τὸ εἶναι ὁδεύσαντα· οὐδὲ γὰρ ἀτελῆ πρότερον, εἶτα τέλειον, ὥσπερ νόμος τῆς ἡμετέρας γεννήσεως.

10. Ταῦτα τῶν ἐπηρεαζόντων ἐστίν· ταῦτα τῶν ἐπιπηδώντων προχείρως πᾶσι τοῖς λεγομένοις. Ἡμεῖς δὲ οὐχ οὕτω φρονοῦμεν, οὐχ οὕτω δοξάζομεν· ἀλλ᾿ ὁμοῦ τῷ τὸν Πατέρα εἶναι ἀγεννήτως (ἀεὶ δὲ ἦν, οὐχ ὑπερπίπτει γὰρ εἰς τὸ μὴ εἶναί ποτε ὁ νοῦ)ς, καὶ ὁ Υἱὸς ἦν γεννητῶς. Ὥστε συντρέχει τὸ εἶναι τοῦ Πατρὸς τῷ γεγεννῆσθαι τοῦ Μονογενοῦς, ἐξ αὐτοῦ τε ὑπάρχοντος, καὶ οὐ μετ᾿ αὐτὸν, ἢ ἐπινοίᾳ μόνῃ τῇ τῆς ἀρχῆς· ἀρχῆς δὲ, ὡς αἰτίου. Πολλάκις γὰρ τὸν αὐτὸν ἀναστρέφω λόγον. τὸ παχύ σου καὶ ὑλικὸν τῆς διανοίας φοβούμενος. Εἰ δὲ οὐ πολυπραγμονεῖς τὴν τοῦ Υἱοῦ, εἴτε γέννησιν χρὴ λέγειν, εἴτε ὑπόστασιν, εἴτε τι ἄλλο κυριώτερον τούτων ἐπινοεῖ τις (νικᾷ γὰρ τὴν ἐμὴν γλῶτταν τὸ νοούμενον καὶ λεγόμενον)· μηδὲ τοῦ Πνεύματος περιεργάζου τὴν πρόοδον. Ἀρκοῦμαι ἀκούειν, ὅτι Υἱὸς, καὶ ὅτι ἐκ τοῦ Πατρός· καὶ ὅτι ὁ μὲν Πατὴρ, ὁ δὲ Υἱός· καὶ οὐδὲν παρὰ τοῦτο περιεργάζομαι, μὴ ταυτὸ πάθω ταῖς φωναῖς, αἳ τῷ ὑπερφωνεῖσθαι παντελῶς διαπίπτουσιν, ἢ τῇ ὄψει τεινούσῃ πρὸς ἡλιακὴν ἀκτῖνα. Ὅσῳ γὰρ ἂν πλεῖον καὶ ἀκριβέστερον ἰδεῖν ἐθέλοι τις, τοσούτῳ τὴν αἴσθησιν παραβλάπτεται, καὶ τὸ ὁπωσοῦν ὁρᾷν ἀποστερεῖται, διὰ τοῦ πλείονος νικῶντος τὴν ὄψιν τοῦ ὁρωμένου ἐὰν ὅλον ἰδεῖν ἐθελήσῃ, καὶ μὴ ὅσον ὁρᾷν ἀσφαλές.

11. Ἀκούεις γέννησιν; Τὸ πῶς μὴ περιεργάζου. Ἀκούεις ὅτι τὸ Πνεῦμα προιὸν ἐκ τοῦ Πατρός; Τὸ ὅπως μὴ πολυπραγμόνει. Εἰ δὲ πολυπραγμονεῖς Υἱοῦ γέννησιν, καὶ Πνεύματος πρόοδον, κἀγώ σου πολυπραγμονῶ τὸ κρᾶμα ψυχῆς καὶ σώματος· Πῶς εἶ χοῦς, καὶ εἰκὼν Θεοῦ; Τί τὸ κινοῦν σε, ἢ τί τὸ κινούμενον; Πῶς τὸ αὐτὸ καὶ κινεῖ καὶ κινεῖται; Πῶς ἡ αἴσθησις ἐν τῷ αὐτῷ μένει, καὶ τὸ ἐκτὸς ἐπισπᾶται; Πῶς ὁ νοῦς ἐν σοὶ μένει, καὶ γεννᾷ λόγον ἐν ἄλλῳ νοΐ; Πῶς λόγῳ νόημα διαδίδοται; Καὶ οὔπω τὰ μείζονα λέγω· Τίς οὐρανοῦ περιφορά; Τίς ἀστέρων κίνησις, ἢ τάξις, ἢ μέτρα, ἢ σύνοδος, ἢ ἀπόστασις; Τίνες δ᾿ ὅροι θαλάσσης; Πόθεν δὲ ἀνέμων ῥεύματα, ἢ ὡρῶν περιτροπαὶ, ἢ ὄμβρων ἐπιχύσεις; Εἰ τούτων μηδὲν κατενόησας, ὦ ἄνθρωπε (κατανοήσεις δὲ ἴσως ποτὲ, ὅταν ἀπολάβῃς τὸ τέλειον. Ὄψομαι γὰρ, φησὶ, τοὺς οὐρανοὺς, ἔργα τῶν δακτύλων σου· ὡς ὑπονοεῖσθαι τὰ νῦν ὁρώμενα μὴ εἶναι τὴν ἀλήθειαν, ἀλλὰ τῆς ἀληθείας ἰνδάλματ)α· εἰ σαυτὸν οὐκ ἔγνως, ὅστις εἶ ὁ περὶ τούτων διαλεγόμενος, εἰ ταῦτα οὐ κατέλαβες, ὧν καὶ ἡ αἴσθησις μάρτυς, πῶς Θεὸν ἀκριβῶς, ὅπερ τε καὶ ὅσον ἐστὶν, εἰδέναι ὑπολαμβάνεις; Πολλῆς τοῦτο τῆς ἀλογίας.

12. Ἀλλ᾿ εἴ τι ἐμοὶ πείθῃ, τῷ μὴ θρασεῖ θεολόγῳ, τὸ μὲν κατέλαβες, τὸ δὲ καταλαμβάνειν δεήθητι. Τὸ μὲν ἀγάπησον ἐν σοὶ μένον, τὸ δὲ ἐν τοῖς ἄνω θησαυροῖς μεινάτω. Διὰ πολιτείας, ἄνελθε· διὰ καθάρσεως, κτῆσαι τὸ καθαρόν. Βούλει θεολόγος γενέσθαι ποτὲ, καὶ τῆς θεότητος ἄξιος; τὰς ἐντολὰς φύλασσε· διὰ τῶν προσταγμάτων ὅδευσον· πρᾶξις γὰρ ἐπίβασις θεωρίας· ἐκ τοῦ σώματος τῇ ψυχῇ φιλοπόνησον. Ἆρά τίς ἐστιν ἀνθρώπων, ὃς ἀρθῆναι τοσοῦτον δύναται, ὥστε εἰς τὸ Παύλου μέτρον ἐλθεῖν; Ἀλλ᾿ ὅμως φησὶ βλέπειν δι᾿ ἐσόπτρου καὶ αἰνίγματος, καὶ εἶναι καιρὸν, ὅτε ὄψεται πρόςωπον πρὸς πρόσωπον. Ἄλλου μὲν εἶ φιλοσοφώτερος ἐν λόγοις; Θεοῦ δὲ πάντως κατώτερος. Ἄλλου μὲν τυχὸν συνετώτερος; τὸ δὲ ἀληθείας τοσοῦτον λείπῃ, ὅσον τὸ εἶναί σου δεύτερον τοῦ εἶναι Θεοῦ. Ἔχομεν ἐπαγγελίαν γνώσεσθαί ποτε, ὅσον ἐγνώσμεθα. Εἰ μὴ δυνατὸν ἐνταῦθα ἔχειν τελείαν τὴν τῶν ὄντων γνῶσιν, τί μοι τὸ λειπόμενον; Τί τὸ ἐλπιζόμενον; Βασιλείαν οὐρανῶν, πάντως ἐρεῖς. Ἡγοῦμαι δὲ μὴ ἄλλο τι τοῦτο εἶναι, ἢ τὸ τυχεῖν τοῦ καθαρωτάτου τε καὶ τελεωτάτου· τελεώτατον δὲ τῶν ὄντων, γνῶσις Θεοῦ. Ἀλλὰ τὸ μὲν κατάσχωμεν, τὸ δὲ καταλάβωμεν, ἕως ἐσμὲν ὑπὲρ γῆς· τὸ δὲ ἐκεῖθεν ταμιευσώμεθα, ἵνα ταύτην σχῶμεν τῆς φιλοπονίας τὴν ἐπικαρπίαν, ὅλην τῆς ἁγίας Τριάδος τὴν ἔλλαμψιν, ἥτις ἐστὶ, καὶ οἵα, καὶ ὅση, εἰ θέμις τοῦτο εἰπεῖν, ἐν αὐτῷ Χριστῷ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

 

 

 

 



:Accueil :Présentation :Plan du site :Nouveautés :Contact : Hélène

 _____________________________________________________________________________
Copyright © 2008. All rights Reserved. Projethomere.com