Textes de
l'Eglise Grecque en grec ancien
Hélène Kémiktsi |
4 index textes Eglise | ||||
Grigorios Nazianzinos (Γρηγόριος Ναζιανζηνός)
ΛΟΓΟΣ 21.Εἰς τὸν μέγαν Ἀθανάσιον ἐπίσκοπον Ἀλεξανδρείας.1. Ἀθανάσιον ἐπαινῶν, ἀρετὴν ἐπαινέσομαι. Ταυτὸν γὰρ, ἐκεῖνόν τε εἰπεῖν, καὶ ἀρετὴν ἐπαινέσαι, ὅτι πᾶσαν ἐν ἑαυτῷ συλλαβὼν εἶχε τὴν ἀρετὴν, ἢ, τό γε ἀληθέστερον εἰπεῖν, ἔχει. Θεῷ γὰρ ζῶσι πάντες οἱ κατὰ Θεὸν ζήσαντες, κἂν ἐνθένδε ἀπαλλαγῶσι. Καθ᾿ ὃ καὶ Ἀβραὰμ, καὶ Ἰσαὰκ, καὶ Ἰακὼβ ἀκούει Θεὸς, ὁ Θεὸς, ὡς οὐ νεκρῶν Θεὸς, ἀλλὰ ζώντων. Ἀρετὴν δὲ ἐπαινῶν, Θεὸν ἐπαινέσομαι, παρ᾿ οὗ τοῖς ἀνθρώποις ἡ ἀρετὴ, καὶ τὸ πρὸς αὐτὸν ἀνάγεσθαι, ἢ ἐπανάγεσθαι διὰ τῆς συγγενοῦς ἐλλάμψεως. Πολλῶν γὰρ ὄντων ἡμῖν καὶ μεγάλων, οὐ μὲν οὖν εἴποι τις ἂν ἡλίκων καὶ ὅσων, ὧν ἐκ Θεοῦ ἔχομέν τε καὶ ἕξομεν· τοῦτο μέγιστον καὶ φιλανθρωπότατον, ἡ πρὸς αὐτὸν νεῦσίς τε καὶ οἰκείωσις. Ὅπερ γάρ ἐστι τοῖς αἰσθητοῖς ἥλιος, τοῦτο τοῖς νοητοῖς Θεός. Ὁ μὲν γὰρ τὸν ὁρώμενον φωτίζει κόσμον, ὁ δὲ τὸν ἀόρατον· καὶ ὁ μὲν τὰς σωματικὰς ὄψεις ἡλιοειδεῖς, ὁ δὲ τὰς νοερὰς φύσεις θεοειδεῖς ἀπεργάζεται. Καὶ ὥσπερ οὗτος τοῖς τε ὁρῶσι καὶ τοῖς ὁρωμένοις, τοῖς μὲν τὴν τοῦ ὁρᾷν, τοῖς δὲ τὴν τοῦ ὁρᾶσθαι παρέχων δύναμιν, αὐτὸς τῶν ὁρωμένων ἐστὶ τὸ κάλλιστον· οὕτω Θεὸς τοῖς νοοῦσι καὶ τοῖς νοουμένοις, τοῖς μὲν τὸ νοεῖν, τοῖς δὲ τὸ νοεῖσθαι δημιουργῶν, αὐτὸς τῶν νοουμένων ἐστὶ τὸ ἀκρότατον, εἰς ὃν πᾶσα ἔφεσις ἵσταται, καὶ ὑπὲρ ὃν οὐδαμοῦ φέρεται. Οὐδὲ γὰρ ἔχει τι ὑψηλότερον, ἢ ὅλως ἕξει, οὐδὲ ὁ φιλοσοφώτατος νοῦς καὶ διαβατικώτατος, ἢ πολυπραγμονέστατος. Τοῦτο γάρ ἐστι τὸ τῶν ὀρεκτῶν ἔσχατον, καὶ οὗ γενομένοις πάσης θεωρίας ἀνάπαυσις. 2. Ὧ,τινι μὲν οὖν ἐξεγένετο, διὰ λόγου καὶ θεωρίας διασχόντι τὴν ὕλην καὶ τὸ σαρκικὸν τοῦτο, εἴτε νέφος χρὴ λέγειν, εἴτε προκάλυμμα, Θεῷ συγγενέσθαι, καὶ τῷ ἀκραιφνεστάτῳ φωτὶ κραθῆναι, καθόσον ἐφικτὸν ἀνθρωπίνῃ φύσει· μακάριος οὗτος, τῆς τε ἐντεῦθεν ἀναβάσεως, καὶ τῆς ἐκεῖσε θεώσεως, ἣν τὸ γνησίως φιλοσοφῆσαι χαρίζεται, καὶ τὸ ὑπὲρ τὴν ὑλικὴν δυάδα γενέσθαι, διὰ τὴν ἐν τῇ Τριάδι νοουμένην ἑνότητα. Ὅστις δὲ ὑπὸ τῆς συζυγίας χείρων ἐγένετο, καὶ τοσοῦτον τῷ πηλῷ συνεσχέθη, ὡς μὴ δυνηθῆναι ἐμβλέψαι πρὸς τὰς τῆς ἀληθείας αὐγὰς, μηδὲ ὑπὲρ τὰ κάτω γενέσθαι, γεγονὼς ἄνωθεν, καὶ πρὸς τὰ ἄνω καλούμενος· ἄθλιος οὗτος ἐμοὶ τῆς τυφλώσεως, κἂν εὐροῇ τοῖς ἐνταῦθα· καὶ τοσούτῳ πλέον, ὅσῳπερ ἂν μᾶλλον ὑπὸ τῆς εὐροίας παίζηται, καὶ πείθηται ἄλλο τι καλὸν εἶναι πρὸ τοῦ ὄντος καλοῦ, πονηρὸν πονηρᾶς δόξης καρπὸν δρεπόμενος, ἢ ζόφον κατακριθῆναι, ἢ ὡς πῦρ ἰδεῖν, ὃν ὡς φῶς οὐκ ἐγνώρισεν. 3. Ταῦτα ὀλίγοις μὲν ἐφιλοσοφήθη, καὶ τῶν νῦν, καὶ τῶν πάλαι (ὀλίγοι γὰρ οἱ τοῦ Θεοῦ, εἰ καὶ πάντες πλάσματ)α, νομοθέταις, στρατηγοῖς, ἱερεῦσι, προφήταις, εὐαγγελισταῖς, ἀποστόλοις, ποιμέσι, διδασκάλοις, καὶ παντὶ πνευματικῷ πληρώματι καὶ συστήματι, ἐν δὲ τοῖς πᾶσι, καὶ τῷ νῦν ἐπαινουμένῳ. Τίνας δὴ λέγω τούτους; Οἷον τὸν Ἐνὼχ ἐκεῖνον, τὸν Νῶε, τὸν Ἀβραὰμ, τὸν Ἰσαὰκ, τὸν Ἰακὼβ, τοὺς δώδεκα πατριάρχας, τὸν Μωϋσέα, τὸν Ἀαρὼν, τὸν Ἰησοῦν, τοὺς Κριτὰς, τὸν Σαμουὴλ, τὸν Δαβὶδ, τὸν Σολομῶντα μέχρι τινὸς, τὸν Ἡλίαν, τὸν Ἐλιςσαῖον, τοὺς πρὸ τῆς αἰχμαλωσίας προφήτας, τοὺς μετὰ τὴν αἰχμαλωσίαν· καὶ τὰ τελευταῖα δὴ ταῦτα τῇ τάξει, καὶ πρῶτα τῇ ἀληθείᾳ, ὅσα περὶ τὴν Χριστοῦ σάρκωσιν, ἤτοι πρόσληψιν, τὸν πρὸ τοῦ φωτὸς λύχνον, τὴν πρὸ τοῦ Λόγου φωνὴν, τὸν πρὸ τοῦ Μεσίτου μεσίτην, μεσίτην Παλαιᾶς Διαθήκης καὶ Νέας, Ἰωάννην τὸν πάνυ, τοὺς Χριστοῦ μαθητὰς, τοὺς μετὰ Χριστὸν, ἢ λαοῦ προκαθεσθέντας, ἢ διὰ λόγου φανερωθέντας, ἢ διὰ σημείων γνωρισθέντας, ἢ τελειωθέντας δι᾿ αἵματος. 4. Τούτων Ἀθανάσιος, τοῖς μὲν ἡμιλλήθη, τῶν δὲ μικρὸν ἀπελείφθη, ἔστι δὲ οὓς καὶ ὑπερέσχεν, εἰ μὴ τολμηρὸν εἰπεῖν· καὶ τῶν μὲν τὸν λόγον, τῶν δὲ τὴν πρᾶξιν, τῶν δὲ τὸ πρᾶον, τῶν δὲ τὸν ζῆλον, τῶν δὲ τοὺς κινδύνους, τῶν δὲ τὰ πλείω, τῶν δὲ τὰ ἅπαντα μιμησάμενος, καὶ ἄλλο ἀπ᾿ ἄλλου κάλλος λαβὼν, ὥσπερ οἱ τὰς μορφὰς μεθ᾿ ὑπερβολῆς γράφοντες, καὶ εἰς μίαν τὴν ἑαυτοῦ ψυχὴν συναγαγὼν, ἑν ἀρετῆς εἶδος ἐκ πάντων ἀπηκριβώσατο, τοὺς μὲν ἐν λόγῳ δεινοὺς τῇ πράξει, τοὺς πρακτικοὺς δὲ τῷ λόγῳ νικήσας· εἰ βούλει δὲ, λόγῳ μὲν τοὺς εὐδοκίμους ἐν λόγῳ, πράξει δὲ τοὺς πρακτικωτάτους ὑπερβαλών· καὶ τοὺς μὲν κατ᾿ ἀμφότερα μέσως ἔχοντας, τῷ περὶ τὸ ἕτερον ὑπερβάλλοντι· τοὺς δὲ καθ᾿ ἕτερον ἄκρους, τοῖς ἀμφοτέροις παραδραμών. Καὶ εἰ μέγα τοῖς προλαβοῦσι, τὸ παράδειγμα τούτῳ γενέσθαι τῆς ἀρετῆς, οὐχ ἧττον εἰς εὐφημίαν τῷ ἡμετέρῳ καλῷ, τὸ τοῖς μετ᾿ αὐτὸν γενέσθαι παράδειγμα. 5. Πάντα μὲν δὴ τὰ ἐκείνου λέγειν τε καὶ θαυμάζειν μακρότερον ἂν εἴη τυχὸν, ἢ κατὰ τὴν παροῦσαν ὁρμὴν τοῦ λόγου, καὶ ἱστορίας ἔργον, οὐκ εὐφημίας· ἃ καὶ ἰδίᾳ παραδοῦναι γραφῇ παίδευμά τε καὶ ἥδυσμα τοῖς εἰς ὕστερον, εὐχῆς ἔργον ἐμοὶ, ὥσπερ ὃν ἐκεῖνος Ἀντωνίου τοῦ θείου βίον συνέγραφε, τοῦ μοναδικοῦ βίου νομοθεσίαν, ἐν πλάσματι διηγήσεως. Ὀλίγα δὲ ἐκ πολλῶν τῶν ἐκείνου διεξελθόντες, καὶ ὅσα σχεδιάζει ἡμῖν νῦν ἡ μνήμη ὡς γνωριμώτερα, ἵνα τόν τε ἡμέτερον ἀφοσιωσώμεθα πόθον, καὶ τῇ πανηγύρει τὸ εἰκὸς ἐκπληρώσωμεν, τὰ πλείω τοῖς εἰδόσι παρήσομεν. Οὐδὲ γὰρ ἄλλως ὅσιον, οὐδὲ ἀσφαλὲς, ἀσεβῶν μὲν βίους τιμᾶσθαι ταῖς μνήμαις, τοὺς δὲ εὐσεβείᾳ διενεγκόντας, σιωπῇ παραπέμψασθαι· καὶ ταῦτα ἐν πόλει, ἣν μόλις ἂν καὶ πολλὰ τῆς ἀρετῆς ὑποδείγματα σώσειεν, ὥσπερ τοὺς ἱππικοὺς καὶ τὰ θέατρα, οὕτω δὴ καὶ τὰ θεῖα παίζουσαν. 6. Ἐκεῖνος ἐτράφη μὲν εὐθὺς ἐν τοῖς θείοις ἤθεσι καὶ παιδεύμασιν, ὀλίγα τῶν ἐγκυκλίων φιλοσοφήσας, τοῦ μὴ δοκεῖν παντάπασι τῶν τοιούτων ἀπείρως ἔχειν, μηδὲ ἀγνοεῖν ὧν ὑπεριδεῖν ἐδοκίμασεν. Οὐδὲ γὰρ ἠνέσχετο τὸ τῆς ψυχῆς εὐγενὲς καὶ φιλότιμον ἐν τοῖς ματαίοις ἀσχοληθῆναι, οὐδὲ ταυτὸν παθεῖν τῶν ἀθλητῶν τοῖς ἀπείροις, οἳ τὸν ἀέρα πλείω παίοντες ἢ τὰ σώματα, τῶν ἄθλων ἀποτυγχάνουσι. Καὶ πᾶσαν μὲν Παλαιὰν Βίβλον, πᾶσαν δὲ Νέαν ἐκμελετήσας, ὡς οὐδὲ μίαν ἕτερος, πλουτεῖ μὲν θεωρίαν, πλουτεῖ δὲ βίου λαμπρότητα, καὶ πλέκει θαυμασίως ἀμφότερα, τὴν χρυσῆν ὄντως σειρὰν, καὶ τοῖς πολλοῖς ἄπλοκον· βίῳ μὲν ὁδηγῷ θεωρίας, θεωρίᾳ δὲ σφραγῖδι βίου χρησάμενος. Ἀρχή τε γὰρ σοφίας φόβος Κυρίου, οἷόν τι πρῶτον σπάργανον· καὶ σοφία τὸν φόβον ὑπερβᾶσα, καὶ εἰς τὴν ἀγάπην ἀναβιβάσασα, Θεοῦ φίλους ἡμᾶς καὶ υἱοὺς ἀντὶ δούλων ἐργάζεται. 7. Τραφεὶς δὲ οὕτω καὶ παιδευθεὶς, ὡς ἔδει γε καὶ νῦν τοὺς λαοῦ προστήσεσθαι μέλλοντας, καὶ τὸ μέγα τοῦ Χριστοῦ σῶμα μεταχειρίζεσθαι, κατὰ τὴν μεγάλην τοῦ Θεοῦ βουλήν τε καὶ πρόγνωσιν, ἣ πόῤῥωθεν καταβάλλεται τῶν μεγάλων πραγμάτων τὰς ὑποθέσεις, τῷ μεγάλῳ βήματι τούτῳ ἐγκαταλέγεται, καὶ τῶν ἐγγιζόντων εἷς τῷ ἐγγίζοντι Θεῷ γίνεται, καὶ τῆς ἱερᾶς ἀξιοῦται στάσεώς τε καὶ τάξεως, καὶ πᾶσαν τὴν τῶν βαθμῶν ἀκολουθίαν διεξελθὼν, ἵνα τὰ ἐν μέσῳ συντέμω, τὴν τοῦ λαοῦ προεδρίαν πιστεύεται, ταυτὸν δὲ εἰπεῖν, τῆς οἰκουμένης πάσης ἐπιστασίαν. Καὶ οὐκ ἔχω λέγειν, πότερον ἀρετῆς ἆθλον, ἢ τῆς Ἐκκλησίας πηγὴν καὶ ζωὴν, τὴν ἱερωσύνην λαμβάνει. Ἔδει γὰρ ἐκλείπουσαν ταύτην τῷ δίψει τῆς ἀληθείας, ὥσπερ τὸν Ἰσμαὴλ, ποτισθῆναι, ἢ, ὥσπερ τὸν Ἡλίαν, ἐκ τοῦ χειμάῤῥου, κατεψυγμένης ἀνομβρίᾳ τῆς γῆς, ἀναψύξαι, καὶ μικρὰ πνέουσαν ἀναζωοποιηθῆναι, καὶ σπέρμα τῷ Ἰσραὴλ ὑπολειφθῆναι· ἵνα μὴ γενώμεθα ὡς Σόδομα καὶ Γόμοῤῥα, ὧν περιβόητος μὲν ἡ κακία, περιβοητοτέρα δὲ ἡ ἀπώλεια, πυρὶ καὶ θείῳ κατακλυσθέντων. Διὰ τοῦτο ἠγέρθη κέρας σωτηρίας ἡμῖν ἤδη κειμένοις, καὶ λίθος ἀκρογωνιαῖος, συνδέων ἑαυτῷ τε καὶ ἀλλήλοις ἡμᾶς, ἐνεβλήθη κατὰ καιρὸν, ἣ πῦρ καθαρτήριον τῆς φαύλης ὕλης καὶ μοχθηρᾶς, ἢ πτύον γεωργικὸν, ᾧ τὸ κοῦφον τῶν δογμάτων καὶ τὸ βαρὺ διακρίνεται, ἢ μάχαιρα τὰς τῆς κακίας ῥίζας ἐκτέμνουσα· καὶ ὁ Λόγος εὑρίσκει τὸν ἑαυτοῦ σύμμαχον, καὶ τὸ Πνεῦμα καταλαμβάνει τὸν ὑπὲρ αὐτοῦ πνεύσοντα. 8. Οὕτω μὲν οὖν καὶ διὰ ταῦτα, ψήφῳ τοῦ λαοῦ παντὸς, οὐ κατὰ τὸν ὕστερον νικήσαντα πονηρὸν τύπον, οὐδὲ φονικῶς τε καὶ τυραννικῶς, ἀλλ᾿ ἀποστολικῶς τε καὶ πνευματικῶς, ἐπὶ τὸν Μάρκου θρόνον ἀνάγεται, οὐχ ἧττον τῆς εὐσεβείας, ἢ τῆς προεδρίας διάδοχος· τῇ μὲν γὰρ πολλοστὸς ἀπ᾿ ἐκείνου, τῇ δὲ εὐθὺς μετ᾿ ἐκεῖνον εὑρίσκεται· ἣν δὴ καὶ κυρίως ὑποληπτέον διαδοχήν. Τὸ μὲν γὰρ ὁμόγνωμον καὶ ὁμόθρονον, τὸ δὲ ἀντίδοξον καὶ ἀντίθρονον· καὶ ἡ μὲν προσηγορίαν, ἡ δὲ ἀλήθειαν ἔχει διαδοχῆς. Οὐ γὰρ ὁ βιασάμενος, ἀλλ᾿ ὁ βιασθεὶς διάδοχος· οὐδὲ ὁ παρανομήσας, ἀλλ᾿ ὁ προβληθεὶς ἐννόμως· οὐδὲ ὁ τἀναντία δοξάζων, ἀλλ᾿ ὁ τῆς αὐτῆς πίστεως· εἰ μὴ οὕτω τις λέγοι διάδοχον, ὡς νόσον ὑγιείας, καὶ φωτὸς σκότος, καὶ ζάλην γαλήνης, καὶ συνέσεως ἔκστασιν. 9. Ἐπεὶ δὲ οὕτω προβάλλεται, οὕτω καὶ τὴν ἀρχὴν διατίθεται. Οὐ γὰρ ὁμοῦ τε καταλαμβάνει τὸν θρόνον, ὥσπερ οἱ τυραννίδα τινὰ, ἢ κληρονομίαν παρὰ δόξαν ἁρπάσαντες, καὶ ὑβρίζει διὰ τὸν κόρον. Ταῦτα γὰρ τῶν νόθων καὶ παρεγγράπτων ἱερέων ἐστὶ, καὶ τοῦ ἐπαγγέλματος ἀναξίων· οἳ μηδὲν τῇ ἱερωσύνῃ προεισενεγκόντες, μηδὲ τοῦ καλοῦ προταλαιπωρήσαντες, ὁμοῦ τε μαθηταὶ καὶ διδάσκαλοι τῆς εὐσεβείας ἀναδείκνυνται, καὶ πρὶν καθαρθῆναι καθαίρουσι· χθὲς ἱερόσυλοι, καὶ σήμερον ἱερεῖς· χθὲς τῶν ἁγίων ἔξω, καὶ μυσταγωγοὶ σήμερον· παλαιοὶ τὴν κακίαν, καὶ σχέδιοι τὴν εὐσέβειαν· ὃ ἔργον χάριτος ἀνθρωπίνης, οὐ τῆς τοῦ Πνεύματος· οἳ, ὅταν πάντα διεξέλθωσι βιαζόμενοι, τελευταῖον τυραννοῦσι καὶ τὴν εὐσέβειαν· ὧν οὐχ ὁ τρόπος τὸν βαθμὸν, ὁ βαθμὸς δὲ τὸν τρόπον πιστεύεται, παρὰ πολὺ τῆς τάξεως ἐναλλαττομένης· οἳ πλείους ὑπὲρ ἑαυτῶν, ἢ τῶν τοῦ λαοῦ ἀγνοημάτων, τὰς θυσίας ὀφείλουσι· καὶ πάντως τῶν δύω τὸ ἕτερον ἁμαρτάνουσιν, ἢ τῷ δεῖσθαι συγγνώμης, ἄμετρα συγγινώσκοντες, ὡς ἂν μήτε ἀνακόπτοιτο κακία, ἀλλὰ καὶ διδάσκοιτο, ἢ τῇ τραχύτητι τῆς ἀρχῆς, τὰ ἑαυτῶν συγκαλύπτοντες. Ὧν οὐδέτερον ἐκεῖνος· ἀλλ᾿ ἦν ὑψηλὸς μὲν τοῖς ἔργοις, ταπεινὸς δὲ τῷ φρονήματι· καὶ τὴν μὲν ἀρετὴν ἀπρόσιτος, τὴν ἐντυχίαν δὲ καὶ λίαν εὐπρόσιτος, πρᾶος, ἀόργητος, συμπαθὴς, ἡδὺς τὸν λόγον, ἡδίων τὸν τρόπον, ἀγγελικὸς τὸ εἶδος, ἀγγελικώτερος τὴν διάνοιαν ἐπιτιμῆσαι γαληνὸς, ἐπαινέσαι παιδευτικός· καὶ μηδέτερον τῶν καλῶν τῇ ἀμετρίᾳ λυμήνασθαι, ἀλλὰ ποιῆσαι καὶ τὴν ἐπιτίμησιν πατρικὴν, καὶ τὸν ἔπαινον ἀρχικόν· μήτε τὸ ἁπαλὸν ἔκλυτον, μήτε στυφὸν τὸ αὐστηρόν· ἀλλὰ τὸ μὲν ἐπιείκειαν, τὸ δὲ φρόνησιν, καὶ φιλοσοφίαν ἀμφότερα· ἐλάχιστα μὲν λόγου διὰ τὸν τρόπον δεόμενος ἀρκοῦντα πρὸς παιδαγωγίαν· ἐλάχιστα δὲ ῥάβδου διὰ τὸν λόγον· ἔτι δὲ ἐλάττω τομῆς, διὰ τὴν ῥάβδον μετρίως πλήττουσαν. 10. Τί ἂν ὑμῖν ἀναζωγραφοίην τὸν ἄνδρα; Παῦλος προλαβὼν ἔγραψε· τοῦτο μὲν, ἐν οἷς τὸν ἀρχιερέα τὸν μέγαν, τὸν διεληλυθότα τοὺς οὐρανοὺς ἀνυμνεῖ (τολμήσει γάρ μοι καὶ μέχρι τούτων ὁ λόγος, ἐπειδὴ Χριστοὺς οἶδε καλεῖν ἡ Γραφὴ τοὺς ζῶντας κατὰ Χριστόν)· τοῦτο δὲ, ἐν οἷς Τιμοθέῳ πρὸς αὐτὸν γράφων νομοθετεῖ, τυπῶν τῷ λόγῳ τὸν ἐπισκοπῆς προστησόμενον. Εἰ γὰρ ὡς κανόνα τὸν νόμον παραθείης τῷ ταῦτα ἐπαινουμένῳ, γνώσῃ σαφῶς τὴν εὐθύτητα, Δεῦρο δὴ συμπανηγυρίσατέ μοι περὶ τὸν λόγον κάμνοντι, καὶ τὰ μὲν πλείω παρατρέχειν ἐθέλοντι, ἄλλοτε δὲ ὑπ᾿ ἄλλου κατεχομένῳ, καὶ οὐκ ἔχοντι τὸ νικῶν εὑρεῖν, ὥσπερ ἐν σώματι πανταχόθεν ἴσῳ τε καὶ καλῷ· ἀεὶ γάρ μοι τὸ προσπεσὸν κάλλιον φαίνεται, καὶ τοῦτο συναρπάζει τὸν λόγον. Δεῦρο οὖν μοι διέλεσθε τὰ ἐκείνου καλὰ, ὅσοι τῶν ἐκείνου ἐπαινέται καὶ μάρτυρες, καὶ ἀγῶνα καλὸν ἀγωνίσασθε πρὸς ἀλλήλους, ἄνδρες ὁμοῦ καὶ γυναῖκες, νεανίσκοι καὶ παρθένοι, πρεσβῦται μετὰ νεωτέρων, ἱερεῖς καὶ λαὸς, οἱ μοναδικοὶ καὶ μιγάδες, οἱ τῆς ἁπλότητος καὶ τῆς ἀκριβείας, ὅσοι τῆς θεωρίας, καὶ ὅσοι τῆς πράξεως. Ὁ μὲν ἐπαινείτω τὸ ἐν νηστείαις καὶ προσευχαῖς, οἷον ἀσώματόν τε καὶ ἄϋλον· ὁ δὲ τὸ ἐν ἀγρυπνίαις τε καὶ ψαλμῳδίαις εὔτονόν τε καὶ ἀήττητον· ἄλλος τὸ ἐν προστασίᾳ τῶν δεομένων, ἄλλος τὴν πρὸς τὸ ὑπερέχον ἀντιτυπίαν, ἢ πρὸς τὸ ταπεινὸν συγκατάβασιν. Αἱ παρθένοι, τὸν νυμφαγωγόν· αἱ ὑπὸ ζυγὸν, τὸν σωφρονιστήν· οἱ τῆς ἐρημίας, τὸν πτερωτήν· οἱ τῆς ἐπιμιξίας, τὸν νομοθέτην· οἱ τῆς ἁπλότητος, τὸν ὁδηγόν· οἱ τῆς θεωρίας, τὸν θεολόγον· οἱ ἐν εὐθυμίαις, τὸν χαλινόν· οἱ ἐν συμφοραῖς, τὴν παράκλησιν· τὴν βακτηρίαν, ἡ πολιά· τὴν παιδαγωγίαν, ἡ νεότης· ἡ πενία, τὸν ποριστήν· ἡ εὐπορία, τὸν οἰκονόμον. Δοκοῦσί μοι καὶ χῆραι τὸν προστάτην ἐπαινέσεσθαι· καὶ ὀρφανοὶ, τὸν πατέρα· καὶ πτωχοὶ, τὸν φιλόπτωχον· καὶ τὸν φιλόξενον, οἱ ξένοι· καὶ ἀδελφοὶ, τὸν φιλάδελφον· οἱ νοσοῦντες, τὸν ἰατρὸν, ἣν βούλει νόσον καὶ ἰατρείαν· οἱ ὑγιαίνοντες, τὸν φύλακα τῆς ὑγείας· οἱ πάντες, τὸν πᾶσι πάντα γινόμενον, ἵνα κερδάνῃ τοὺς πάντας, ἢ πλείονας. 11. Ταῦτα μὲν οὖν, ὅπερ εἶπον, ἄλλοι θαυμαζέτωσάν τε καὶ ἀνυμνείτωσαν, οἷς σχολὴ τὰ μικρὰ τῶν ἐκείνου θαυμάζειν. Μικρὰ δὲ ὅταν εἴπω, αὐτὸν ἑαυτῷ συγκρίνων λέγω, καὶ τὰ ἐκείνου τοῖς ἐκείνου παρεξετάζων (οὐ γὰρ δεδόξασται τὸ δεδοξασμένον, κἂν ᾖ λίαν λαμπρὸν, ἕνεκεν τῆς ὑπερβαλλούσης δόξης, ὥσπερ ἠκούσαμεν)· ἐπεὶ καὶ ὀλίγα τῶν τούτου, ἑτέροις αὐτάρκη πρὸς εὐδοκίμησιν. Ἡμῖν δὲ (οὐ γὰρ ἀνεκτὸν καταλείπουσι τὸν λόγον, διακονεῖν τοῖς ἐλάττοσιν), ἐπ᾿ αὐτὸ τὸ κυριώτατον τῶν ἐκείνου τρεπτέον. Θεοῦ δὲ ἔργον, ὑπὲρ οὗ καὶ ὁ λόγος, εἰπεῖν τι τῆς ἐκείνου μεγαληγορίας καὶ ψυχῆς ἄξιον. 12. Ἦν ὅτε ἤκμαζε τὰ ἡμέτερα, καὶ καλῶς εἶχεν, ἡνίκα τὸ μὲν περιττὸν τοῦτο, καὶ κατεγλωττισμένον τῆς θεολογίας καὶ ἔντεχνον, οὐδὲ πάροδον εἶχεν εἰς τὰς θείας αὐλὰς, ἀλλὰ ταυτὸν ἦν ψήφοις τε παίζειν, τὴν ὄψιν κλεπτούσαις τῷ τάχει τῆς μεταθέσεως, ἢ κατορχεῖσθαι τῶν θεατῶν παντοίοις καὶ ἀνδρογύνοις λυγίσμασι, καὶ περὶ Θεοῦ λέγειν τι καὶ ἀκούειν καινότερον καὶ περίεργον· τὸ δὲ ἁπλοῦν τε καὶ εὐγενὲς τοῦ λόγου, εὐσέβεια ἐνομίζετο. Ἀφ᾿ οὗ δὲ Σέξτοι, καὶ Πύῤῥωνες, καὶ ἡ ἀντίθετος γλῶσσα, ὥσπερ τι νόσημα δεινὸν καὶ κακόηθες, ταῖς Ἐκκλησίαις ἡμῶν εἰσεφθάρη· καὶ ἡ φλυαρία παίδευσις ἔδοξε, καὶ, ὅ φησι περὶ Ἀθηναίων ἡ βίβλος τῶν Πράξεων, εἰς οὐδὲν ἄλλο εὐκαιροῦμεν, ἢ λέγειν τι καὶ ἀκούειν καινότερον. Ὢ τίς Ἱερεμίας ὀδυρεῖται τὴν ἡμετέραν σύγχυσιν καὶ σκοτόμαιναν, ὁ μόνος εἰδὼς ἐξισοῦν θρήνους πάθεσ!ι 13. Ταύτης τῆς λύσσης ἤρξατο μὲν Ἄρειος, ὁ τῆς μανίας ἐπώνυμος, ὃς καὶ δίκην ἔδωκεν ἀκολάστου γλώσσης, τὴν ἐν βεβήλοις τόποις κατάλυσιν, εὐχῆς ἔργον, οὐ νόσου γενόμενος, καὶ τὴν Ἰούδα ῥῆξιν ὑποστὰς, ἐπ᾿ ἴσῃ προδοσίᾳ τοῦ Λόγου. Διαδεξάμενοι δὲ ἄλλοι τὴν νόσον, τέχνην ἀσεβείας ἐδημιούργησαν· οἳ, τῷ ἀγεννήτῳ τὴν θεότητα περιγράψαντες, τὸ γεννητὸν, οὐ μόνον δὲ, ἀλλὰ καὶ τὸ ἐκπορευτὸν ἐξώρισαν τῆς θεότητος, ὀνόματος κοινωνίᾳ μόνον τὴν Τριάδα τιμήσαντες, ἢ μηδὲ τοῦτο αὐτῇ τηρήσαντες. Ἀλλ᾿ οὐχ ὁ μακάριος ἐκεῖνος, καὶ ὄντως ἄνθρωπος τοῦ Θεοῦ, καὶ μεγάλη σάλπιγξ τῆς ἀληθείας. Ἀλλ᾿ εἰδὼς, τὸ μὲν εἰς ἀριθμὸν ἕνα τὰ τρία συστέλλειν, ἀθεότητος ὂν, καὶ τῆς Σαβελλίου καινοτομίας, ὃς πρῶτος θεότητος συστολὴν ἐπενόησε· τὸ δὲ τὰ τρία διαιρεῖν φύσεσι, κατατομὴν θεότητος ἔκφυλον· καὶ τὸ ἑν καλῶς ἐτήρησε, θεότητι γάρ· καὶ τὰ τρία εὐσεβῶς ἐδίδαξεν, ἰδιότησι γάρ· οὔτε τῷ ἑνὶ συγχέας, οὔτε τοῖς τρισὶ διαστήσας, ἀλλ᾿ ἐν ὅροις μείνας τῆς εὐσεβείας, τῷ φυγεῖν τὴν ἄμετρον ἐπὶ θάτερα κλίσιν τε καὶ ἀντίθεσιν. 14. Καὶ διὰ τοῦτο πρῶτον μὲν ἐν τῇ κατὰ Νίκαιαν ἁγίᾳ ταύτῃ συνόδῳ, καὶ τῷ τῶν τριακοσίων ὀκτὼ καὶ δέκα ἀριθμῷ ἀνδρῶν λογάδων, οὓς τὸ Πνεῦμα τὸ ἅγιον εἰς ἑν ἤγαγεν, ὅσον ἦν ἐπ᾿ αὐτῷ, τὴν νόσον ἔστησεν· οὔπω μὲν τεταγμένος ἐν ἐπισκόποις, τὰ πρῶτα δὲ τεταγμένος τῶν συνεληλυθότων· καὶ γὰρ ἦν ἀρετῆς οὐχ ἧττον ἢ βαθμῶν ἡ προτίμησις. Ἔπειτα τοῦ κακοῦ ῥιπισθέντος ἤδη ταῖς αὔραις τοῦ πονηροῦ, καὶ τὸ πλεῖον ἐπιλαμβάνοντος (ἐνταῦθά μοι καὶ τὰ δράματα, ὧν πᾶσα μικροῦ πλήρης γῆ τε καὶ θάλασσ)α, πολὺς μὲν περὶ αὐτὸν ὁ πόλεμος, ὡς γενναῖον προστάτην τοῦ Λόγου· (πρὸς γὰρ τὸ ἀντιτεῖνον μάλιστα ἡ παράταξις, καὶ ἄλλοθεν ἄλλο τι τῶν δεινῶν περιῤῥέον· εὑρέτις γὰρ κακῶν ἡ ἀσέβεια, καὶ λίαν τολμηρὸν εἰς ἐγχείρησιν· πῶς δὲ ἀνθρώπων ἔμελλον φείδεσθαι, οἱ θεότητος μὴ φεισάμενοι;) μία δὲ προσβολῶν καὶ χαλεπωτάτη. Συνεισφέρω τι καὶ αὐτὸς τῷ δράματι· ἀλλά μοι παρῃτήσθω τὸ φίλον ἔδαφος ἡ πατρίς· οὐ γὰρ τῆς ἐνεγκούσης, ἀλλὰ τῶν προελομένων ἡ πονηρία. Ἡ μὲν γὰρ ἱερά τε καὶ πᾶσιν ἐπ᾿ εὐσεβείᾳ γνώριμος· οἱ δὲ ἀνάξιοι τῆς τεκούσης αὐτοὺς Ἐκκλησίας. Φύεσθαι δὲ καὶ ἐν ἀμπέλῳ βάτον ἠκούσατε· καὶ Ἰούδας, τῶν μαθητῶν εἷς, ὁ προδότης. 15. Εἰσὶ μὲν οὖν, οἳ μηδὲ τὸν ὁμώνυμον ἐμοὶ τῆς αἰτίας ἀφιᾶσιν· ὃς κατὰ παιδεύσεως ἔρωτα, τῇ Ἀλεξανδρέων ἐπιδημῶν τότε πόλει, καὶ πάσης παρ᾿ αὐτοῦ τυχὼν δεξιώσεως, ἴσα καὶ παίδων ὁ τιμιώτατος, καὶ τῶν τὰ μέγιστα πιστευομένων εἷς ὢν, ἐπανάστασιν, ὥς φασι, βουλεύεται τῷ πατρὶ καὶ προστάτῃ. Καὶ ἦν τὸ μὲν δρᾶμα ἑτέρων, ἡ δὲ χεὶρ Ἀβεσσαλὼμ μετ᾿ αὐτῶν, ὡς ὁ λόγος. Εἴ τις ὑμῶν οἶδε τὴν χεῖρα, ἣν ὁ ἅγιος κατεψεύσθη, καὶ τὸν ζῶντα νεκρὸν, καὶ τὴν ἄδικον ἐξορίαν, οἶδεν ὃ λέγω. Πλὴν τοῦτο μὲν ἑκὼν ἐπιλήσομαι. Καὶ γὰρ οὕτως ἔχω ἐν τοῖς ἀμφιβόλοις, νεύειν χρῆναι πρὸς τὸ φιλάνθρωπον, καὶ ἀπογινώσκειν μᾶλλον, ἢ καταγινώσκειν τῶν ὑπαιτίων. Ὁ μὲν γὰρ κακὸς τάχιστα ἂν καταγνοίη καὶ τοῦ ἀγαθοῦ· ὁ ἀγαθὸς δὲ οὐδὲ τοῦ κακοῦ ῥᾳδίως. Τὸ γὰρ εἰς κακίαν οὐχ ἕτοιμον, οὐδὲ εἰς ὑπόνοιαν εὐχερές. Ὃ δὲ οὐκ ἔτι λόγος, ἀλλ᾿ ἔργον ἐστὶν, οὐδὲ ὑπόνοιά τις ἀνεξέταστος, ἀλλὰ πίστις κεκηρυγμένη. 16. Τέρας τι Καππαδόκιον, ἐκ τῶν ἐσχατιῶν τῶν ἡμετέρων ὁρμώμενον, πονηρὸν τὸ γένος, πονηρότερον τὴν διάνοιαν, οὐδὲ παντελῶς ἐλεύθερον, ἀλλ᾿ ἐπίμικτον, οἷον τὸ τῶν ἡμιόνων γινώσκομεν· τὰ μὲν πρῶτα τραπέζης ἀλλοτρίας δοῦλον, καὶ μάζης ὤνιον, πάντα καὶ ποιεῖν καὶ λέγειν ἐπὶ τῇ γαστρὶ μεμαθηκός· τὰ τελευταῖα δὲ καὶ πολιτείᾳ παρεισφθαρὲν, καὶ πιστευθὲν ταύτης τὰ ἔσχατα, ὅσον ὑείων κρεῶν ὑποδοχέα γενέσθαι, οἷς τὸ στρατιωτικὸν τρέφεται· εἶτα κακὸν περὶ τὴν πίστιν γενόμενον, καὶ τῇ γαστρὶ πολιτευσάμενον, ἐπειδὴ τὸ σῶμα ὑπελείπετο μόνον, δρασμὸν ἐννοεῖ, καὶ ἄλλην ἐξ ἄλλης ἀμείβων χώραν καὶ πόλιν, οἷα τὰ τῶν φυγάδων, τέλος ἐπὶ κακῷ τοῦ κοινοῦ τῆς Ἐκκλησίας, οἷόν τις Αἰγυπτιακὴ πληγὴ, τὴν Ἀλεξανδρέων καταλαμβάνει. Ἐνταῦθα τῆς ἄλης ἵσταται, καὶ τῆς κακουργίας ἄρχεται. Καὶ ἦν τἄλλα μὲν οὐδενὸς ἄξιος, οὐ λόγων ἐλευθερίων μετεσχηκὼς, οὐ τὴν συνουσίαν στωμύλος, οὐκ εὐλαβείας σχῆμα γοῦν τι καὶ πλάσμα κενὸν περικείμενος, κακουργῆσαι δὲ, καὶ συγχέαι πράγματα πάντων δεινότατος. 17. Ἴστε καὶ διηγεῖσθε πάντες, οἷα κατὰ τοῦ ἁγίου νεανιεύεται. Παραδίδονται γὰρ καὶ δίκαιοι πολλάκις εἰς χεῖρας ἀσεβῶν, οὐχ ἵνα ἐκεῖνοι τιμηθῶσιν, ἀλλ᾿ ἵνα οὗτοι δοκιμασθῶσι· καὶ φαῦλοι μὲν ἐν θανάτῳ ἐξαισίῳ, κατὰ τὸ γεγραμμένον, καταγελῶνται δὲ ὅμως πρὸς τὸ παρὸν εὐσεβεῖς, ἕως ἡ χρηστότης τοῦ Θεοῦ κρύπτεται, καὶ τὰ μεγάλα ταμιεῖα τῶν ὕστερον ἑκατέροις ἀποκειμένων· ἡνίκα καὶ λόγος, καὶ πρᾶξις, καὶ διανόημα, τοῖς δικαίοις σταθμοῖς τοῦ Θεοῦ ταλαντεύεται· ὅταν ἀναστῇ κρῖναι τὴν γῆν, τὴν βουλὴν καὶ τὰ ἔργα συνάγων, καὶ γυμνῶν τὰ ἐσφραγισμένα παρ᾿ αὐτῷ καὶ σωζόμενα. Ταῦτα πειθέτω σε καὶ λέγων καὶ πάσχων Ἰώβ· ὃς ἦν μὲν ἄνθρωπος ἀληθινὸς, ἄμεμπτος, δίκαιος, θεοσεβὴς, καὶ ὅσα μεμαρτύρηται· τοσαύταις δὲ πλήσσεται παρὰ τοῦ ἐξῃτηκότος ταῖς προσβολαῖς, καὶ οὕτως ἀλλεπαλλήλοις καὶ φιλοτίμοις, ὥστε πολλῶν πολλάκις ἐκ τοῦ παντὸς αἰῶνος κακοπαθησάντων, τῶν δὲ ὡς εἰκὸς καὶ ταλαιπωρησάντων, μηδένα εἶναι ταῖς ἐκείνου παραβαλεῖν συμφοραῖς. Οὐ γὰρ μόνον χρήματα, κτήματα εὐτεκνίαν, πολυτεκνίαν, ἃ πᾶσιν ἀνθρώποις ἐστὶ περισπούδαστα· οὐ ταῦτα ζημιοῦται μόνον, ὡς μηδὲ θρήνοις γενέσθαι χώραν διὰ τὸ συνεχὲς τῶν κακῶν· ἀλλὰ καὶ αὐτὸ τὸ σῶμα τελευταῖον πληγεὶς πληγὴν ἀνίατόν τε καὶ δυσθεώρητον, εἶχε μὲν προσθήκην τῆς συμφορᾶς τὴν γυναῖκα παραμυθουμένην τοῖς χείροσι (πληγῆναι γὰρ ἐφιλονείκει, καὶ τὴν ψυχὴν πρὸς τῷ σώματ)ι· εἶχε δὲ καὶ τῶν φίλων τοὺς γνησιωτάτους παρακλήτορας κακῶν, ὡς αὐτός φησιν, οὐ θεραπευτάς· οἳ τὸ μὲν πάθος ἑώρων, τὸ δὲ τοῦ πάθους ἀγνοοῦντες μυστήριον, οὐ βάσανον ἀρετῆς, ἀλλὰ κακίας εἴσπραξιν, τὴν πληγὴν ὑπελάμβανον. Καὶ οὐκ ἐνόμιζον μόνον, ἀλλ᾿ οὐδὲ ᾐσχύνοντο τὸ δεινὸν ὀνειδίζοντες, ὁπότε καὶ εἰ διὰ κακίαν ἔπασχε, σοφίζεσθαι τὸ λυποῦν ἔδει παραμυθίας ῥήμασιν. 18. Οὕτω μὲν οὖν ὁ Ἰὼβ, καὶ τὰ πρῶτα τῆς περὶ αὐτὸν πραγματείας. Ἀγὼν γὰρ ἦν ἀρετῆς καὶ φθόνου· τοῦ μὲν, ὅπως τοῦ καλοῦ κρατήσῃ, φιλονεικοῦντος· τῆς δὲ, ὅπως ἀήττητος διαμείνῃ, πάντα φερούσης· καὶ τοῦ μὲν, ὅπως εὐοδώσῃ κακίαν, ἀγωνιζομένου, διὰ τῆς τῶν κατορθούντων κολάσεως· τῆς δὲ, ὅπως κατάσχῃ τοὺς ἀγαθοὺς, κἀν ταῖς συμφοραῖς τὸ πλέον ἔχοντας. Τί δαὶ ὁ πρὸς αὐτὸν χρηματίζων διὰ λαίλαπος καὶ νεφῶν, ὁ βραδὺς εἰς κόλασιν, καὶ ταχὺς εἰς ἀντίληψιν, ὁ μὴ παντελῶς ἐπαφιεὶς ῥάβδον ἁμαρτωλῶν κλήρῳ δικαίων, ἵνα μὴ κακίαν δίκαιοι μάθωσιν; Ἐπὶ τέλει τῶν ἄθλων ἀναγορεύει τὸν ἀθλητὴν λαμπρῷ τῷ κηρύγματι, καὶ γυμνοῖ τῆς πληγῆς τὸ ἀπόῤῥητον, Οἴει με ἄλλως σοι κεχρηματικέναι, λέγων, ἢ ἵνα ἀναφανῇς δίκαιος; Τοῦτο τῶν τραυμάτων τὸ φάρμακον, οὗτος τῆς ἀγωνίας ὁ στέφανος, αὕτη τῆς ὑπομονῆς ἡ ἀντίδοσις. Τὰ γὰρ ἑξῆς ἴσως καὶ μικρὰ, κἂν μεγάλα τισὶ δοκῇ, καὶ μικρῶν ἕνεκεν οἰκονομηθέντα, καὶ εἰ διπλασίῳ τῶν ἀφῃρημένων ἀντιλαμβάνει. 19. Οὐκοῦν οὐδὲ ἐνταῦθα θαυμαστὸν, εἰ Ἀθανασίου πλέον ἔσχε Γεώργιος· ἀλλ᾿ ἐκεῖνό γε θαυμασιώτερον, εἰ μὴ ἐπυρώθη ταῖς ἐπηρείαις ὁ δίκαιος. Οὐδὲ τοῦτο θαυμαστὸν ἄγαν, ἀλλ᾿ εἰ ἐπὶ πλέον αἱ φλόγες ἤρκεσαν. Ἐντεῦθεν ὁ μὲν ἦν ἐκ ποδῶν, καὶ τὴν φυγαδείαν ὡς κάλλιστα διατίθεται. Τοῖς γὰρ ἱεροῖς καὶ θείοις τῶν κατ᾿ Αἴγυπτον φροντιστηρίοις φέρων ἑαυτὸν δίδωσιν· οἳ κόσμου χωρίζοντες ἑαυτοὺς, καὶ τὴν ἔρημον ἀσπαζόμενοι, ζῶσι Θεῷ, πάντων μᾶλλον τῶν στρεφομένων ἐν σώματι· οἱ μὲν τὸν πάντη μοναδικόν τε καὶ ἄμικτον διαθλοῦντες βίον, ἑαυτοῖς μόνοις προςλαλοῦντες καὶ τῷ Θεῷ, καὶ τοῦτο μόνον κόσμον εἰδότες, ὅσον ἐν τῇ ἐρημίᾳ γνωρίζουσιν· οἱ δὲ νόμον ἀγάπης τῇ κοινωνίᾳ στέργοντες, ἐρημικοί τε ὁμοῦ καὶ μιγάδες, τοῖς μὲν ἄλλοις τεθνηκότες ἀνθρώποις καὶ πράγμασιν, ὅσα ἐν μέσῳ περιφέρεται, στροβοῦντά τε καὶ στροβούμενα, καὶ παίζοντα ἡμᾶς ταῖς ἀγχιστρόφοις μεταβολαῖς, ἀλλήλοις δὲ κόσμος ὄντες, καὶ τῇ παραθέσει τὴν ἀρετὴν θήγοντες. Τούτοις ὁμιλήσας ὁ μέγας Ἀθανάσιος, ὥσπερ τῶν ἄλλων ἁπάντων μεσίτης καὶ διαλλακτὴς ἦν, τὸν εἰρηνοποιήσαντα τῷ αἵματι τὰ διεστῶτα μιμούμενος· οὕτω καὶ τὸν ἐρημικὸν βίον τῷ κοινωνικῷ καταλλάττει· δεικνὺς, ὅτι ἔστι καὶ ἱερωσύνη φιλόσοφος, καὶ φιλοσοφία δεομένη μυσταγωγίας. 20. Οὕτω γὰρ ἀμφότερα συνηρμόσατο, καὶ εἰς ἑν ἤγαγε, καὶ πρᾶξιν ἡσύχιον, καὶ ἡσυχίαν ἔμπρακτον, ὥστε πεῖσαι τὸ μονάζειν ἐν τῇ εὐσταθείᾳ τοῦ τρόπου μᾶλλον, ἢ τῇ τοῦ σώματος ἀναχωρήσει χαρακτηρίζεσθαι. Καθ᾿ ὃ καὶ Δαβὶδ ὁ μέγας πρακτικώτατός τε ἦν ὁ αὐτὸς καὶ μονώτατος· εἴ τῳ τὸ, Καταμόνας εἰμὶ ἐγὼ, ἕως ἂν παρέλθω, μέγα πρὸς ἀπόδειξιν τοῦ λόγου καὶ ἀξιόπιστον. Διὰ τοῦτο, τῶν ἄλλων ἀρετῇ κρατοῦντες, τῆς ἐκείνου διανοίας πλέον ἡττῶντο, ἢ ὅσον ἐκράτουν τῶν ἄλλων· καὶ ὀλίγα πρὸς ἱερωσύνης τελείωσιν συνεισφέροντες, πλείω πρὸς φιλοσοφίας συντέλειαν ἀντελάμβανον· καὶ τοῦτο ἦν νόμος αὐτοῖς, ὅ τι ἐκείνῳ ἐδόκει· καὶ τοῦτο ἀπώμοτον πάλιν, ὃ μὴ ἐδόκει, καὶ πλάκες Μωϋσέως αὐτοῖς τὰ ἐκείνου δόγματα, καὶ πλεῖον τὸ σέβας, ἢ παρὰ ἀνθρώπων τοῖς ἁγίοις ὀφείλεται. Οἵ γε καὶ ἡνίκα παρῆσάν τινες, ὥσπερ θῆρα, τὸν ἅγιον ἀνιχνεύοντες, ἐπειδὴ πανταχοῦ τοῦτον ἀναζητοῦντες οὐχ εὕρισκον, λόγου μὲν οὐδενὸς τοὺς πεμφθέντας ἠξίωσαν· προὔτεινον δὲ τοῖς ξίφεσι τοὺς αὐχένας, ὡς ὑπὲρ Χριστοῦ κινδυνεύοντες, καὶ τὸ παθεῖν τι τῶν ἀνηκέστων ὑπὲρ ἐκείνου μεγίστην μοῖραν εἰς φιλοσοφίαν νομίζοντες, καὶ πολὺ τῶν μακρῶν νηστειῶν, καὶ χαμευνιῶν, καὶ τῆς ἄλλης κακοπαθείας, ἣν ἐκεῖνοι τρυφῶσιν ἀεὶ, ἐνθεώτερόν τε καὶ ὑψηλότερον. 21. Ὁ μὲν οὖν ἐν τούτοις ἦν, καὶ τὸ τοῦ Σολομῶντος ἐπῄνει, καιρὸν εἶναι παντὶ πράγματι φιλοσοφήσαντος. Καὶ διὰ τοῦτο ἀπεκρύπτετο μικρὸν, ὅσον τὸν τοῦ πολέμου καιρὸν διαφεύγων, ἵνα συναναφανῇ τῷ τῆς εἰρήνης ἥκοντι· ὅπερ οὖν καὶ γίνεται μικρὸν ὕστερον. Ὁ δὲ, κατὰ πολλὴν ἤδη τοῦ κωλύσοντος ἐρημίαν, κατατρέχει μὲν Αἴγυπτον, ληΐζεται δὲ Συρίαν τῷ κράτει τῆς ἀσεβείας· ἐπιλαμβάνεται δὲ καὶ τῆς ἑῴας ὅσον ἐδύνατο, τὸ ἀῤῥωστοῦν ἀεὶ προσλαμβάνων, ὥσπερ οἱ χείμαῤῥοι τὰ συῤῥέοντα, καὶ τοῖς κουφοτέροις, ἢ δειλοτέροις ἐπιφυόμενος. Οἰκειοῦται δὲ τὴν βασιλέως ἁπλότητα· οὕτω γὰρ ἐγὼ καλῶ τὴν κουφότητα, αἰδούμενος τὴν εὐλάβειαν. Καὶ γὰρ ἦν, εἰ δεῖ τἀληθὲς εἰπεῖν, ζῆλον μὲν ἔχων, ἀλλ᾿ οὐ κατ᾿ ἐπίγνωσιν. Ἐξωνεῖται δὲ τῶν ἐν τέλει τοὺς φιλοχρύσους μᾶλλον ἢ φιλοχρίστους (εὐπορία γὰρ ἦν αὐτῷ τὰ τῶν πενήτων, κακῶς δαπανώμεν)α, καὶ τούτων μάλιστα τοὺς γυναικώδεις τε καὶ ἐν ἀνδράσιν ἀνάνδρους, καὶ ἀμφιβόλους μὲν τὸ γένος, προδήλους δὲ τὴν ἀσέβειαν· οἷς οὐκ οἶδ᾿ ὅπως καὶ ὅθεν οἱ Ῥωμαίων βασιλεῖς, τὰ τῶν γυναικῶν πιστευομένοις, τὰ τῶν ἀνδρῶν ἐγχειρίζουσι. Καὶ ταῦτα ἴσχυσεν ὁ τοῦ πονηροῦ θεράπων, ὁ τῶν ζιζανίων σπορεὺς, ὁ τοῦ Ἀντιχρίστου πρόδρομος· χρώμενος μὲν ὅσα γλώσσῃ τῶν τότε λογίων ἐν ἐπισκόποις τῷ πρώτῳ (εἴ τῳ λόγιον φίλον καλεῖν τὸν οὐχ οὕτως ἀσεβῆ δογματιστὴν, ὅσον ἐχθρὸν καὶ φιλόνεικον· τὸ γὰρ ὄνομα ἑκὼν ὑπερβήσομα)ι· αὐτὸς δὲ ἀντὶ χειρὸς ὢν τῷ συστήματι, καὶ παρασύρων τῷ χρυσῷ τὴν ἀλήθειαν, ὃν δι᾿ εὐσέβειαν συναγόμενον, ὄργανον ἀσεβείας οἱ πονηροὶ πεποίηνται. 22. Ταύτης ἀποτέλεσμα τῆς δυναστείας, ἡ πρότερον μὲν τὴν τῆς ἁγίας καὶ καλλιπαρθένου Θέκλας Σελεύκειαν, μετὰ δὲ τοῦτο τὴν μεγαλόπολιν ταύτην καταλαβοῦσα σύνοδος, ἃς ἐπὶ τοῖς καλλίστοις τέως γνωριζομένας, ἐπὶ τοῖς αἰσχίστοις ὀνομαστὰς πεποίηκεν· εἴτε τὸν Χαλάνης πύργον, ὃς καλῶς τὰς γλώσσας ἐμέρισεν (ὡς ὤφελόν γε κἀκείνα!ς ἐπὶ κακῷ γὰρ ἡ συμφωνί)α, εἴτε τὸ Καιάφα συνέδριον, ᾧ Χριστὸς κατακρίνεται, εἴτε τι ἄλλο τοιοῦτο τὴν σύνοδον ἐκείνην ὀνομαστέον, ἣ πάντα ἀνέτρεψε καὶ συνέχεεν. Τὸ μὲν εὐσεβὲς δόγμα καὶ παλαιὸν, καὶ τῆς Τριάδος συνήγορον καταλύσασα, τῷ βαλεῖν χάρακα, καὶ μηχανήμασι κατασεῖσαι τὸ ὁμοούσιον· τῇ δὲ ἀσεβείᾳ θύραν ἀνοίξασα, διὰ τῆς τῶν γεγραμμένων μεσότητος· πρόφασιν μὲν αἰδοῖ τῆς Γραφῆς, καὶ τῆς τῶν ἐγκρίτων ὀνομάτων χρήσεως, τὸ δὲ ἀληθὲς, τὸν ἄγραφον Ἀρειανισμὸν ἀντεισάγουσα. Τὸ γὰρ, Ὅμοιον κατὰ τὰς Γραφὰς, τοῖς ἁπλουστέροις δέλεαρ ἦν τῷ τῆς ἀσεβείας χαλκῷ περικείμενον, ἡ πρὸς πάντας ὁρῶσα τοὺς παριόντας εἰκὼν, ὁ κοινὸς τῶν ἀμφοτέρων ποδῶν κόθορνος, ἡ κατὰ πάντα ἄνεμον λίκμησις, ἐξουσίαν λαβοῦσα τὴν νεόγραφον κακουργίαν, καὶ τὴν κατὰ τῆς ἀληθείας ἐπίνοιαν. Σοφοὶ γὰρ ἐγένοντο εἰς τὸ κακοποιῆσαι· τὸ δὲ καλὸν ποιῆσαι οὐκ ἔγνωσαν. 23. Ἐντεῦθεν ἡ σοφιστικὴ τῶν αἱρετικῶν κατάκρισις, οὓς λόγῳ μὲν ἀπεκήρυξαν, ἵν᾿ ᾖ πιθανὸν αὐτοῖς τὸ ἐπιχείρημα, ἔργῳ δὲ προήγαγον εἰς τὸ ἔμπροσθεν· οὐδὲ ἀσέβειαν ἄμετρον, ἀλλὰ συγγραφὴν ἄπληστον ἐγκαλέσαντες. Ἐντεῦθεν οἱ βέβηλοι τῶν ὁσίων κριταὶ, καὶ ἡ καινὴ μίξις, ὄψις δημοσία, καὶ μυστικὰ προβλήματα, καὶ ἡ παράνομος τῶν βεβιωμένων ἐξέτασις, καὶ οἱ μισθούμενοι συκοφάνται, καὶ ἡ ἐπὶ ῥητοῖς κρίσις. Καὶ οἱ μὲν ἐξωθούμενοι τῶν θρόνων ἀδίκως· οἱ δὲ ἀντεισαγόμενοι, καὶ τὰ χειρόγραφα τῆς ἀσεβείας ἀπαιτούμενοι, ὥσπερ τι ἄλλο τῶν ἀναγκαίων· καὶ τὸ μέλαν ἕτοιμον, καὶ ὁ συκοφάντης ἐγγύς. Ὃ δὴ καὶ ἡμῶν τῶν ἀηττήτων οἱ πλεῖστοι πεπόνθασι, διανοίᾳ μὲν οὐ πεσόντες, γράμματι δὲ παραχθέντες, καὶ εἰς ἑν ἐλθόντες τοῖς πονηροῖς κατ᾿ ἀμφότερα· καὶ τοῦ καπνοῦ γε, εἰ καὶ μὴ τοῦ πυρὸς μετασχόντες. Ὃ πολλάκις ἐδάκρυσα, ὁρῶν τὴν τότε χύσιν τῆς ἀσεβείας, καὶ τὸν νῦν ἐπαναστάντα διωγμὸν τῷ ὀρθῷ λόγῳ παρὰ τῶν προστατῶν τοῦ Λόγου. 24. Τῷ ὄντι γὰρ, Ποιμένες ἠφρονεύσαντο, κατὰ τὸ γεγραμμένον, καὶ ποιμένες πολλοὶ διέφθειραν τὸν ἀμπελῶνά μου, ᾔσχυναν μερίδα ἐπιθυμητὴν, τὴν Ἐκκλησίαν τοῦ Θεοῦ λέγω, πολλοῖς ἱδρῶσι καὶ σφαγίοις συνειλεγμένην, τοῖς πρὸ Χριστοῦ τε καὶ μετὰ Χριστὸν, καὶ αὐτοῖς τοῖς μεγάλοις τοῦ Θεοῦ περὶ ἡμῶν πάθεσι. Πλὴν γὰρ ὀλίγων ἄγαν, καὶ τούτων ὅσοι διὰ σμικρότητα παρεῤῥίφησαν, ἢ διὰ ἀρετὴν ἀντέβησαν, οὓς ἔδει σπέρμα καὶ ῥίζαν ὑπολειφθῆναι τῷ Ἰσραὴλ, ἵνα ἀναθάλῃ πάλιν, καὶ ἀναβιώσῃ ταῖς ἐπιῤῥοίαις τοῦ Πνεύματος, πάντες τοῦ καιροῦ γεγόνασι, τοσοῦτον ἀλλήλων διενεγκόντες, ὅσον τοὺς μὲν πρότερον, τοὺς δὲ ὕστερον τοῦτο παθεῖν· καὶ τοὺς μὲν προαγωνιστὰς καὶ προστάτας γενέσθαι τῆς ἀσεβείας, τοὺς δὲ ταχθῆναι τὰ δεύτερα, ἢ φόβῳ κατασεισθέντας, ἢ χρείᾳ δουλωθέντας, ἢ κολακείᾳ δελεασθέντας, ἢ ἀγνοίᾳ κλαπέντας, τὸ μετριώτατον· εἴ τῳ καὶ τοῦτο αὔταρκες εἰς ἀπολογίαν τῶν λαοῦ προεστάναι πεπιστευμένων. Ὥσπερ γὰρ οὐχ αἱ αὐταὶ λεόντων τε καὶ τῶν ἄλλων ζώων ὁρμαὶ, οὐδὲ ἀνδρῶν ἢ γυναικῶν, ἢ πρεσβυτέρων ἢ νεωτέρων, ἀλλ᾿ ἔστι καὶ ἡλικιῶν καὶ γενῶν οὐ μικρὸν τὸ διάφορον· οὕτως οὐδὲ ἀρχόντων ἢ ἀρχομένων. Τοῖς μὲν γὰρ τοῦ λαοῦ τάχα ἂν καὶ συγγινώσκοιμεν τοῦτο πάσχουσιν, οὓς σώζει πολλάκις τὸ ἀβασάνιστον· διδασκάλῳ δὲ πῶς τοῦτο δώσομεν, ὃς καὶ τὰς τῶν ἄλλων ἀγνοίας ἐπανορθοῖ, ἄνπερ ᾖ μὴ ψευδώνυμος; Πῶς γὰρ οὐκ ἄτοπον, Ῥωμαίων μὲν νόμον μηδενὶ ἀγνοεῖν ἐξεῖναι, μηδ᾿ ἂν σφόδρα ᾖ τις ἀγροικίας καὶ ἀμαθέστατος, μηδὲ εἶναι νόμον τὸν βοηθοῦντα τοῖς πραττομένοις δι᾿ ἄγνοιαν· τοὺς δὲ τῆς σωτηρίας ἀγνοεῖν μυσταγωγοὺς τὰς τῆς σωτηρίας ἀρχὰς, κἂν τἄλλα τυγχάνωσι τῶν ἁπλουστέρων ὄντες, καὶ μὴ βαθεῖς τὴν διάνοιαν; Πλὴν ἔστω συγγνώμη τοῖς δι᾿ ἄγνοιαν κατακολουθήσασι. Τί δ᾿ ἂν εἴποις περὶ τῶν ἄλλων, ὅσοι καὶ ἀγχινοίας μεταποιούμενοι, δι᾿ ἃς εἶπον αἰτίας, τῶν κρατούντων ἡττήθησαν, καὶ τὴν τῆς εὐσεβείας σκηνὴν ἐπὶ πολὺ παίξαντες, ὡς ἐφάνη τί τῶν ἐλεγχόντων, καὶ κατηνέχθησαν; 25. Ἔτι μὲν ἅπαξ τὸν οὐρανὸν καὶ τὴν γῆν σεισθήσεσθαι, τῆς Γραφῆς ἀκούω λεγούσης, ὡς δὴ τοῦτο παθόντων καὶ πρότερον· οὕτω δηλουμένης, οἶμαι, τῆς ἐπιφανοῦς τῶν πραγμάτων καινοτομίας. Καὶ τὸν τελευταῖον σεισμὸν Παύλῳ πιστευτέον λέγοντι, μὴ ἄλλον εἶναι ἢ τὴν δευτέραν τοῦ Χριστοῦ παρουσίαν, καὶ τὴν τοῦδε τοῦ παντὸς μεταποίησιν καὶ μετάθεσιν εἰς τὸ ἀκίνητον καὶ ἀσάλευτον. Τὸν δὲ νῦν τοῦτον σεισμὸν οὐδενὸς ἐλάττω τῶν προγεγενημένων ὑπολαμβάνω· καθ᾿ ὃν κινεῖται μὲν ἀφ᾿ ἡμῶν ὅσον φιλόσοφον καὶ φιλόθεον, καὶ πρὸ καιροῦ τοῖς ἄνω πολιτευόμενον. Οἳ, κἂν τἄλλα ὦσιν εἰρηνικοί τε καὶ μέτριοι, τοῦτό γε οὐ φέρουσιν ἐπιεικεῖς εἶναι, Θεὸν προδιδόναι διὰ τῆς ἡσυχίας· ἀλλὰ καὶ λίαν εἰσὶν ἐνταῦθα πολεμικοί τε καὶ δύσμαχοι (τοιοῦτον γὰρ ἡ τοῦ ζήλου θερμότη)ς, καὶ θᾶττον ἄν τι μὴ δέον παρακινήσαιεν, ἢ δέον παραλίποιεν. Συναποῤῥήγνυται δὲ καὶ τῶν λαῶν οὐκ ἐλάχιστον, ὥσπερ ἐν ὀρνίθων ἀγέλῃ, τοῖς προαναπτᾶσι συναναπτᾷν, καὶ οὐδὲ νῦν ἔτι λήγει συνανιπτάμενον. 20. Τοῦτο Ἀθανάσιος ἡμῖν, ἕως παρῆν, ὁ στύλος τῆς Ἐκκλησίας· καὶ τοῦτο, ἐπειδή γε ταῖς ἐπηρείαις τῶν πονηρῶν ὑπεχώρησεν. Ὥσπερ γὰρ οἱ φρούριόν τι τῶν καρτερῶν ἐξελεῖν βουλευθέντες, ἐπειδὰν ἄλλως ἴδωσι δυσπρόσιτον καὶ δυσάλωτον, ἐπὶ τὴν τέχνην χωροῦσιν· εἶτα τί; χρήμασιν, ἢ δόλῳ τὸν φρούραρχον ὑποσπάσαντες, οὕτως ἤδη σὺν οὐδενὶ πόνῳ καὶ τῆς φρουρᾶς ἐκράτησαν· εἰ βούλει δὲ, ὥσπερ οἱ τῷ Σαμψὼν ἐπιβουλεύσαντες, τὴν κόμην πρότερον, ἐν ᾗ τὴν ἰσχὺν εἶχε, περιελόντες, τηνικαῦτα ὑπὸ χεῖρα τὸν Κριτὴν ἔλαβον, εἶτα ἐνέπαιζον ὅσα βουλομένοις ἦν, τῆς πρὶν τοῦ ἀνδρὸς δυναστείας ἀντίῤῥοπα· οὕτω καὶ οἱ καθ᾿ ἡμᾶς ἀλλόφυλοι, τὸ ἡμέτερον κράτος ἐκποδὼν ποιησάμενοι, καὶ τὴν δόξαν τῆς Ἐκκλησίας ἀποκείραντες, οὕτως ἤδη τοῖς τῆς ἀσεβείας ἐνετρύφων δόγμασί τε καὶ πράγμασι. Ταύτῃ καὶ μεταλλάττει μὲν τὸν βίον ὁ τοῦ ἀντιθέτου ποιμένος βεβαιωτὴς καὶ προστάτης, κακὸν οὐ κακῇ βασιλείᾳ τὸ κεφάλαιον ἐπιθεὶς, καὶ ἀνόνητα μεταγνοὺς, ὥς φασιν, ἐπὶ ταῖς τελευταίαις ἀναπνοαῖς, ἡνίκα εὐγνώμων ἕκαστος τῶν ἑαυτοῦ κριτὴς, διὰ τὸ ἐκεῖ δικαστήριον. Τρία γὰρ ταῦτά οἱ συνεγνωκέναι κακὰ, καὶ τῆς ἑαυτοῦ βασιλείας ἀνάξια, τὸν τοῦ γένους φόνον, καὶ τὴν ἀνάῤῥησιν τοῦ Ἀποστάτου, καὶ τὴν καινοτομίαν τῆς πίστεως· καὶ ταύταις συναπελθεῖν λέγεται ταῖς φωναῖς. Ἐξουσίαν δὲ αὖθις ὁ τῆς ἀληθείας λόγος λαμβάνει, καὶ παῤῥησίαν οἱ βιασθέντες αὐτόνομον, τοῦ ζήλου τὸν θυμὸν θήγοντος. Ὃ δὴ καὶ ὁ τῶν Ἀλεξανδρέων ἔπαθε δῆμος, οἷος ἐκεῖνος περὶ τοὺς ὑβριστὰς, οὐκ ἐνεγκόντες τοῦ ἀνδρὸς τὴν ἀμετρίαν, καὶ διὰ τοῦτο ξένῳ μὲν θανάτῳ τὴν πονηρίαν, ξένῃ δὲ ὕβρει τὸν θάνατον στηλιτεύσαντες. Ἴστε τὴν κάμηλον ἐκείνην, καὶ τὸν ξένον φόρτον, καὶ τὸ καινὸν ὕψος, καὶ τὴν πρώτην περίοδον, οἶμαι δὲ, καὶ μόνην, τὰ μέχρι καὶ νῦν τοῖς ὑβρισταῖς ἀπειλούμενα. 27. Ἐπεὶ δὲ ὁ τυφὼν τῆς ἀδικίας, ὁ τῆς εὐσεβείας φθορεὺς, ὁ τοῦ πονηροῦ πρόδρομος, ταύτην εἰσπράττεται τὴν δίκην, ἐμοὶ μὲν οὐκ ἐπαινετὴν (οὐ γὰρ ἃ παθεῖν ἐκεῖνον ἐχρῆν, ἀλλ᾿ ἃ ποιεῖν ἡμᾶς ἔδει σκοπεῖν), εἰσπράττεται δ᾿ οὖν, ὀργῆς πανδήμου καὶ φορᾶς ἔργον γενόμενος· ἐπάνεισι μὲν ἐκ τῆς καλῆς ἐκδημίας ὁ ἀθλητὴς (οὕτω γὰρ ἐγὼ καλῶ τὴν ἐκείνου διὰ τὴν Τριάδα καὶ μετὰ τῆς Τριάδος φυγὴν), οὕτω δὲ ἀσμένοις προσπίπτει τοῖς ἐν τῇ πόλει, καὶ μικροῦ τῇ Αἰγύπτῳ πάσῃ, καὶ πανταχόθεν εἰς ταυτὸ συνδραμούσῃ, καὶ ἀπ᾿ ἄκρου παντὸς, ἵν᾿ οἱ μὲν φωνῆς Ἀθανασίου μόνης, οἱ δὲ τοῦ εἴδους ἐμφορηθῶσιν, οἱ δὲ, ὃ περὶ τῶν ἀποστόλων ἠκούσαμεν, τῇ σκιᾷ γοῦν ἁγιασθῶσι μόνῃ, καὶ τῷ κενῷ τύπῳ τοῦ σώματος· ὥστε πολλῶν πολλάκις καὶ πολλοῖς ἤδη γεγενημένων ἐκ τοῦ παντὸς χρόνου τιμῶν τε καὶ ὑπαντήσεων, οὐκ ἄρχουσι μόνον δημοσίοις καὶ ἱερεῦσιν, ἀλλὰ καὶ τῶν οἰκείων τοῖς ἐπιφανεστάτοις, μηδὲ μίαν ταύτης μνημονεύεσθαι πολυανθρωποτέραν καὶ λαμπροτέραν. Ἓν δὲ εἶναι ταύτῃ μόνον παραβάλλειν αὐτὸν Ἀθανάσιον, καὶ τὴν αὐτῷ προτέραν συντεθεῖσαν ἐπὶ τῇ προτέρᾳ ταύτης εἰσόδῳ τιμὴν, ἡνίκα ἐκ τῆς αὐτῆς καὶ ἐπὶ τοῖς αὐτοῖς ἐπανῄει φυγῆς. 28. Φέρεται καὶ τοιοῦτός τις ἐπ᾿ ἐκείνῃ τῇ τιμῇ λόγος· λεγέσθω γὰρ, εἰ καὶ περιττότερος, οἷον ἥδυσμά τι τῷ λόγῳ, καὶ ἄνθος εἰσόδιον. Εἰσήλαυνέ τις τῶν δισυπάρχων μετ᾿ ἐκείνην τὴν εἴσοδον. Ἡμέτερος οὗτος ἦν· Καππαδόκης γὰρ, καὶ τῶν πάνυ. Τὸν Φιλάγριον ἐκεῖνον οἶδ᾿ ὅτι πάντες ἀκούετε. Καὶ τὸ φίλτρον, οἷον οὐκ ἄλλο, καὶ περὶ ἄλλον, καὶ ἡ τιμὴ κατὰ τὸ φίλτρον, ἵνα μικρῷ λόγῳ παραστήσω τὸ πᾶν γνώρισμα· ᾧ καὶ ἡ ἀρχὴ, πρεσβείᾳ τε τῆς πόλεως, καὶ ψήφῳ τοῦ βασιλέως, αὖθις ἐγχειρισθεῖσα. Τούτων οὖν τινα τοῦ δήμου, ᾧ φανῆναι τὸ πλῆθος ἄπειρον, καὶ οἷόν τι πέλαγος οὐχ ὁρίζον τοῖς ὀφθαλμοῖς, πρός τινα λέγεται τῶν ἑαυτοῦ συνήθων καὶ φίλων, ὃ φιλεῖ συμβαίνειν ἐν τοῖς τοιούτοις, εἰπεῖν· Εἰπέ μοι, ὦ βέλτιστε· Ἤδη ποτὲ τεθέασαι δῆμον τοσοῦτον καὶ οὕτως ἔμψυχον, ἐφ᾿ ἑνὸς ἀνθρώπου τιμῇ χυθέντα; Οὒ, φάναι τὸν νεανίαν· ἀλλ᾿ ἐμοὶ μὲν δόξαι, μηδ᾿ ἂν αὐτὸς ταύτης τυχεῖν Κωνστάντιος· ὡς τοῦ ἀκροτάτου τῆς τιμῆς δηλουμένου διὰ τοῦ βασιλέως. Καὶ τὸν γελάσαντα μάλα κομψὸν καὶ ἡδύ· Τί τοῦτο ἔφης, εἰπεῖν, ὡς δή τι λέγων μέγα καὶ θαυμαστόν; Μόλις ἂν οἶμαι καὶ Ἀθανάσιον οὕτως εἰσαχθῆναι τὸν μέγαν· καὶ ἅμα ὅρκον τινὰ προσθεῖναι τῶν ἐπιχωρίων εἰς τὴν τοῦ λόγου βεβαίωσιν. Ἐβούλετο δὲ ὁ λόγος αὐτῷ, ὃ καὶ ὑμῖν οἶμαι δῆλον, καὶ βασιλέως αὐτοῦ ἔμπροσθεν ἄγειν τὸν νῦν εὐφημούμενον. 29. Τοσοῦτον ἦν παρὰ πᾶσι τὸ τοῦ ἀνδρὸς τούτου σέβας· καὶ τοσαύτη τῆς μνημονευομένης εἰςόδου νῦν ἡ κατάπληξις. Κατὰ γὰρ γένη, καὶ ἡλικίας, καὶ τέχνας διαιρεθέντες, (φιλοῦσι γὰρ μάλιστα ἡ πόλις αὕτη οὕτω διασκευάζεσθαι, ὅταν τινὶ πλέκωσι τιμὴν δημοσίαν· πῶς ἂν παραστήσαιμι τῷ λόγῳ τὸ μέγα ἐκεῖνο θέαμα;) ποταμὸς ἦσαν εἷς, ποιητοῦ δὲ ἦν ἄρα καὶ τὸν Νεῖλον εἰπεῖν, τὸν χρυσοῤῥόαν ὄντως καὶ εὔσταχυν, ἔμπαλιν ἀπὸ τῆς πόλεως ἐπὶ τὴν Χαιρέου ῥέοντα, ἡμερησίαν ὁδὸν οἶμαι, καὶ περαιτέρω. Δότε μοι μικρὸν ἔτι ἐντρυφῆσαι τῷ διηγήματι. Ἐκεῖσε γὰρ εἶμι, καὶ οὐδὲ ἀπαχθῆναι τὸν λόγον τῆς τελετῆς ἐκείνης ῥᾴδιον. Πῶλος μὲν ἦγεν αὐτὸν (καὶ μή μοι τῆς ἀπονοίας μέμψησθ)ε, ὡς μικροῦ τὸν ἐμὸν Ἰησοῦν ὁ πῶλος ἐκεῖνος (εἴτ᾿ οὖν ὁ ἐξ ἐθνῶν λαὸς, ὃν εὖ ποιῶν ἐπιβαίνει, τῶν τῆς ἀγνοίας δεσμῶν λυόμενον, εἴτε τι ἄλλο βούλεται παραδηλοῦν ὁ λόγο)ς· κλάδοι δὲ αὐτὸν ὑποδέχονται, καὶ στρώσεις ἱματίων πολυανθῶν καὶ ποικίλων προῤῥιπτουμένων τε καὶ ὑποῤῥιπτουμένων· ἐνταῦθα μόνον ἀτιμασθέντος τοῦ ὑψηλοῦ καὶ πολυτελοῦς, καὶ τὸ ἴσον μὴ ἔχοντος. Εἰκὼν καὶ αὕτη τῆς ἐπιδημίας Χριστοῦ, καὶ οἱ προβοῶντες, καὶ οἱ προχορεύοντες· πλὴν ὅσον οὐ παίδων ὅμιλος μόνον τὸ εὐφημοῦν ἦν, ἀλλὰ καὶ πᾶσα γλῶσσα σύμφωνος καὶ ἀντίθετος, νικᾷν ἀλλήλους ἐπειγομένων. Ἐῶ γὰρ λέγειν κρότους πανδήμους, καὶ μύρων ἐκχύσεις, καὶ παννυχίδας, καὶ πᾶσαν φωτὶ καταστραπτομένην τὴν πόλιν, καὶ δημοσίας ἑστιάσεις καὶ οἰκιδίας, καὶ ὅσοις αἱ πόλεις τὸ φαιδρὸν ἐπισημαίνουσιν· ἃ τότε μεθ᾿ ὑπερβολῆς ἐκείνῳ, καὶ παρὰ τὸ εἰκὸς ἐχαρίζοντο. Οὕτω τὴν ἑαυτοῦ πόλιν ὁ θαυμάσιος ἐκεῖνος, καὶ μετὰ τοιαύτης καταλαμβάνει τῆς πανηγύρεως. 30. Ἆρ᾿ οὖν ἐβίω μὲν, ὥσπερ εἰκὸς τοὺς λαοῦ τοσούτου προστησομένους; ἐδίδαξε δὲ, οὐχ ὡς βεβίωκεν; ἠγώνισται δὲ, οὐχ ὡς ἐδίδαξεν; ἐκινδύνευσε δὲ τῶν ὑπὲρ τοῦ λόγου τινὸς ἠγωνισμένων ἐλάττω; τετίμηται δὲ ὧν ἠγώνισται μεῖον; κατῄσχυνε δέ τι τῶν τῆς εἰσόδου μετὰ τὴν εἴσοδον; Οὐδαμῶς. Πάντα δὲ ἀλλήλων ἐχόμενα, ὥσπερ ἐν λύρᾳ μιᾷ, καὶ τῆς αὐτῆς ἁρμονίας, ὁ βίος, ὁ λόγος, οἱ ἀγῶνες, οἱ κίνδυνοι, τὰ τῆς ἐπανόδου, τὰ μετὰ τὴν ἐπάνοδον. Ὁμοῦ τε γὰρ τὴν Ἐκκλησίαν καταλαμβάνει, καὶ οὐ πάσχει ταυτὸν τοῖς δι᾿ ἀμετρίαν ὀργῆς τυφλώττουσι, καὶ ὅ τι ἂν παραπέσῃ, τοῦτο πρῶτον περιωθοῦσιν ἢ παίουσι, κἄν τι τῶν φειδοῦς ἀξίων ὂν τύχοι, τοῦ θυμοῦ δυναστεύοντος. Ἀλλὰ τοῦτον μάλιστα εὐδοκιμήσεως αὐτῷ καιρὸν εἶναι νομίσας (ἐπειδὴ τὸ μὲν πάσχον κακῶς, ἀεὶ μετριώτερον· τὸ δὲ ἐν ἐξουσίᾳ τοῦ ἀντιδρᾷν, ἀκρατέστερον), οὕτω πράως καὶ ἠπίως τὰ τῶν λελυπηκότων μεταχειρίζεται, ὡς μηδὲ αὐτοῖς ἐκείνοις, εἰ οἷόν τε τοῦτο εἰπεῖν, ἀηδῆ γενέσθαι τοῦ ἀνδρὸς τὴν ἐπάνοδον. 31. Καθαίρει μέν γε τὸ ἱερὸν τῶν θεοκαπήλων, καὶ χριστεμπόρων, ἵνα καὶ τοῦτο τῶν Χριστοῦ μιμήσηται· πλὴν ὅσον οὐ φραγελλίῳ πλεκτῷ, λόγῳ δὲ πιθανῷ τοῦτο ἐργάζεται· καταλλάττει δὲ τὸ στασιάζον πρός τε αὑτὸ καὶ ἑαυτὸ, οὐδενὸς τῶν συναγόντων προσδεηθείς· λύει δὲ τοῖς ἠδικημένοις τὰς τυραννίδας, οὐδὲν διελὼν τοὺς τῆς ἑαυτοῦ μερίδος, καὶ τῆς ἐναντίας· ἀνίστησι δὲ πεπτωκότα τὸν λόγον· παῤῥησιάζεται δὲ ἡ Τριὰς πάλιν, ἐπὶ τὴν λυχνίαν τεθεῖσα, καὶ λαμπρῷ τῷ φωτὶ τῆς μιᾶς θεότητος ταῖς πάντων ψυχαῖς ἐναστράπτουσα. Νομοθετεῖ δὲ τῇ οἰκουμένῃ πάλιν· ἐπιστρέφει δὲ πρὸς ἑαυτὸν πᾶσαν διάνοιαν, τοῖς μὲν ἐπιστέλλων, τοὺς δὲ καλῶν· ἔστι δὲ οὓς καὶ ἀκλήτους προσιόντας σοφίζων, πᾶσι δὲ νόμον ἕνα προθεὶς τὸ βούλεσθαι· καὶ γὰρ τοῦτο μόνον ἐξήρκει πρὸς ὁδηγίαν τοῦ κρείττονος. Ἐν κεφαλαίῳ δὲ εἰπεῖν, δύο λίθων μιμεῖται φύσεις ἐπαινουμένων. Γίνεται γὰρ τοῖς μὲν παίουσιν ἀδάμας, τοῖς δὲ στασιάζουσι μαγνῆτις, ἀῤῥήτῳ φύσεως βίᾳ τὸν σίδηρον ἕλκουσα, καὶ τὸ στεῤῥότατον ἐν ὕλαις οἰκειουμένη. 32. Ἀλλ᾿ οὐ γὰρ ἔμελλε ταῦτα οἴσειν ὁ φθόνος, οὐδὲ τὴν Ἐκκλησίαν ὁρῶν ἀνέξεσθαι πάλιν ἐπὶ τῆς αὐτῆς δόξης, καὶ τῆς παλαιᾶς ὑγιείας, τάχιστα τοῦ διεστῶτος συνουλωθέντος, ὥσπερ ἐν σώματι. Διὰ τοῦτο ἐπανίστησιν αὐτῷ τὸν συναποστάτην ἑαυτῷ βασιλέα, καὶ τὴν κακίαν ὁμότιμον, χρόνῳ μόνῳ λειπόμενον· ὃς πρῶτος Χριστιανῶν βασιλέων κατὰ Χριστοῦ μανεὶς, καὶ ὃν ὤδινε πόῤῥωθεν ἐν ἑαυτῷ βασιλίσκον τῆς ἀσεβείας ἀναῤῥήξας ἀθρόως, ἐπειδὴ καιρὸν ἔλαβεν, ὁμοῦ τε αὐτοκράτωρ ἀναδείκνυται, καὶ κακὸς μὲν περὶ τὸν πιστεύσαντα βασιλέα τὰ βασίλεια γίνεται, κακίων δὲ περὶ τὸν σεσωκότα Θεόν· καὶ διωγμὸν ἐννοεῖ τῶν πώποτε γενομένων ἀπανθρωπότατον, ὅσῳ τὸ πιθανὸν τῇ τυραννίδι μίξας (ἐφθόνει γὰρ τοῖς πάσχουσι καὶ τῆς ἐπὶ τοῖς ἄθλοις τιμῆ)ς, ἀμφίβολον ἐποίει καὶ τὸ τῆς ἀνδρείας φιλότιμον· τὰς ἐν τοῖς λόγοις στροφὰς καὶ πλοκὰς ἐπὶ τὸν τρόπον μετενεγκὼν, ἢ, τό γε ἀληθέστερον εἰπεῖν, ἀπὸ τοῦ τρόπου, καὶ περὶ ἐκεῖνα σπουδάσας, καὶ τὸν ἔνοικον αὐτῷ πονηρὸν τῆς πολυτεχνίας μιμούμενος. Οὗτος μικρὸν μὲν ἔργον ἐνόμισεν εἶναι τὸ πᾶν τῶν Χριστιανῶν παραστήσασθαι γένος· μέγα δὲ τὸ Ἀθανασίου κρατῆσαι, καὶ τῆς ἐκείνου περὶ τὸν λόγον ἡμῶν δυνάμεως. Καὶ γὰρ ἑώρα μηδὲν ὂν αὐτῷ πλέον τῆς καθ᾿ ἡμῶν ἐπινοίας, διὰ τὴν τοῦ ἀνδρὸς ἀντιπαράταξιν καὶ ἀντίθεσιν· ἀεὶ τοῦ κενουμένου Χριστιανῶν ἀναπληρουμένου, διὰ τῆς Ἑλληνικῆς προσθήκης, καὶ τῆς ἐκείνου συνέσεως, ὃ καὶ παράδοξον. Ταῦτ᾿ οὖν ἐννοῶν, καὶ ὁρῶν ὁ δεινὸς ἐκεῖνος παραλογιστὴς καὶ διώκτης, οὐδὲ ἐπὶ τοῦ πλάσματος ἔτι μένει καὶ τῆς σοφιστικῆς ἀνελευθερίας· ἀλλὰ τὴν πονηρίαν γυμνώσας, φανερῶς ὑπερορίζει τὸν ἄνδρα τῆς πόλεως. Ἔδει γὰρ τρισὶ παλαίσμασι τὸν γεννάδαν νικήσαντα, τελείας τυχεῖν καὶ τῆς ἀναῤῥήσεως. 33. Μικρὸν τὸ ἐν μέσῳ, καὶ Πέρσαις μὲν ἡ δίκη δοῦσα τὸν ἀλιτήριον, ἐκεῖ δικάζει· καὶ βασιλέα φιλότιμον παραπέμψασα, νεκρὸν ἐπανάγει, μηδὲ ἐλεούμενον· ὡς δὲ ἐγώ τινός σοι ἤκουσα, μηδὲ τῷ τάφῳ προσλαμβανόμενον, ἀλλ᾿ ὑπὸ τῆς σεισθείσης δι᾿ αὐτὸν γῆς ἀποσειόμενον καὶ ἀναβρασσόμενον· προοίμιον, οἶμαι, τῆς ἐκεῖθεν κολάσεως. Ἀνίσταται δὲ βασιλεὺς ἕτερος, οὐκ ἀναιδὴς τῷ προσώπῳ κατὰ τὸν προειρημένον, οὐδὲ τοῖς πονηροῖς ἔργοις καὶ ἐπιστάταις ἐκθλίβων τὸν Ἰσραὴλ, ἀλλὰ καὶ λίαν εὐσεβής τε καὶ ἥμερος· ὃς, ἵνα ἀρίστην ἑαυτῷ καταστήσηται τὴν τῆς βασιλείας κρηπῖδα, καὶ ὅθεν δεῖ, τῆς εὐνομίας ἄρξηται, λύει μὲν τοῖς ἐπισκόποις τὴν ἐξορίαν, τοῖς τε ἄλλοις ἅπασι, καὶ πρὸ πάντων τῷ πρὸ πάντων τὴν ἀρετὴν, καὶ προδήλως ὑπὲρ τῆς εὐσεβείας πολεμηθέντι. Ζητεῖ δὲ τῆς καθ᾿ ἡμᾶς πίστεως τὴν ἀλήθειαν, ὑπὸ πολλῶν διασπασθεῖσαν καὶ συγχυθεῖσαν, καὶ εἰς πολλὰς δόξας καὶ μοίρας νενεμημένην· ὥστε μάλιστα μὲν τὸν κόσμον ὅλον, εἰ οἷόν τε, συμφωνῆσαι, καὶ εἰς ἑν ἐλθεῖν τῇ συνεργίᾳ τοῦ Πνεύματος· εἰ δὲ οὒ, ἀλλ᾿ αὐτόν γε μετὰ τῆς βελτίστης γενέσθαι, κἀκείνῃ παρασχεῖν τὸ κράτος, καὶ παρ᾿ ἐκείνης ἀντιλαβεῖν, λίαν ὑψηλῶς τε καὶ μεγαλοπρεπῶς περὶ τῶν μεγίστων διανοούμενος. Ἔνθα δὴ καὶ μάλιστα διεδείχθη τοῦ ἀνδρὸς ἡ καθαρότης, καὶ τὸ στερέωμα τῆς εἰς Χριστὸν πίστεως. Τῶν γὰρ ἄλλων ἁπάντων, ὅσοι τοῦ καθ᾿ ἡμᾶς λόγου, τριχῆ νενεμημένων, καὶ πολλῶν μὲν ὄντων τῶν περὶ τὸν Υἱὸν ἀῤῥωστούντων, πλειόνων δὲ τῶν περὶ τὸ Πνεῦμα τὸ ἅγιον, ἔνθα καὶ τὸ ἧττον ἀσεβεῖν εὐσέβεια ἐνομίσθη, ὀλίγου δὲ τῶν κατ᾿ ἀμφότερα ὑγιαίνοντος· πρῶτος καὶ μόνος, ἢ κομιδῆ σὺν ὀλίγοις ἀποτολμᾷ τὴν ἀλήθειαν σαφῶς οὑτωσὶ καὶ διαῤῥήδην, τῶν τριῶν μίαν θεότητα καὶ οὐσίαν ἐγγράφως ὁμολογήσας· καὶ ὃ τῷ πολλῷ τῶν Πατέρων ἀριθμῷ περὶ τὸν Υἱὸν ἐχαρίσθη πρότερον, τοῦτο περὶ τοῦ ἁγίου Πνεύματος αὐτὸς ἐμπνευσθεὶς ὕστερον, καὶ δῶρον βασιλικὸν ὄντως καὶ μεγαλοπρεπὲς τῷ βασιλεῖ προσενεγκὼν, ἔγγραφον τὴν εὐσέβειαν κατὰ τῆς ἀγράφου καινοτομίας· ἵνα βασιλεῖ μὲν βασιλεὺς, λόγῳ δὲ λόγος, γράμματι δὲ γράμμα καταπαλαίηται. 34. Ταύτην μοι δοκοῦσιν αἰδούμενοι τὴν ὁμολογίαν, οἵ τε τῆς ἑσπερίας, καὶ τῆς ἑῴας, ὅσον βιώσιμον· οἱ μὲν μέχρι διανοίας ἄγειν τὸ εὐσεβὲς, εἴ τι λέγουσιν αὐτοῖς πιστευτέον, περαιτέρω δὲ μὴ προάγειν, ὥσπερ τι νεκρὸν κύημα ταῖς μητράσιν ἐναποθνῆσκον· οἱ δὲ μικρὸν ἐξάπτειν, ὥσπερ σπινθῆρας, ὅσον ἀφοσιοῦσθαι τὸν καιρὸν, ἢ τῶν ὀρθοδόξων τοὺς θερμοτέρους, ἢ τῶν λαῶν τὸ φιλόθεον· οἱ δὲ καὶ παῤῥησιάζεσθαι τὴν ἀλήθειαν, ἧς ἂν εἴην ἐγὼ μερίδος· οὐ γὰρ τολμῶ τι πλέον καυχήσασθαι, μηκέτι τὴν ἐμὴν δειλίαν οἰκονομῶν, ὡς δὴ τὴν τῶν σαθροτέρων διάνοιαν (ἱκανῶς γὰρ ᾠκονομήσαμεν, μήτε τὸ ἀλλότριον προσλαμβάνοντες, καὶ τὸ ἡμέτερον φθείροντες, ὃ κακῶν ὄντως ἐστὶν οἰκονόμων)· ἀλλ᾿ εἰς φῶς ἄγων τὸν τόκον, καὶ μετὰ σπουδῆς ἐκτρέφων, καὶ ταῖς ἁπάντων ὄψεσι προτιθεὶς, ἀεὶ τελειούμενον. 35. Τοῦτο μὲν οὖν ἧττον τῶν ἐκείνου θαυμάζειν ἄξιον. Ὁ γὰρ ἔργῳ τῆς ἀληθείας προκινδυνεύσας, τί θαυμαστὸν εἰ γράμματι ταύτην καθωμολόγησεν; Ὃ δέ μοι μάλιστα τοῦ ἀνδρὸς θαυμάζειν ἔπεισι (καὶ ζημία τὸ σιωπᾷν, διὰ τὸν καιρὸν μάλιστα, πολλὰς φύοντα τὰς διαστάσει)ς, τοῦτο ἔτι προςθήσω τοῖς εἰρημένοις· γένοιτο γὰρ ἄν τι παίδευμα καὶ τοῖς νῦν ἡ πρᾶξις, εἰ πρὸς ἐκεῖνον βλέποιμεν. Ὡς γὰρ ὕδατος ἑνὸς τέμνεται οὐ τοῦτο μόνον, ὅσον ἡ χεὶρ ἀφῆκεν ἀρυομένη, ἀλλὰ καὶ ὅσον τῇ χειρὶ περιεσχέθη τῶν δακτύλων ἐκρέον· οὕτω καὶ ἡμῶν οὐχ ὅσον ἀσεβὲς σχίζεται μόνον, ἀλλὰ καὶ ὅσον εὐσεβέστερον, οὐ περὶ δογμάτων μόνον μικρῶν καὶ παρορᾶσθαι ἀξίων (ἧττον γὰρ ἂν ἦν τοῦτο δεινὸν), ἀλλ᾿ ἤδη καὶ περὶ ῥημάτων εἰς τὴν αὐτὴν φερόντων διάνοιαν. Τῆς γὰρ μιᾶς οὐσίας, καὶ τῶν τριῶν ὑποστάσεων λεγομένων μὲν ὑφ᾿ ἡμῶν εὐσεβῶς (τὸ μὲν γὰρ τὴν φύσιν δηλοῖ τῆς θεότητος, τὸ δὲ τὰς τῶν τριῶν ἰδιότητα)ς, νοουμένων δὲ καὶ παρὰ τοῖς Ἰταλοῖς ὁμοίως, ἀλλ᾿ οὐ δυναμένοις διὰ στενότητα τῆς παρ᾿ αὐτοῖς γλώττης, καὶ ὀνομάτων πενίαν, διελεῖν ἀπὸ τῆς οὐσίας τὴν ὑπόστασιν, καὶ διὰ τοῦτο ἀντεισαγούσης τὰ πρόσωπα, ἵνα μὴ τρεῖς οὐσίαι παραδεχθῶσι, τί γίνεται; Ὡς λίαν γελοῖον, ἢ ἐλεινόν. Πίστεως ἔδοξε διαφορὰ ἡ περὶ τὸν ἦχον σμικρολογία. Εἶτα Σαβελλισμὸς ἐνταῦθα ἐπενοήθη τοῖς τρισὶ προσώποις, καὶ Ἀρειανισμὸς ταῖς τρισὶν ὑποστάσεσι, τὰ τῆς φιλονεικίας ἀναπλάσματα. Εἶτα τί; Προστιθεμένου μικροῦ τινος ἀεὶ τοῦ λυποῦντος (ὃ λυπηρὸν ἡ φιλονεικία ποιε)ῖ, κινδυνεύει συναποῤῥαγῆναι ταῖς συλλαβαῖς τὰ πέρατα. Ταῦτ᾿ οὖν ὁρῶν καὶ ἀκούων ὁ μακάριος ἐκεῖνος, καὶ ὡς ἀληθῶς ἄνθρωπος τοῦ Θεοῦ, καὶ μέγας τῶν ψυχῶν οἰκονόμος, οὐκ ᾠήθη δεῖν παριδεῖν τὴν ἄτοπον οὕτω καὶ ἄλογον τοῦ Λόγου κατατομήν· τὸ δὲ παρ᾿ ἑαυτοῦ φάρμακον ἐπάγει τῷ ἀῤῥωστήματι. Πῶς οὖν τοῦτο ποιεῖ; Προσκαλεσάμενος ἀμφότερα τὰ μέρη οὑτωσὶ πράως καὶ φιλανθρώπως, καὶ τὸν νοῦν τῶν λεγομένων ἀκριβῶς ἐξετάσας, ἐπειδὴ συμφρονοῦντας εὗρε καὶ οὐδὲν διεστῶτας κατὰ τὸν λόγον, τὰ ὀνόματα συγχωρήσας, συνδεῖ τοῖς πράγμασιν. 36. Τοῦτο τῶν μακρῶν πόνων καὶ λόγων λυσιτελέστερον, οὓς πάντες ἤδη λογογραφοῦσιν· οἷς τι καὶ φιλοτιμίας συνέζευκται, καὶ διὰ τοῦτο ἴσως τι καὶ καινοτομεῖται περὶ τὸν λόγον. Τοῦτο τῶν πολλῶν ἀγρυπνιῶν καὶ χαμευνιῶν προτιμότερον, ὧν μέχρι τῶν κατορθούντων τὸ κέρδος. Τοῦτο τῶν ἀοιδίμων ἐξοριῶν καὶ φυγῶν τοῦ ἀνδρὸς ἐπάξιον· ὑπὲρ γὰρ ὧν εἵλετο πάσχειν ἐκεῖνα, ταῦτα καὶ μετὰ τὸ παθεῖν ἐσπουδάζετο. Τὸ δ᾿ αὐτὸ κἀν τοῖς ἄλλοις ποιῶν διετέλει· τοὺς μὲν ἐπαινῶν, τοὺς δὲ πλήττων μετρίως· καὶ τῶν μὲν τὸ νωθρὸν διεγείρων, τῶν δὲ τὸ θερμὸν κατείργων· καὶ τῶν μὲν, ὅπως μὴ πταίσωσι, προμηθούμενος· τοὺς δὲ, ὅπως διορθωθεῖεν πταίσαντες, μηχανώμενος· ἁπλοῦς τὸν τρόπον, πολυειδὴς τὴν κυβέρνησιν· σοφὸς τὸν λόγον, σοφώτερος τὴν διάνοιαν· πεζὸς τοῖς ταπεινοτέροις, ὑψηλότερος τοῖς μετεωροτέροις· φιλόξενος, ἱκέσιος, ἀποτρόπαιος, πάντα εἷς ἀληθῶς, ὅσα μεμερισμένως τοῖς ἑαυτῶν θεοῖς Ἑλλήνων παῖδες ἐπιφημίζουσι. Προσθήσω δὲ καὶ ζύγιον, καὶ παρθένιον, καὶ εἰρηναῖον, καὶ διαλλακτήριον, καὶ πομπαῖον τοῖς ἐντεῦθεν ἐπειγομένοις. Ὢ πόσας μοι ποιεῖ κλήσεις ἡ τοῦ ἀνδρὸς ἀρετὴ, πανταχόθεν καλεῖν ἐθέλοντ!ι 37. Ζήσας δὲ οὕτω, καὶ παιδευθεὶς καὶ παιδεύσας, ὥστε ὅρον μὲν ἐπισκοπῆς εἶναι τὸν ἐκείνου βίον καὶ τρόπον, νόμον δὲ ὀρθοδοξίας τὰ ἐκείνου δόγματα, τίνα μισθὸν τῆς εὐσεβείας κομίζεται; οὐδὲ γὰρ τοῦτο παριδεῖν ἄξιον. Ἐν γήρᾳ καλῷ καταλύει τὸν βίον, καὶ προστίθεται τοῖς πατράσιν αὐτοῦ, πατριάρχαις, καὶ προφήταις, καὶ ἀποστόλοις, καὶ μάρτυσι, τοῖς ὑπὲρ τῆς ἀληθείας ἠγωνισμένοις. Καὶ, ἵνα εἴπω τινὰ βραχὺν ἐπιτάφιον, τιμᾶται τῶν εἰσοδίων τιμῶν τὴν ἐξόδιον πολυτελεστέραν· πολλὰ μὲν κινήσας δάκρυα, μείζονα δὲ τῶν ὁρωμένων τὴν περὶ αὐτοῦ δόξαν ταῖς ἁπάντων διανοίαις ἐναποθέμενος. Ἀλλ᾿, ὦ φίλη καὶ ἱερὰ κεφαλὴ, ὁ καὶ λόγου καὶ σιωπῆς μέτρα, μετὰ τῶν ἄλλων σου καλῶν, διαφερόντως τιμήσας, ἡμῖν μὲν ἐνταῦθα στήσαις τὸν λόγον, εἰ καὶ τῆς ἀληθείας ἐνδεέστερον, ἀλλὰ τοῦ γε πρὸς δύναμιν οὐ λειπόμενον· αὐτὸς δὲ ἄνωθεν ἡμᾶς ἐποπτεύοις ἵλεως, καὶ τὸν λαὸν τόνδε διεξάγοις τέλειον τελείας τῆς Τριάδος προσκυνητὴν, τῆς ἐν Πατρὶ, καὶ Υἱῷ, καὶ ἁγίῳ Πνεύματι θεωρουμένης καὶ σεβομένης· καὶ ἡμᾶς, εἰ μὲν εἰρηνικῶς, κατέχοις καὶ συμποιμαίνοις· εἰ δὲ πολεμικῶς, ἐπανάγοις ἢ προςλαμβάνοις, καὶ στήσαις μετὰ σεαυτοῦ καὶ τῶν οἷος σὺ, κἂν μέγα ᾖ τὸ αἰτούμενον, ἐν αὐτῷ Χριστῷ τῷ Κυρίῳ ἡμῶν· ᾧ πᾶσα δόξα, τιμὴ, καὶ κράτος εἰς τοὺς αἰῶνας. Ἀμήν.
ΛΟΓΟΣ 22.Εἰρηνικὸς εἰς τὴν σύμβασιν, ἣν μετὰ τὴν σύστασιν ἐποιησάμεθα οἱ ὁμόδοξοι.1. Θερμὸς ὁ ζῆλος, πρᾶον τὸ Πνεῦμα, φιλάνθρωπον ἡ ἀγάπη, μᾶλλον δ᾿ αὐτοφιλανθρωπία· μακρόθυμον ἡ ἐλπίς. Ὁ ζῆλος ἀνάπτει, τὸ Πνεῦμα πραΰνει, ἡ ἐλπὶς ἀναμένει, ἡ ἀγάπη συνδεῖ, καὶ οὐκ ἐᾷ σκεδασθῆναι τὸ ἐν ἡμῖν καλὸν, καὶ εἰ σκεδαστῆς ἐσμεν φύσεως, καὶ τριῶν ἑν, ἢ οὖσα μένει, ἢ κινηθεῖσα καθίσταται, ἢ ἀπελθοῦσα ἐπάνεισι· καθάπερ τῶν φυτῶν ἃ βίᾳ χερσὶ μετασπώμενα, εἶτ᾿ ἀφιέμενα, πρὸς ἑαυτὰ πάλιν ἐπανατρέχει καὶ τὴν πρώτην ἑαυτῶν φύσιν, καὶ δείκνυσι τὸ οἰκεῖον, βίᾳ μὲν ἀποκλινόμενα, οὐ βίᾳ δὲ ἀνορθούμενα. Φύσει μὲν γὰρ πρόχειρον ἡ κακία, καὶ πολὺς ἐπὶ τὸ χεῖρον ὁ δρόμος, ῥοῦς κατὰ πρανοῦς τρέχων, ἢ καλάμη τις πρὸς σπινθῆρα καὶ ἄνεμον ῥᾳδίως ἐξαπτομένη, καὶ γινομένη φλὸξ, καὶ συνδαπανωμένη τῷ οἰκείῳ γεννήματι. Πῦρ γὰρ ὕλης γέννημα, καὶ δαπανᾷ τὴν ὕλην, ὡς τοὺς κακοὺς ἡ κακία, καὶ τῇ τροφῇ συναπέρχεται. Εἰ δέ τις ἐν ἕξει καλοῦ τινος γένοιτο, καὶ ἀπ᾿ αὐτοῦ ποιωθείη, τὸ μεταπεσεῖν ἐργωδέστερον, ἢ γενέσθαι ἀπ᾿ ἀρχῆς ἀγαθόν. Ἐπειδὴ καὶ χρόνῳ καὶ λόγῳ βεβαιωθὲν ἅπαν καλὸν, φύσις καθίσταται, καθάπερ καὶ ἡ ἐν ἡμῖν ἀγάπη, μεθ᾿ ἧς λατρεύομεν τῇ ὄντως ἀγάπῃ, καὶ ἣν ἠγαπήσαμεν, καὶ παντὸς τοῦ βίου προεστησάμεθα. 2. Ποῦ τοίνυν οἱ τὰ ἡμέτερα τηροῦντες ἐπιμελῶς, εὖ τε καὶ ὡς ἑτέρως ἔχοντα, οὐχ ἵνα κρίνωσιν, ἀλλ᾿ ἵνα κακίσωσιν· οὐδ᾿ ἵνα συνησθῶσιν, ἀλλ᾿ ἵν᾿ ἐφησθῶσι, καὶ τὰ μὲν καλὰ συκοφαντήσωσι, τὰ δὲ φαῦλα ἐκτραγῳδήσωσι, καὶ ἀπολογίαν ἔχωσι τῶν οἰκείων κακῶν, τὰ τῶν πλησίον τραύματα; εἴθε δικαίως κρίνοντε!ς Ἦν γὰρ ἄν τι καὶ χολῆς ὄφελος, κατὰ τὴν παροιμίαν, εἰ φόβῳ τῶν ἐχθρῶν ὑπῆρχεν εἶναι ἀσφαλεστέρους· νῦν δὲ μετὰ τῆς ἔχθρας, καὶ τῆς ἐπισκοτούσης τοῖς λογισμοῖς κακίας, ὑφ᾿ ἧς οὐδὲ ὁ ψόγος ἔχει τὸ ἀξιόπιστον. Ποῦ τοίνυν οἱ μισοῦντες ἐπίσης καὶ θεότητα καὶ ἡμᾶς; τοῦτο γὰρ ὧν πάσχομεν τὸ μεγαλοπρεπέστατον, ὅτι μετὰ Θεοῦ κινδυνεύομεν. Ποῦ ποτε ἡμῖν οἱ τῶν ἰδίων πρᾶοι κριταὶ, τῶν δὲ ἀλλοτρίων ἀκριβεῖς ἐξετασταὶ, ἵνα κἀνταῦθα ψεύδωνται τὴν ἀλήθειαν; Ποῦ ποτε ἡμῖν οἱ τὰ τραύματα ἔχοντες, καὶ τοὺς μώλωπας ὀνειδίζοντες; οἱ τὰ προςκόμματα διασύροντες, καὶ τὰ πτώματα αὐτοὶ πάσχοντες; οἱ τῷ βορβόρῳ ἐγκαλινδούμενοι, καὶ τοῖς σπίλοις ἡμῶν ἐπευφραινόμενοι; οἱ ταῖς δοκοῖς τυφλώττοντες, καὶ τὰ κάρφη προφέροντες, ἃ μήτε λυπεῖ λίαν ἐγκείμενα, μήτε χαλεπὸν ἀποσκευασθῆναι καὶ ἀποφυσηθῆναι τῆς ὄψεως; 3. Δεῦρο μετάσχετε τῶν ἀποῤῥήτων τῶν ἡμετέρων· καλοῦμεν ὑμᾶς εἰς τὸ συνέδριον, καὶ μισούμενοι· χρώμεθα διαιτηταῖς τοῖς ἐχθροῖς, (ὢ τῆς αὐθαδείας, ἢ τῆς παῤῥησία!)ς ἵν᾿ ἀπέλθητε ᾐσχυμμένοι καὶ ἡττημένοι, (τί τούτων παραδοξότερον;) μαθόντες ἡμῶν τὴν ὑγίειαν ἐξ ὧν ἠῤῥωστήσαμεν. Οὐ γὰρ περὶ θεότητος διηνέχθημεν, ἀλλ᾿ ὑπὲρ εὐταξίας ἠγωνισάμεθα· οὐδ᾿ ὁποτέραν δεῖ τῶν ἀσεβειῶν ἑλέσθαι μᾶλλον ἠμφισβητήσαμεν, εἴτε τὴν συναιροῦσαν Θεὸν, ἢ τὴν τέμνουσαν, εἴτε τὸ Πνεῦμα μόνον ἀπὸ τῆς θεικῆς οὐσίας, εἴτε καὶ τὸν Υἱὸν πρὸς τῷ Πνεύματι, τὴν μίαν μοῖραν, ἢ τὰς δύο τῆς ἀσεβείας. Ταῦτα γὰρ, ὡς ἐν κεφαλαίῳ περιλαβεῖν, τὰ νῦν ἀῤῥωστήματα· ἐπειδὴ ἀναβάσεις ἐν τῇ καρδίᾳ τίθενται, οὐχ ὁμολογίας, ἀλλ᾿ ἀρνήσεως· οὐδὲ θεολογίας, ἀλλὰ βλασφημίας. Ἄλλος γὰρ ἄλλου φιλοτιμότερος ἐν τῷ πλούτῳ τῆς ἀσεβείας, ὥσπερ δεδοικότες, οὐ τὸ ἀσεβεῖν, ἀλλὰ τὸ μέτρια καὶ ἑτέρων φιλανθρωπότερα. 4. Ἡμεῖς δ᾿ οὐχ οὕτως. Ἀλλ᾿ ὑπὲρ μὲν θεότητος συμφρονοῦμέν τε καὶ συμβαίνομεν, οὐχ ἧττον ἢ πρὸς ἑαυτὴν ἡ θεότης, εἰ μὴ μέγα τοῦτο εἰπεῖν, καὶ γεγόναμεν χεῖλος ἑν καὶ φωνὴ μία, ἐναντίως ἢ οἱ τὸν πύργον οἰκοδομοῦντες τὸ πρότερον. Οἱ μὲν γὰρ ἐπὶ κακῷ συνεφρόνουν· ἡμῖν δὲ ἐπὶ παντὶ βελτίστῳ τὰ τῆς ὁμονοίας, ἵν᾿ ὁμοθυμαδὸν ἐν ἑνὶ στόματι δοξάζωμεν τὸν Πατέρα, καὶ τὸν Υἱὸν, καὶ τὸ ἅγιον Πνεῦμα, καὶ τοῦτο λέγηται περὶ ἡμῶν, ὅτι ὄντως ὁ Θεὸς ἐν ἡμῖν ἐστιν, ὁ τοὺς ἑνοῦντας αὐτὸν ἑνῶν, καὶ δοξάζων τοὺς δοξάζοντας· καὶ μὴ λέγηται μόνον, ἀλλὰ καὶ πιστεύηται. Ἄλλα δέ ἐστιν ὑπὲρ ὧν διηνέχθημεν· κακῶς μὲν καὶ περὶ τούτων, οὐ γὰρ ἀρνήσομαι (ἐχρῆν γὰρ μηδεμίαν διδόναι τῷ πονηρῷ πάροδον ἢ λαβὴν, μηδὲ ταῖς πονηραῖς γλώσσαις ἐλευθερίαν), πλὴν οὐ τοσοῦτον, ὅσον δοκεῖ τοῖς τὰ ἡμέτερα διαβάλλουσιν. Ἐπειδὴ γὰρ ἔδει τι καὶ ἁμαρτάνειν, ὄντας ἀνθρώπους, τοῦτό ἐστιν ὃ ἐπταίσαμεν, λίαν φιλοποίμενες γεγόναμεν, καὶ οὐκ ἔχομεν εὑρεῖν ἀγαθῶν δύο τὸ αἱρετώτερον, ἕως συνέβημεν ἀμφότερα ἐπίσης θαυμάζειν. Τοῦτο ἡμῶν τὸ ἔγκλημα· περὶ τούτων ἡμᾶς ὁ βουλόμενος εὐθυνέτω ἢ ἀφιέτω· τοῦτο τῶν αἱρετικῶν ἡ ἀσφάλεια· ὑπὲρ δὲ τοῦτο οὐδὲν, οὐδ᾿ ἂν σφόδρα βούλησθε. Μυῖαι σαπριοῦσιν ἔλαιον, φησὶν ὁ εἰπὼν, ἐννεκρούμεναί τε καὶ ἐνσηπόμεναι· τὰ δὲ καλὰ ὁ φθόνος βουλήσεται μὲν, οὐ δυνήσεται δέ. Πάντων γὰρ ἰσχυρότατον, ὡς τῷ Ἔσδρᾳ κἀμοὶ δοκεῖ, ἡ ἀλήθεια. 5. Τὰ μὲν οὖν ἡμέτερα ἡμεῖς ἐν ἡμῖν αὐτοῖς καὶ διαλελύμεθα, καὶ διαλυσόμεθα. Οὐ γὰρ οἷον τε παῖδας πατράσι δικάσαι κακῶς, καὶ ἅμα τῆς κοινῆς Τριάδος μεσιτευούσης, ὑπὲρ ἧς πολεμούμεθα, καὶ δι᾿ ἣν οὐ πολεμήσομεν. Ἐγὼ τῆς εἰρήνης ἐγγυητὴς, ὁ μικρὸς τοῦ τοσαύτου πράγματος, ἐπειδὴ ταπεινοῖς δίδωσι χάριν ὁ Κύριος, ταπεινοῖ δ᾿ ὑψηλοὺς ἕως γῆς. Ὑμῖν δὲ τί τοῦτο τοῖς κοινοῖς ἡμῶν διαλλακταῖς; διαλλακταὶ γάρ ἐστε, καὶ ἀκουσίως τοῦτο χαρίζεσθε. Οὐ γὰρ ὑμεῖς εὐσεβεῖς, εἰ κακοὶ περί τι μικρὸν ἢ μεῖζον ἡμεῖς· ἀλλ᾿ ἡμεῖς μὲν οὐκ ἐπαινετοὶ τῆς κακίας, εἴπερ τι πταίομεν, ὑμεῖς δὲ οὐδὲν ἧττον ἀσεβεῖς, κἂν ἡμεῖς ἁμαρτάνωμεν, εἰ μὴ καὶ μᾶλλον, ὅσῳ καὶ πταιόντων ἐστὲ βαρύτεροι. Καὶ ἵν᾿ εἰδῆτε τὰ πάντα συμφρονοῦντας ἡμᾶς, καὶ διὰ τούτων ὅτι καὶ ἀεὶ συμφρονήσομεν μάθητε, πέπεικε μὲν, ὡς οἶμαι, καὶ τὸ ὁρώμενον, πατὴρ εὐγνώμων, καὶ παῖς εὐπειθὴς, ἀλλήλοις συγκαθεζόμενοι καὶ συμπρέποντες· καὶ εἴ τι ζώπυρον ἐν ὑμῖν ὑπῆρχεν εὐνοίας τε καὶ συμπνοίας, τοῦτο ἀνάψαντες, πειθέτω δὲ καὶ ὁ λόγος. Τοῦ μὲν οὖν ἀκηκόατε, καὶ τὸ θαῦμα ἔνηχον ἔτι ταῖς ἐμαῖς ἀκοαῖς· καὶ οἶδ᾿, ὅτι μεῖζον ἐν ὑμῖν τοῦ εἰς τὸν ἀέρα χεθέντος, τὸ ἐν ταῖς ψυχαῖς ἀποκείμενον· ἡμῶν δὲ ἀκούσεσθε πάλιν, εἰ πάλιν ποθεῖτε· καὶ εἰ μή τῳ πρὸς ἀπόδειξιν ἱκανὰ τὰ δημοσιευθέντα πολλάκις, καὶ οἱ πειρασμοὶ, καὶ οἱ λιθασμοὶ, οὕς τε ἤδη πεπόνθαμεν, καὶ οἷς ηὐτρεπίσμεθα, οὐ τὸ παθεῖν ζημίαν, τὸ δὲ μὴ παθεῖν κρίνοντες· καὶ τοσούτῳ μᾶλλον, ὅσῳ τῶν ὑπὲρ Χριστοῦ κινδύνων γεγεύσμεθα, ὧν καὶ καρπὸν ἄριστον ἠνεγκάμεθα, τὴν τοῦ λαοῦ τοῦδε συναύξησιν. 6. Τί οὖν βούλεσθε; Πέπεισθε τοῦτο, καὶ οὐδὲν δεῖ πραγμάτων ἡμῖν, οὐδὲ θεολογίας δευτέρας, καὶ φείδεσθε τῆς ἐμῆς ἀσθενείας, ὑφ᾿ ἧς ὑμῖν καὶ ταῦτα μόλις φθέγγομαι; ἢ δεῖ, καθάπερ ταῖς βαρείαις τῶν ἀκοῶν, πολλάκις τὸν αὐτὸν ἐνηχεῖν λόγον, ἵνα τῷ ἐπιμόνῳ γοῦν τῆς φωνῆς, εἰς ὦτα λαλήσωμεν ἀκουόντων; δοκεῖτέ μοι τὸν λόγον προκαλεῖσθαι διὰ τῆς ἡσυχίας. Καὶ γὰρ τὴν σιωπὴν συγκατάθεσιν εἶναι, διδάσκει καὶ ἡ παροιμία. Οὐκοῦν δέξασθε λόγον ἀμφοτέρων, ἐκ μιᾶς ψυχῆς καὶ ἑνὸς στόματος. Ἄχθομαι δὲ, ὅτι μὴ ἐπί τι ὄρος τῶν ὑψηλῶν ἀνελθὼν, μηδὲ φωνὴν λαβὼν τῆς ἐπιθυμίας ἀξίαν, πᾶσιν ὁμοῦ τοῖς φρονοῦσι κακῶς ταῦτα φθέγγομαι, ὥσπερ ἐν κοινῷ θεάτρῳ τῇ οἰκουμένῃ· Υἱοὶ ἀνθρώπων, ἕως πότε βαρυκάρδιοι; Ἵνα τί ἀγαπᾶτε ματαιότητα, καὶ ζητεῖτε ψεῦδος, οὐ μίαν, οὐδ᾿ ἁπλὴν θεότητος φύσιν εἰσάγοντες, ἀλλ᾿ ἤτοι τρεῖς ἀπεξενωμένας ἀλλήλων καὶ διεσπασμένας, οὐ θαυμαστὸν δὲ εἰπεῖν, καὶ μαχομένας ὑπερβολαῖς καὶ ἐλλείψεσιν· ἢ μίαν μὲν, μικροπρεπῆ δέ τινα καὶ στενὴν, οὐκ ἔχουσαν τὸ μεγάλων εἶναι ἀρχὴν, ὥσπερ οὐ δυνηθεῖσαν, ἢ οὐ θελήσασαν· καὶ τοῦτο διχῶς, ἢ διὰ φθόνον, ἢ διὰ φόβον· τὸ μὲν, ἵνα μή τι ὁμότιμον συνεισάγηται, τὸ δὲ, ἵνα μὴ ἐχθρὸν καὶ μαχόμενον; Καίτοι ὅσῳ τιμιώτερον Θεὸς κτισμάτων, τοσούτῳ μεγαλοπρεπέστερον τῇ πρώτῃ αἰτίᾳ, θεότητος εἶναι ἀρχὴν, ἢ κτισμάτων· καὶ διὰ θεότητος μέσης ἐλθεῖν ἐπὶ τὰ κτίσματα, ἢ τοὐναντίον, τούτων ἕνεκεν ὑποστῆναι θεότητα, ὃ δοκεῖ τοῖς λίαν ἐξεταστικοῖς τε καὶ μετεώροις. 7. Εἰ μὲν γὰρ ἐμέλλομεν, Υἱοῦ καὶ Πνεύματος τὴν ἀξίαν ὁμολογοῦντες, ἢ ἄναρχα ταῦτα εἰσάγειν, ἢ εἰς ἑτέραν ἀρχὴν ἀνάγειν, δέος ἂν ἦν ὄντως μὴ ἀτιμασθῇ Θεὸς, ἢ κινδυνεύσῃ παρ᾿ ἡμῶν τὸ ἀντίθεον. Εἰ δὲ ὅσον ἂν ἐξαίρῃς τὸν Υἱὸν, ἢ τὸ Πνεῦμα, οὐχ ὑπὲρ τὸν Πατέρα θήσεις, οὐδὲ τῆς αἰτίας ἀποξενώσεις, ἀλλ᾿ ἐκεῖσε ἀνάγεις τὸ καλὸν γέννημα, καὶ τὴν θαυμασίαν πρόοδον· προσερήσομαί σε ὀλίγον, φιλαγέννητε σὺ καὶ φιλάναρχε, πότερος Θεὸς ἀτιμάζει μᾶλλον, ὁ τοιούτων τιθεὶς ἀρχὴν, οἵων αὐτὸς εἰςάγεις, ἢ ὁ μὴ τοιούτων, ἀλλ᾿ ὁμοίων τὴν φύσιν, καὶ ὁμοδόξων, καὶ οἵων ὁ ἡμέτερος βούλεται λόγος; Ἀλλὰ σοὶ μὲν εἰς τιμὴν μέγα καὶ μέγιστον ὁ σὸς υἱὸς, καὶ τοσούτῳ μᾶλλον, ὅσῳπερ ἂν τὰ πάντα πατρῴζῃ, καὶ χαρακτὴρ ᾖ γνήσιος τοῦ γεννήσαντος, καὶ οὐκ ἂν δέξαιο μυρίων ἀνδραπόδων εἶναι μᾶλλον δεσπότης, ἢ ἑνὸς γεννήτωρ παιδός· τῷ Θεῷ δὲ ἄλλο τι μεῖζον, ἢ Υἱοῦ τυγχάνειν Πατέρα, ὃ προσθήκη δόξης ἐστὶν, οὐχ ὑφαίρεσις, ὡς δὲ καὶ προβολέα Πνεύματος; Ἢ ἀγνοεῖς, ὅτι σὺ μὲν κτισμάτων τιθεὶς ἀρχὴν, λέγω δὴ Υἱοῦ καὶ Πνεύματος, οὔτε τὴν ἀρχὴν τιμᾷς, καὶ ἀτιμάζεις τὰ ἐξ αὐτῆς; Τὴν μὲν, ὅτι μικρῶν εἰςάγεις ἀρχὴν, καὶ ἀναξίων θεότητος· τὰ δὲ, ὅτι μικρὰ, καὶ μὴ κτίσματα μόνον, ἀλλὰ καὶ πάντων κτισμάτων ποιεῖς ἀτιμότερα· εἴ γε τούτων ἕνεκεν ὑπέστη, καὶ ποτὲ, ὥσπερ ὄργανα τεχνίτῃ πρὸ τῶν τεχνιτῶν πρότερον οὐκ ὄντα, οὐδ᾿ ἂν ἄλλως γενόμενα, εἰ μή τι κτίσαι δι᾿ αὐτῶν ἐβουλήθη Θεὸς, ὡς οὐκ ἀρκοῦντος τοῦ βούλεσθαι. Πᾶν γὰρ ὅ τινος ἕνεκεν, ἀτιμότερον ἐκείνου δι᾿ ὃ γεγένηται. 8. Ἐγὼ δὲ θεότητος ἀρχὴν εἰσάγων ἄχρονον, καὶ ἀχώριστον, καὶ ἀόριστον, τήν τε ἀρχὴν τιμῶ, καὶ τὰ ἐκ τῆς ἀρχῆς ἐπίσης· τὴν μὲν, ὅτι τοιούτων ἀρχή· τὰ δὲ, ὅτι οὕτως καὶ τοιαῦτα, καὶ ἐκ τοιούτου, μήτε τῷ ποτὲ, μήτε τῇ φύσει, μήτε τῷ σεπτῷ διειργόμενα· ἑν ὄντα διῃρημένως, καὶ διαιρούμενα συνημμένως, εἰ καὶ παράδοξον τοῦτο εἰπεῖν· οὐχ ἧττον ἐπαινετὰ τῆς πρὸς ἄλληλα σχέσεως, ἢ καθ᾿ ἑαυτὸ ἕκαστον νοούμενόν τε καὶ λαμβανόμενον. Τριάδα τελείαν ἐκ τελείων τριῶν, μονάδος μὲν κινηθείσης διὰ τὸ πλούσιον, δυάδος δὲ ὑπερβαθείσης (ὑπὲρ γὰρ τὴν ὕλην καὶ τὸ εἶδο)ς, ἐξ ὧν τὰ σώματα, Τριάδος δὲ ὁρισθείσης διὰ τὸ τέλειον, πρώτη γὰρ ὑπερβαίνει δυάδος σύνθεσιν, ἵνα μήτε στενὴ μένῃ ἡ θεότης, μήτε εἰς ἄπειρον χέηται. Τὸ μὲν γὰρ ἀφιλότιμον, τὸ δὲ ἄτακτον· καὶ τὸ μὲν Ἰουδαικὸν παντελῶς, τὸ δὲ Ἑλληνικὸν καὶ πολύθεον. 9. Σκοπῶ δὲ κἀκεῖνο, καὶ ἴσως οὐκ ἀπαιδεύτως, οὐδὲ ἀμαθῶς, ἀλλὰ καὶ λίαν ἐπεσκεμμένως, ὅτι σοὶ μὲν κίνδυνος οὐδὲ εἷς γεννητὸν εἰσάγοντι τὸν Υἱόν. Οὐ γὰρ μὴ πάθῃ τι γεννῶν ὁ ἀγέννητος τῶν σωματικῶν τε καὶ ὑλικῶν, ὅτι μηδὲ σῶμα, καὶ τοῦτο αἱ κοιναὶ περὶ Θεοῦ παραχωροῦσιν ὑπολήψεις. Ὥστε τί φοβούμεθα φόβον οὗ μὴ ἔστι φόβος, καὶ ἀσεβοῦμεν διακενῆς, ὃ δὴ λέγεται; Ἐμοὶ δὲ κίνδυνος ζημιωθῆναι θεότητα, εἰ τὸ κτίσμα παραδεχοίμην. Οὐ γὰρ Θεὸς τὸ κτιζόμενον, οὐδὲ δεσποτικὸν τὸ ὁμόδουλον, κἂν τὰ πρῶτα φέρηται δουλείας καὶ κτίσεως, καὶ τοῦτο μόνον φιλανθρωπεύηται ὑβριζόμενον. Ὁ γὰρ τῆς ὀφειλομένης ἀποστερῶν τιμῆς, οὐ μᾶλλον τιμᾷ τῷ διδομένῳ, ἢ ἀτιμάζει τῷ ἀφαιρουμένῳ, κἂν προσποίησιν ἔχῃ τιμῆς τὸ γινόμενον. 10. Καὶ εἴ σοι πλάττεται πάθη περὶ τὴν γέννησιν, κἀμοὶ περὶ τὴν κτίσιν· οὐδὲ γὰρ τὸ κτιζόμενον ἀπαθῶς οἶδα κτιζόμενον. Εἰ δὲ μὴ γεγέννηται κατὰ σὲ, μηδὲ ἔκτισαι κατὰ τὸν ἀληθῆ λόγον, δέξαι τοῦ λόγου σοι τὸ λειπόμενον, ὁ μικροῦ τὸ ἴσον λέγειν τολμῶν διὰ τῆς προσηγορίας τοῦ κτίσματος. Σοὶ μὲν οὖν οὐδὲν ἀνεπιχείρητον, οὐδὲ ἀτόλμητον τῷ κακῷ βραβευτῇ καὶ διαιτητῇ τῆς θεότητος· οὐ γὰρ εἶχες ἄλλως εὐδοκιμεῖν, ἢ μακρὰν ἐκβάλλων Θεὸν δεσποτείας, ὥσπερ ἐνταῦθα οἱ τυραννικοὶ τὸν τρόπον, καὶ πλεονεκτικοὶ τοὺς ἀσθενεστέρους. Ἐγὼ δὲ μίαν φωνὴν, τὴν αὐτὴν καὶ σύντομον φθέγξομαι. Τριὰς ὡς ἀληθῶς ἡ Τριὰς, ἀδελφοί. Τριὰς δὲ, οὐ πραγμάτων ἀνίσων ἀπαρίθμησις (ἢ τί κωλύει, καὶ δεκάδα, καὶ ἑκατοντάδα, καὶ μυριάδα ὀνομάζειν μετὰ τοσούτων συντιθεμένην; πολλὰ γὰρ τὰ ἀριθμούμενα, καὶ πλείω τούτων), ἀλλ᾿ ἴσων καὶ ὁμοτίμων σύλληψις, ἑνούσης τῆς προσηγορίας τὰ ἡνωμένα ἐκ φύσεως, καὶ οὐκ ἐώσης σκεδασθῆναι ἀριθμῷ λυομένῳ τὰ μὴ λυόμενα. 11. Οὕτω φρονοῦμεν, καὶ οὕτως ἔχομεν, ὥστε ὅπως μὲν ἔχει ταῦτα πρὸς ἄλληλα σχέσεώς τε καὶ τάξεως, αὐτῇ μόνῃ τῇ Τριάδι συγχωρεῖν εἰδέναι, καὶ οἷς ἂν ἡ Τριὰς ἀποκαλύψῃ κεκαθαρμένοις, ἢ νῦν, ἢ ὕστερον· αὐτοὶ δὲ μίαν καὶ τὴν αὐτὴν εἰδέναι φύσιν θεότητος, ἀνάρχῳ, καὶ γεννήσει, καὶ προόδῳ γνωριζομένην, ὡς νῷ τῷ ἐν ἡμῖν, καὶ λόγῳ, καὶ πνεύματι (ὅσον εἰκάσαι τοῖς αἰσθητοῖς τὰ νοητὰ, καὶ τοῖς μικροῖς τὰ μέγιστα, ἐπειδὴ μηδεμία εἰκὼν φθάνει πρὸς τὴν ἀλήθειαν), αὐτὴν ἑαυτῇ συμβαίνουσαν, ἀεὶ τὴν αὐτὴν, ἀεὶ τελείαν, ἄποιον, ἄποσον, ἄχρονον, ἄκτιστον, ἀπερίληπτον, οὔποτε λείπουσαν ἑαυτῆς, οὔτε λείψουσαν· ζωὰς καὶ ζωὴν, φῶτα καὶ φῶς, ἀγαθὰ καὶ ἀγαθὸν, δόξας καὶ δόξαν, ἀληθινὸν καὶ ἀλήθειαν, καὶ πνεῦμα τῆς ἀληθείας, ἅγια καὶ αὐτοαγιότητα· Θεὸν ἕκαστον, ἂν θεωρῆται μόνον, τοῦ νοῦ χωρίζοντος τὰ ἀχώριστα· Θεὸν τὰ τρία, μετ᾿ ἀλλήλων νοούμενα τῷ ταυτῷ τῆς κινήσεως καὶ τῆς φύσεως· οὔτε ὑπὲρ ἑαυτήν τι καταλιποῦσαν, ἢ ὑπερβᾶσαν ἄλλο τι· οὐ γὰρ ἦν· οὔτε μεθ᾿ ἑαυτήν τι καταλείψουσαν, ἢ ὑπερβησομένην· οὐκ ἔσται γάρ· οὔτε μεθ᾿ ἑαυτῆς τι παραδεχομένην ὁμότιμον· οὐ γὰρ ἐφικνεῖταί τι τῶν κτιστῶν, καὶ δούλων, καὶ μετεχόντων, καὶ περιγραπτῶν τῆς ἀκτίστου, καὶ δεσποτικῆς, καὶ μεταληπτικῆς, καὶ ἀπείρου φύσεως. Τὰ μὲν γὰρ πάντη πόῤῥω, τὰ δὲ ποσῶς πλησιάζοντα καὶ πλησιάσοντα· καὶ τοῦτο οὐ φύσει, ἀλλὰ μεταλήψει, καὶ πηνίκα, ὅταν τὸ δουλεῦσαι καλῶς τῇ Τριάδι, ὑπὲρ τὴν δουλείαν γένηται· εἴπερ μὴ καὶ τοῦτο αὐτὸ ἡ ἐλευθερία καὶ ἡ βασιλεία, τὸ γνῶναι καλῶς δεσποτείαν, ἀλλὰ μὴ φύρειν τὰ διεστῶτα, νοῦ ταπεινότητι. Οἷς δὲ τὸ δουλεῦσαι τοσοῦτον, πηλίκη τούτων ἡ δεσποτεία; καὶ εἰ τὸ γνῶναι μακαριότης, πηλίκον τὸ γινωσκόμενον; 12. Τοῦτο ἡμῖν τὸ μέγα μυστήριον βούλεται· τοῦτο, ἡ εἰς Πατέρα, καὶ Υἱὸν, καὶ ἅγιον Πνεῦμα, καὶ τὸ κοινὸν ὄνομα, πίστις καὶ ἀναγέννησις, ἄρνησις ἀθεΐας καὶ ὁμολογία θεότητος. Τοῦτο γὰρ τὸ κοινὸν ὄνομα. Ὥστε τὸ ἀτιμάζειν τι τῶν τριῶν ἢ χωρίζειν, ἀτιμάζειν ἐστὶ τὴν ὁμολογίαν, τὸ μὲν τὴν ἀναγέννησιν, τὸ δὲ τὴν θεότητα· τὸ μὲν τὴν θέωσιν, τὸ δὲ τὴν ἐλπίδα. Ὁρᾶτε οἷα χαρίζεται ἡμῖν τὸ Πνεῦμα θεολογούμενον, καὶ οἷς ζημιοῖ ἀθετούμενον. Ἐῶ γὰρ λέγειν τὸν φόβον, καὶ τὴν ἠπειλημένην ὀργὴν, οὐ τοῖς τιμῶσιν, ἀλλὰ τοῖς ἀτιμάζουσιν. Ταῦτα ὡς ἐν βραχέσι πεφιλοσόφηται πρὸς ὑμᾶς δογματικῶς, ἀλλ᾿ οὐκ ἀντιλογικῶς· ἁλιευτικῶς, ἀλλ᾿ οὐκ Ἀριστοτελικῶς· πνευματικῶς, ἀλλ᾿ οὐ κακοπραγμονικῶς· ἐκκλησιαστικῶς, ἀλλ᾿ οὐκ ἀγοραίως· ὠφελίμως, ἀλλ᾿ οὐκ ἐπιδεικτικῶς· ἵνα γνῶτε τὸ αὐτὸ φρονοῦντας ἡμᾶς, οἱ καθ᾿ ἡμῶν δημηγοροῦντες, καὶ πανηγυρίζοντες, καὶ τοῦτο μόνον ὁμονοοῦντες, ἑν ἐμπνεομένους, ἑν πνέοντας· καὶ μὴ, καθάπερ οἱ λιμώττοντες, σπερμολογῆτε τὰ μικρὰ ἡμῶν, εἴτε πταίσματα χρὴ λέγειν, εἴτε καὶ παίγνια· ὡς ἔστι τῆς ἄκρας κακοδαιμονίας, μὴ ἐν τοῖς ἰδίοις ἰσχυροῖς τὸ ἀσφαλὲς ἔχειν, ἀλλ᾿ ἐν τοῖς ἑτέρων σαθροῖς. 13. Ἰδοὺ δεξιὰς δίδομεν ἀλλήλοις ἐν ταῖς ὑμετέραις ὄψεσιν. Ἰδοὺ τῆς Τριάδος τὰ ἔργα, τῆς ὁμοίως ἡμῖν δοξαζομένης τε καὶ προσκυνουμένης. Τοῦτο ὑμᾶς χρηστοτέρους ποιήσει καὶ ὀρθοδοξοτέρους. Ὡς ὄφελόν γε καὶ ἀκουσθείημεν, καὶ γένοιτο τὴν ἡμέραν ταύτην, ἡμέραν γενέσθαι κλητὴν, ἁγίαν, μὴ ἀντιλογίας, ἀλλ᾿ εὐρυχωρίας· μὴ πειρασμοῦ μνημόσυνον, ἀλλ᾿ ἑορτὴν ἐπινίκιον· ἵνα τὸ ἡμᾶς συμφρονεῖν ἀλλήλοις, καὶ μικροῦ πᾶσαν τὴν οἰκουμένην, ἧς τὰ μὲν ὑγιῶς εἶχε, τὰ δὲ νῦν ἀπέλαβε τὴν ὑγίειαν, τὰ δὲ ὑγιαίνειν ἄρχεται, τοῦτο καὶ ὑμῖν αἴτιον γένηται σωτηρίας, καὶ ἀναπλάσεως. Ὦ Τριὰς ἁγία, καὶ προσκυνητὴ, καὶ μακρόθυμ!ε μακρόθυμος γὰρ ἡ ἐπὶ τοσοῦτον ἀνασχομένη τῶν σὲ τεμνόντων. Ὦ Τριὰς, ἧς ἐγὼ κατηξιώθην, καὶ λάτρης εἶναι, καὶ κῆρυξ ἐκ πλείονος ἀνυπόκριτο!ς Ὦ Τριὰς ἡ πᾶσί ποτε γνωσθησομένη, τοῖς μὲν τῇ ἐλλάμψει, τοῖς δὲ τῇ κολάσε!ι Δέχοιο καὶ τούτους προσκυνητὰς, τοὺς νῦν ὑβριστάς· καὶ μηδένα ζημιωθείημεν, μηδὲν τῶν ἐλαχίστων, κἂν ἐμέ τι ζημιωθῆναι δέοι τῆς χάριτος· οὐ γὰρ τολμῶ τοσοῦτον ὅσον ὁ Ἀπόστολος φθέγξασθαι. 14. Ἀλλ᾿ οὐ ταῦτα φίλα ὑμῖν; σπαράσσεται δὲ ἡ γλῶσσα, καὶ ὠδίνει τὴν ἀντίῤῥησιν; Ὀψόμεθα καὶ ταύτην ποτὲ, ἢ οἷς μᾶλλον ἡμῶν σχολὴ περίεστι· γνωσόμεθα καὶ τὰ κομψὰ ὑμῶν γεννήματα, ἢ ἐξαμβλώματα, ἐπειδὰν τὰ ὠὰ τῶν ἀσπίδων ῥήξαντες ἢ συντρίψαντες λόγῳ σκληρῷ καὶ ἀντιτύπῳ, οὔρια καὶ ἀνεμιαῖα ταῦτα ἐλέγξωμεν, καὶ τὸν ἐν αὐτοῖς τῆς ἀσεβείας κρυπτόμενον βασιλίσκον εἰς μέσον ἀγάγωμεν· εἰ καὶ βασιλίσκον, ἀλλὰ νεκρόν τε καὶ ἀτελῆ, καὶ ἀκίνητον, ταῖς ὠδῖσιν ἐναποθανόντα, καὶ πρὶν γεννηθῆναι οὐκ ὄντα, καθ᾿ ὑμᾶς εἰπεῖν, ἵνα τι μικρὸν ὑμῖν καὶ χαρίσωμαι· οὐ μᾶλλον μισητὸν τῆς συλλήψεως, ἢ ἐλεεινὸν τῆς ἀμβλώσεως. Τοῦτο δώσει ἡμῖν, οἶδ᾿ ὅτι, ὁ δοὺς ἐπὶ ἀσπίδα καὶ βασιλίσκον ἐπιβαίνειν, καὶ περιπατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων· ὃς καὶ συντρίψει τὸν Σατανᾶν ἐν τάχει ὑπὸ τοὺς πόδας ἡμῶν, εἴτε ὡς ἀστραπὴν ἐκ τοῦ οὐρανοῦ πεσόντα διὰ τὴν παλαιὰν λαμπρότητα, εἴτε ὡς ὄφιν φεύγοντα διὰ τὴν ὕστερον σκολιότητα, καὶ τὴν εἰς τὸ χαμερπὲς μεταποίησιν, ἵνα μικρόν τι τῶν κακῶν ἀναπνεύσωμεν, ἀποδρασάσης παντελῶς ὀδύνης, καὶ λύπης, καὶ στεναγμοῦ, νῦν τε καὶ ὕστερον, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΛΟΓΟΣ 23.Εἰρηνικὸς, λεχθεὶς ἐν Κωνσταντίνου πόλει, ἐπὶ τῇ γενομένῃ τῷ λαῷ φιλονεικίᾳ, περὶ ἐπισκόπων τινῶν διενεχθέντων πρὸς ἀλλήλους.1. Εἰρήνη φίλη, τὸ γλυκὺ καὶ πρᾶγμα καὶ ὄνομα, ὃ νῦν ἔδωκα τῷ λαῷ καὶ ἀντέλαβον· οὐκ οἶδα εἰ παρὰ πάντων γνησίαν φωνὴν καὶ ἀξίαν τοῦ Πνεύματος, ἀλλὰ μὴ δημοσίας συνθήκας ἀθετουμένας ὑπὸ Θεῷ μάρτυρι, ὥστε καὶ μεῖζον εἶναι ἡμῖν τὸ κατάκριμα. Εἰρήνη φίλη, τὸ ἐμὸν μελέτημα καὶ καλλώπισμα, ἣν Θεοῦ τε εἶναι ἀκούομεν, καὶ ἧς Θεὸν, τὸν Θεὸν καὶ αὐτόθεον, ὡς ἐν τῷ· Ἡ εἰρήνη τοῦ Θεοῦ· καὶ, Ὁ Θεὸς τῆς εἰρήνης· καὶ, Αὐτός ἐστιν ἡ εἰρήνη ἡμῶν· καὶ οὐδ᾿ οὕτως αἰδούμεθα. Εἰρήνη φίλη, τὸ παρὰ πάντων μὲν ἐπαινούμενον ἀγαθὸν, ὑπ᾿ ὀλίγων δὲ φυλασσόμενον, ποῦ ποτε ἀπέλιπες ἡμᾶς, τοσοῦτος ἐξ οὗ χρόνος ἤδη; καὶ πότε ἐπανήξεις ἡμῖν; Ὡς λίαν σε ποθῶ καὶ ἀσπάζομαι διαφερόντως τῶν ἄλλων ἀνθρώπων· καὶ παροῦσαν περιέπω, καὶ ἀποῦσαν ἀνακαλοῦμαι πολλοῖς θρήνοις καὶ δάκρυσιν, οἵοις οὔτε Ἰακὼβ καὶ τὸν Ἰωσὴφ ἐκεῖνον ὁ πατριάρχης, ὑπὸ μὲν τῶν ἀδελφῶν πεπραμένον, ὑπὸ δὲ θηρίου ἡρπασμένον, ὡς ᾤετο· οὔτε Δαβὶδ Ἰωνάθαν τὸν ἑαυτοῦ φίλον, ἔργον πολέμου γενόμενον, ἢ τὸν υἱὸν Ἀβεσσαλὼμ ὕστερον. Ὧν ὁ μὲν σπλάγχνοις πατρικοῖς σπαρασσόμενος, Θηρίον ἥρπασεν, ἐβόα, τὸν Ἰωσὴφ, θηρίον πονηρὸν καὶ ἀνήμερον, καὶ τὴν τοῦ παιδὸς ἐσθῆτα ᾑμαγμένην προθεὶς, ὡς τὰς τοῦ παιδὸς σάρκας περιεπτύσσετο, τῷ αὐτῷ καὶ φλεγόμενος καὶ παραμυθούμενος. Ὁ δὲ, νῦν μὲν τοῖς ὄρεσι καταρᾶται, καθ᾿ ὧν ὁ πόλεμος. Ὄρη τὰ Γελβουὲ, λέγων, μὴ πέσοι ἐφ᾿ ὑμᾶς μήθ᾿ ὑετὸς, μήτε δρόσος· καὶ, Πῶς ἔπεσε τόξον Ἰωνάθαν καὶ δύναμις; Νῦν δ᾿ ἀπολογεῖται ὡς οὐδὲν ἠδικηκότι τῷ πατροφόνῳ, καὶ τῷ νεκρῷ σπένδεται· ἴσως καὶ κατὰ τοῦτο ὑπεραλγῶν τοῦ παιδὸς, ὅτι κατὰ τοῦ πατρὸς ἀνετείνατο χεῖρα. Τοιοῦτο γὰρ καὶ ὁ πατήρ· ὃν ὡς ἐχθρὸν ἠμύνατο πολεμοῦντα, ὡς φίλον ποθεῖ τεθνηκότα· καὶ νικᾷ τὴν ἔχθραν ἡ φύσις, ἧς οὐδὲν βιαιότερον. 2. Ἐλεεινὸν δὲ καὶ ἡ κιβωτὸς ὑπὸ τῶν ἀλλοφύλων κατεχομένη· καὶ Ἱερουσαλὴμ ἠδαφισμένη καὶ ὑπὸ ἐθνῶν πατουμένη· καὶ υἱοὶ Σιὼν, οἱ τίμιοι καὶ ἰσοστάσιοι χρυσίῳ, πορευόμενοι ἐν αἰχμαλωσίᾳ, καὶ νῦν ἔτι διεσπαρμένοι, καὶ λαὸς ὄντες τῆς οἰκουμένης ξένος καὶ πάροικος. Δεινὸν δὲ καὶ τὰ νῦν ὁρώμενά τε καὶ ἀκουόμενα· πατρίδες ἀνιστάμεναι, καὶ μυριάδες πίπτουσαι, καὶ κάμνουσα γῆ τοῖς αἵμασι καὶ τοῖς πτώμασι, καὶ λαὸς ἀλλόγλωςσος ὡς οἰκείαν διατρέχων τὴν ἀλλοτρίαν· οὐ δι᾿ ἀνανδρίαν τῶν προμαχομένων κατηγορείτω μηδείς· οὗτοι γάρ εἰσιν οἱ μικροῦ πᾶσαν τὴν οἰκουμένην παραστησάμενοι· ἀλλὰ διὰ τὴν ἡμετέραν κακίαν, καὶ τὴν ἐπικρατοῦσαν κατὰ τῆς Τριάδος ἀσέβειαν. Δεινὰ ταῦτα, καὶ πέρα δεινῶν. Τίς ἀντερεῖ τῶν συμφορὰς δοκιμάζειν εἰδότων ἐξ ὧν πεπόνθασιν, ἢ συμπεπόνθασιν; Ἀλλ᾿ οὔπω τοσοῦτον οὐδὲν, ὅσον εἰρήνη δεδιωγμένη, καὶ ἡ τῆς Ἐκκλησίας εὐπρέπεια περιῃρημένη, καὶ τὸ παλαιὸν ἀξίωμα καταλελυμένον· καὶ παρὰ τοσοῦτον ἡ τάξις ἀντεστραμμένη, ὥστε πρότερον μὲν ἐξ οὐ λαοῦ λαὸς, καὶ ἐξ οὐκ ἔθνους ἔθνος γεγόναμεν· νῦν δὲ κινδυνεύομεν ἐκ λαοῦ μεγίστου καὶ ἔθνους, εἰς οὐ λαὸν πάλιν καὶ οὐκ ἔθνος ἀναλυθέντες γενέσθαι, ὡς τὸ ἀπ᾿ ἀρχῆς, ὅτε οὐκ ἦρξας ἡμῶν, οὐδ᾿ εἰς ἑν ὄνομα καὶ τάγμα συνεληλύθειμεν. 3. Καὶ ὄντως κινδυνεύει ῥᾷον εἶναι δυσπραγίαν ἐνεγκεῖν, ἢ εὐπραγίαν διασώσασθαι· ὁπότε καὶ ἡμεῖς, ἡνίκα ἐπολεμούμεθα, τοῖς διωγμοῖς ῥωσθέντες καὶ συναχθέντες, ἡνίκα συνήχθημεν, διελύθημεν. Τίς γὰρ οὐκ ἂν ὀδύραιτο εὖ φρονῶν τὰ παρόντα; Τίς δὲ λόγον εὑρήσει τῇ συμφορᾷ παρισούμενον; Λῃστὰς μὲν εἰρηνεύειν, οὓς κακία συνέδησε, καὶ τοὺς τυραννίδι συντεταγμένους, ἢ κλοπῆς κοινωνοὺς, ἢ στάσεως συνωμότας, ἢ μοιχείας συλλήπτορας, ἔτι δὲ χορῶν συστήματα, καὶ στρατῶν τάγματα, καὶ νηῶν πληρώματα· ἐῶ γὰρ λέγειν κλήρους ἐξ ἴσου διαιρουμένους, καὶ πολιτείας ἀντιθέτους, καὶ διαδοχὰς λειτουργιῶν καὶ ἀρχῶν, τάξει προιούσας καὶ νόμῳ, καὶ τὴν πολυύμνητον δὴ ταύτην σοφιστικὴν, ἢ γραμματικὴν, ἵνα μὴ λέγω φιλοσοφίαν, περὶ ἣν νέων φιλοτιμία λυσσᾷ τε καὶ μέμηνε· ταύτην μὲν ὁρᾷν ὀλίγα μὲν στασιάζουσαν, τὰ πλείω δὲ εἰρηνεύουσαν· ἡμᾶς δὲ ἀσυνθέτους εἶναι καὶ ἀσυνδέτους, καὶ μήποτε δύνασθαι εἰς ταυτὸν ἐλθεῖν, μηδέ τινα λόγον φανῆναι τῆς νόσου ταύτης θεραπευτὴν, ἀλλ᾿ ὥσπερ κακίας μυσταγωγοὺς καὶ μύστας ὄντας, οὐκ ἀρετῆς, πολλὰ μὲν ποιεῖσθαι τὰ τῆς διαστάσεως ὑπεκκαύματα, μικρὰ δὲ, ἢ μηδόλως τῆς ὁμονοίας φροντίζειν. Καίτοι τούτων μὲν στασιαζόντων, οὐκ εἰς μέγα ἡ στάσις φέρει· τινάς τε καὶ στασιάζειν ἢ συμφρονεῖν ἄμεινον· τὰς γὰρ ἐπὶ κακῷ συστάσεις τίς ἂν ἐπαινέσειεν εὖ φρονῶν; 4. Ἡμᾶς δὲ εἴ τις ἐρωτήσειε, Τί τὸ τιμώμενον ὑμῖν καὶ προσκυνούμενον; πρόχειρον εἰπεῖν· Ἡ ἀγάπη. Ὁ γὰρ Θεὸς ἡμῶν ἡ ἀγάπη ἐστί. Ῥῆσις τοῦ ἁγίου Πνεύματος· καὶ τοῦτο χαίρει μᾶλλον ἀκούων, ἤ τι ἄλλο, ὁ Θεός. Τί δαὶ νόμου καὶ προφητῶν κεφάλαιον; οὐκ ἄλλο ἢ τοῦτο συγχωρήσειεν ὁ εὐαγγελιστὴς ἀποκρίνασθαι. Τί δήποτε οὖν οἱ τῆς ἀγάπης, οὕτω μισοῦμέν τε καὶ μισούμεθα; καὶ οἱ τῆς εἰρήνης, πολεμοῦμεν ἀκήρυκτά τε καὶ ἀκατάλλακτα; καὶ οἱ τοῦ ἀκρογωνιαίου, διιστάμεθα; καὶ οἱ τῆς πέτρας, σειόμεθα; καὶ οἱ τοῦ φωτὸς, ἐσκοτίσμεθα; καὶ οἱ τοῦ Λόγου, τοσαύτης ἐσμὲν σιγῆς, ἢ ἀλογίας, ἢ παραπληξίας, ἢ, οὐκ οἶδ᾿ ὅ τι καὶ ὀνομάσω, μεστοί· ὥστε τροφῆς μὲν, καὶ ὕπνου, καὶ ᾠδῆς κόρος ἐστὶ, καὶ τῶν αἰσχίστων, ὡς λέγουσι· καὶ πλησμονὴ πάντων, οὐ τῶν ἀλγεινῶν μόνον, ἀλλ᾿ ἤδη καὶ τῶν ἡδίστων, καὶ πάντα εἰς ἄλληλα περιχωρεῖ τε καὶ περιτρέπεται· ἡμῖν δ᾿ οὐδεὶς ὅρος τοῦ βάλλειν καὶ βάλλεσθαι, οὐ τοῖς ἑτεροδοξοῦσι μόνον, καὶ κατὰ τὸν τῆς πίστεως λόγον διεστηκόσιν (ἧττον γὰρ ἂν ἦν ἀλγεινὸν, καὶ ὁ ζῆλος, ἀπολογία πραγμάτων ἐπαινουμένων, ἐὰν ἐν ὅροις ἱστῆτα)ι· ἤδη δὲ καὶ τοῖς ὁμοδόξοις, καὶ πρὸς τοὺς αὐτοὺς, καὶ ὑπὲρ τῶν αὐτῶν στασιάζουσι (τοῦτο γὰρ τὸ μοχθηρότατον, ἢ ἐλεεινότατον). 5. Καὶ τὸ αἴτιον τί; Φιλαρχία τυχὸν, ἢ φιλοχρηματία, ἢ φθόνος, ἢ μῖσος, ἢ ὑπεροψία, ἤ τι τῶν ὅσα μηδὲ τοὺς ἀθέους ὁρῶμεν πάσχοντας· καὶ τὸ χάριεν, ἡ τῶν ψήφων μετάθεσις. Ὅταν ἁλῶμεν, εὐσεβεῖς ἐσμεν καὶ ὀρθόδοξοι, καὶ καταφεύγομεν ψευδῶς ἐπὶ τὴν ἀλήθειαν, ὡς ὑπὲρ πίστεως στασιάζοντες· καὶ τοῦτο μόνον ἐπαινετὸν ποιοῦμεν, ὡς ἐν κακοῖς, εἰ μὴ καὶ λίαν αἰσχρὸν, ὅτι τὴν κακίαν ἐρυθριῶντες, ἐπὶ σεμνότερον ὄνομα μεταβαίνομεν, τὴν εὐσέβειαν. Ἐμβρόντητε καὶ πολύτροπε, εἴποι τις ἂν, καὶ πλάσμα τοῦ Πονηροῦ καὶ τοῦ σοφιστοῦ τῆς κακίας, ὅστις ποτὲ εἶ ὁ τοῦτο πάσχων, ἢ, τό γε ἀληθέστερον εἰπεῖν, ἀνοητότατε· οὗτός σοι χθὲς ἦν εὐσεβὴς, καὶ πῶς ἀσεβὴς σήμερον, μηδὲν προσθεὶς, μηδὲ ἀφελῶν, μήτε ῥήματι, μήτε πράγματι, ἀλλ᾿ ἐπὶ τῶν αὐτῶν ἱστάμενος· ὃς ἀναπνεῖ τὸν αὐτὸν ἀέρα, καὶ τοῖς αὐτοῖς ὄμμασι προσβλέπει τὸν αὐτὸν ἥλιον· εἰ βούλει δὲ, ὡς περὶ ἀριθμῶν ἢ μέτρων ἐρωτηθεὶς, οὐκ ἄλλο τι ἢ ταυτὸν ἀποκρίνεται; Ἀλλὰ καὶ πόρνος σοι σήμερον, ὁ χθὲς Ἰωσὴφ (προβαίνει γὰρ καὶ μέχρι τούτων ἡ ἔρις, ὥσπερ τις φλὸξ διὰ καλάμης θέουσα, καὶ τὰ κύκλῳ περιλαμβάνουσ)α· καὶ Ἰούδας σήμερον, ἢ Καιάφας, ὁ χθὲς Ἡλίας, ἢ Ἰωάννης, ἤ τις ἄλλος τῶν μετὰ Χριστοῦ τεταγμένων, καὶ τὴν αὐτὴν ζώνην περικειμένων, καὶ τὸ αὐτὸ ἀμπεχομένων φαιὸν ἢ μέλαν τριβώνιον, ὃ σεμνότης βίου προβάλλεται, κατά γε τὸν ἐμὸν νόμον καὶ λόγον. Καὶ τὸ καλὸν ἄνθος τῶν ὑψηλῶν, τὴν ὠχρότητα, ἢ τὸ τῆς φωνῆς εὔτακτον καὶ ἡσύχιον, ἢ τὸ τοῦ βαδίσματος ἐμβριθές τε καὶ ἥμερον, χθὲς μὲν φιλοσοφίαν, σήμερον δὲ κενοδοξίαν προσηγορεύσαμεν· καὶ τὴν αὐτὴν κατὰ πνευμάτων ἢ νόσων δύναμιν, ποτὲ μὲν τῷ Ἰησοῦ, ποτὲ δὲ τῷ Βεελζεβοὺλ προςεθήκαμεν, καὶ χρώμεθα τούτων οὐ δικαίᾳ στάθμῃ, τῇ φιλονεικίᾳ καὶ τῷ θυμῷ. 6. Καὶ ὥσπερ ἡ αὐτὴ γῆ ἕστηκε μὲν τοῖς ἐῤῥωμένοις καὶ οὐ πεπονθόσι, κινεῖται δὲ τοῖς ἰλιγγιῶσι καὶ περιτρεπομένοις, τοῦ τῶν ὁρόντων πάθους ἐπὶ τὸ ὁρώμενον μεταβαίνοντος· εἰ βούλει δὲ, ὥσπερ τὸ αὐτὸ τῶν κιόνων διάστημα, πλεῖον μὲν τοῖς ἐγγυτέρω καὶ προσεχέσιν, ἔλαττον δὲ τοῖς ποῤῥωτέρω φαίνεται, κλεπτομένου τοῦ ἀέρος τῷ διαστήματι, καὶ συναπτούσης τῆς ὄψεως τὰ παχύτερα· οὕτω καὶ ἡμεῖς ῥᾳδίως ἐξαπατώμεθα διὰ τὴν ἔχθραν, καὶ περὶ τῶν αὐτῶν οὐ τὰ αὐτὰ, φίλοι τε ὄντες καὶ μὴ, γινώσκομεν· καὶ χειροτονεῖ ῥᾳδίως ἡμῖν πολλοὺς μὲν ἁγίους, πολλοὺς δ᾿ ἀθέους παρὰ τὸ εἰκὸς ὁ καιρὸς, μᾶλλον δὲ πάντας ἀθλίους· οὐ μόνον τῷ πρὸς πονηρὸν παράδειγμα βλέπειν ἡμᾶς (ἐπειδὴ πρόχειρον ἡ κακία καὶ δίχα τοῦ ἕλκοντο)ς, ἀλλ᾿ ὅτι καὶ πᾶσι πάντα συγχωροῦμεν ἑτοίμως ὑπὲρ ἑνὸς τοῦ συμμαίνεσθαι. Καὶ πρότερον μὲν οὐδὲ ῥῆμα τῶν περιττῶν τι φθέγγεσθαι τῶν ἀκινδύνων ἦν, νῦν δὲ λοιδορούμεθα καὶ τοῖς εὐσεβεστάτοις· καὶ ποτὲ μὲν οὐδ᾿ ἀναγινώσκειν ἔξω νόμον ἐξῆν, οὐδ᾿ ὁμολογίας ἐπικαλεῖσθαι (τὸ δέ ἐστιν, ὡς ἐμοὶ δοκεῖ, τὴν τοῦ λαοῦ συγκατάθεσιν)· νῦν δὲ καὶ τῶν ἀποῤῥήτων τοῖς βεβήλοις χρώμεθα διαιτηταῖς, ῥιπτοῦντες τὰ ἅγια τοῖς κυσὶ, καὶ βάλλοντες τοὺς μαργαρίτας ἔμπροσθεν τῶν χοίρων. Οὐ μόνον δὲ, ἀλλὰ καὶ τὰς ἀκοὰς αὐτῶν ἑστιῶμεν ταῖς κατ᾿ ἀλλήλων ὕβρεσι· καὶ οὐδ᾿ ἐκεῖνο δυνάμεθα συνορᾷν, ὅτι οὐκ ἀσφαλὲς ὅπλον ἐχθρῷ πιστεύειν, οὐδὲ μισοῦντι Χριστιανοὺς κατὰ Χριστιανοῦ λόγον. Ὃ γὰρ σήμερον ὠνειδίσαμεν, αὔριον ὠνειδίσθημεν· καὶ σαίνει τὸ λεγόμενον ὁ ἐχθρὸς, οὐχ ὅτι ἐπαινεῖ, ἀλλ᾿ ὅτι θησαυρίζει πικρῶς, ἵν᾿ ἐν καιρῷ τὸν ἰὸν ἐμέσῃ κατὰ τοῦ πιστεύσαντος. 7. Τί ταῦτα πάσχομεν, ὦ οὗτοι, καὶ μέχρι τίνος; Πότε δὲ τῆς μέθης ἐκνήψομεν, ἢ τῶν ὀφθαλμῶν τὴν λήμην περιαιρήσομεν, καὶ πρὸς τὸ τῆς ἀληθείας φῶς ἀναβλέψομεν; Ποία σκοτόμαινα ταῦτα; τίς νυκτομαχία; τίς ζάλη, φίλων καὶ πολεμίων ὄψιν οὐ διακρίνουσα; Διατί γεγόναμεν ὄνειδος τοῖς γείτοσιν ἡμῶν, μυκτηρισμὸς καὶ χλευασμὸς τοῖς κύκλῳ ἡμῶν; Τίς ἡ φιλοτιμία τοῦ κακοῦ; Πόθεν οὕτως ἀθάνατα κάμνομεν; μᾶλλον δὲ οὐδὲ κάμνομεν, ἀλλ᾿ ἐῤῥώμεθα τῷ κακῷ, μαινομένων τὸ πάθος, καὶ ἡδόμεθα δαπανώμενοι. Καὶ οὐδαμοῦ λόγος, οὐ φίλος, οὐ σύμμαχος, οὐκ ἰατρὸς, ἢ φαρμακεύων, ἢ ἐκτέμνων τὸ πάθος· οὐ παραστάτης ἄγγελος, οὐ Θεός· ἀλλὰ πρὸς τοῖς ἄλλοις, καὶ τὴν τοῦ Θεοῦ φιλανθρωπίαν ἡμῖν αὐτοῖς ἀπεκλείσαμεν. Ἵνα τί, Κύριε, ἀφέστηκας μακρόθεν; καὶ πῶς ἀποστρέφῃ εἰς τέλος; Καὶ πότε ἐπισκοπὴν ἡμῶν ποιήσῃ; καὶ ποῦ προβήσεται ταῦτα καὶ στήσεται; Δέδοικα μὴ καπνὸς ᾖ τοῦ προσδοκωμένου πυρὸς τὰ παρόντα, μὴ τούτοις ὁ Ἀντίχριστος ἐπιστῇ, καὶ καιρὸν λάβῃ τῆς ἑαυτοῦ δυναστείας τὰ ἡμέτερα πταίσματά τε καὶ ἀῤῥωστήματα. Οὐ γὰρ ὑγιαίνουσι προσβαλεῖ τυχὸν, οὐδὲ τῇ ἀγάπῃ πεπυκνωμένοις· ἀλλὰ δεῖ μερισθῆναι τὴν βασιλείαν ἐφ᾿ ἑαυτὴν, εἶτα πειρασθῆναι καὶ δεθῆναι τὸν ἰσχυρὸν ἐν ἡμῖν λογισμὸν, εἶτα τὰ σκεύη διαρπαγῆναι, καὶ ταῦτα παθεῖν ἡμᾶς, ἃ νῦν ὁρῶμεν τὸν ἐχθρὸν παρὰ Χριστοῦ πάσχοντα. 8. Διὰ ταῦτα ἐγὼ κλαίω, φησὶν Ἱερεμίας ἐν Θρήνοις, καὶ ζητῶ τοῖς ὀφθαλμοῖς μου πηγὰς δακρύων ἀρκούσας τῷ πάθει, καὶ καλῶ τὰς σοφὰς, ἵνα τὸν θρῆνον ἐργάσωνται, ἢ συνεργάσωνται· καὶ τὴν κοιλίαν ἀλγῶ, καὶ μαιμάσσω τὰ αἰσθητήρια, καὶ οὐκ ἔχω, πῶς κουφίσω τὸ ἀλγοῦν, καὶ τίσι τοῖς ῥήμασι. Διὰ ταῦτα σιωπᾶται τὰ παλαιὰ, καὶ κωμῳδεῖται τὰ νέα (κωμῳδία γὰρ τοῖς ἐχθροῖς ἡ ἐμὴ τραγῳδί)α· διὰ τοῦτο τῶν Ἐκκλησιῶν ὑφείλομεν οὐκ ὀλίγον, καὶ τῇ σκηνῇ προσεθήκαμεν· καὶ ταῦτα ἐν τοιαύτῃ πόλει, ἣ σπουδάζει τὸ τὰ θεῖα παίζειν, ὥσπερ τι ἕτερον, καὶ θᾶττον ἄν τι τῶν ἐπαινουμένων γελάσειεν, ἢ παρίδοι τι τῶν γελοίων ἀγέλαστον. Ὥστε θαυμάσαιμι ἂν, εἰ μὴ κἀμὲ γελάσαι σήμερον τὸν ταῦτα λέγοντα, τὸν εὐσεβείας ἔπηλυν κήρυκα, καὶ μὴ πάντα γελᾷν, ἀλλ᾿ ἔστιν ἃ καὶ σπουδάζειν διδάσκοντα. Καὶ τί γελᾷν λέγω; Θαυμαστὸν, εἰ μὴ καὶ δίκας ἀπαιτηθείην, εὐεργετεῖν βουλόμενος. Τοιαῦτα γὰρ τὰ ἡμέτερα, ὡς ἐμέ γε οὐ λυποῦσιν, οὔτ᾿ Ἐκκλησίαι κατεχόμεναι, ὃ τάχα ἄν τις πάθοι τῶν μικροπρεπῶν τὴν διάνοιαν, οὔτε χρυσὸς ἄλλοις ῥέων, οὔτε γλῶσσαι πονηραὶ, τὸ ἑαυτῶν ποιοῦσαι, λέγουσαι κακῶς, ἐπειδὴ καλῶς οὐκ ἔμαθον. 9. Οὐ γὰρ δέος, μήποτε τόπῳ περιγράφηται τὸ Θεῖον, ἢ ὤνιον γένηται, ἵν᾿ ὅλον ᾖ τῶν εὐπορωτέρων. Ἐμέ τε οὐκ ἀμείψουσιν οἱ εὐφημοῦντες, ἢ δυσφημοῦντες (ὥσπερ οἱ βορβόρῳ μύρον ἀναμιγνύντες, ἢ μύρῳ βόρβορον, καὶ τὰς ποιότητας τῇ ἐπιμιξίᾳ συγχέοντε)ς, ἵνα δυσχεράνω τὰς βλασφημίας ὡς μεθιστάμενος. Ἦ πολλὰ ἂν κατέβαλον χρήματα τοῖς ἐπαινέταις, εἴ με βελτίω τοῖς ἐπαίνοις εἰργάζοντο. Νῦν δὲ οὐχ οὕτω τοῦτο ἔχει, πόθεν; ἀλλ᾿ ὅπερ εἰμὶ, τοῦτο μένω, καὶ δυσφημούμενος, καὶ θαυμαζόμενος. Βροτὸς δ᾿ ἄλλως νήχεται λόγοις, φησὶν Ἰώβ· καὶ ὅσα πέτραν περιῤῥέων ἀφρὸς, ἢ πίτυν αὖραι, ἤ τινα τῶν δασέων καὶ ὑψηλῶν· τοσαῦτα αἱ γλῶσσαί με περιῤῥέουσι, καὶ ἅμα φιλοσοφῶ τι τοιοῦτο πρὸς ἐμαυτόν· ὡς Εἰ μὲν ψευδὴς ὁ κατηγορῶν, οὐκ ἐμοῦ μᾶλλον ὁ λόγος, ἢ ἐκείνου τὸ λεγόμενον ἅπτεται, κἂν ἐμὲ ὀνόματι βλασφημῇ· εἰ δ᾿ ἀληθὴς, ἐμαυτὸν μᾶλλον ἢ τὸν λέγοντα αἰτιάσομαι (παρ᾿ ἐμοῦ γὰρ ἐκείνῳ τὸ λέγειν, οὐκ ἐμοὶ τὸ εἶναι τοιούτῳ παρὰ τοῦ λέγοντο)ς· καὶ παραδραμὼν τὰς φωνὰς, ὡς οὐδὲν οὔσας, ἐμαυτοῦ γενήσομαι, τοῦτο μόνον αὐτῶν κερδαίνων τῆς μοχθηρίας, τὸ βιοῦν ἀσφαλέστερον. Τρίτον δ᾿, ὃ καὶ μέγιστον ἔχει τι καὶ μεγαλοπρεπὲς, ἡ λοιδορία, ὅτι μετὰ Θεοῦ βλασφημούμεθα· οἱ γὰρ αὐτοὶ θεότητά τε ἀθετοῦσι, καὶ τὸν θεολόγον ὑβρίζουσιν. Οὐκοῦν τούτων οὐδὲν δεινὸν, κἂν οἱ πολλοὶ νομίζωσιν· ἀλλ᾿ ὅτι μηδεὶς ἔτι πιστεύεται πιστὸς εἶναι, μηδὲ τὴν ἀρετὴν ἄτεχνος καὶ σκηνῆς ἐλεύθερος, μηδ᾿ ἂν σφόδρα ᾖ τὴν ψυχὴν ἐῤῥωμένος, καὶ γνήσιος εἰς εὐσέβειαν· ἀλλ᾿ ὁ μὲν καὶ φανερῶς κακὸς, ὁ δὲ πλάσμα καὶ χρῶμα ἔχει τὴν ἐπιείκειαν, ἵνα κλέπτῃ τῷ φαινομένῳ. 10. Καὶ οἱ μὲν οὐ δοκοῦσι μέλανες διά τινας τοιούτους· οὐδὲ δυσγενεῖς, ἢ δυσειδεῖς, ἢ ἄνανδροι, ἢ ἀκόλαστοι, πλειόνων οὕτως ἐχόντων· ἀλλὰ καθ᾿ ἑαυτὸν ἕκαστος κρίνεται, καὶ οὐ κοινοῦται, οὔτε τῶν ψεγομένων οὐδὲν, οὔτε τῶν ἐπαινουμένων. Τὸ δὲ τῆς κακίας εἰς πάντας χεῖται ῥᾳδίως, καὶ κοινὴ κατηγορία τοῦ παντὸς, μὴ ὅτι τὸ τῶν πολλῶν, ἀλλὰ καὶ τὸ τινῶν γίνεται. Καὶ τὸ δεινότατον, ὅτι μὴ μέχρις ἡμῶν ἵσταται μόνον, ἀλλ᾿ ἐπὶ τὸ μέγα καὶ σεμνὸν ἡμῶν διαβαίνει μυστήριον. Τῶν γὰρ τὰ ἡμέτερα κρινόντων, ὃ πᾶσι μικροῦ συμβαίνει, τοῖς τῶν ἀλλοτρίων κριταῖς, οἱ μὲν ἐπιεικῶς εἰσιν ἥμεροι καὶ φιλάνθρωποι, οἱ δὲ καὶ λίαν πικροὶ καὶ ἀγνώμονες. Οἱ μὲν γὰρ ἡμᾶς αὐτοὺς κακίζουσι τῆς μοχθηρίας, ἀφιέντες τὸ δόγμα τῆς μέμψεως· οἱ δὲ καταιτιῶνται τὸν νόμον αὐτὸν, ὡς κακίας διδάσκαλον, καὶ μάλιστα ὅταν πολλοῖς ἐντύχωσι πονηροῖς τῶν προστασίας ἠξιωμένων. 11. Τί ταῦτα, ὦ οὗτοι, καὶ μέχρι τίνος; Οὐ σωφρονήσομεν ὀψὲ γοῦν; Οὐκ ἐκνήψομεν; Οὐκ αἰσχυνούμεθα; Οὐκ, εἰ μή τι ἄλλο, τὰς τῶν ἐχθρῶν φυλαξόμεθα γλώσσας, αἳ καὶ τὰ ψευδῆ ῥᾳδίως ἐπηρεάζουσιν; Οὐ παυσόμεθα τῆς ἄγαν φιλονεικίας; Οὐ γνωσόμεθα, τίνα μὲν ἡμῖν ἐφικτὰ τῶν ζητουμένων, καὶ μέχρι τίνος· τίνα δὲ ὑπὲρ τὴν ἡμετέραν δύναμιν; Καὶ τίνα μὲν τοῦ παρόντος καιροῦ, καὶ τῆς κάτω συγχύσεως ἐπισκοτούσης τῇ διανοίᾳ· τίνα δὲ τοῦ μέλλοντος αἰῶνος, καὶ τῆς ἐκεῖθεν ἐλευθερίας· ἵνα τὰ μὲν στέργωμεν τέως, τοῖς δὲ καθαιρώμεθα ὡς ὕστερον τελεσθησόμενοι καὶ στησόμενοι τῆς ἐφέσεως; Οὐ διαιρήσομεν ἐν ἡμῖν αὐτοῖς, τίνα μὲν οὐδὲ ζητητέον παντάπασι, τίνα δ᾿ ὑπὲρ ὧν μετρίως, τίνα δὲ συγχωρητέον καὶ παρετέον τοῖς φιλέρισιν, ὅπως ἂν ἔχῃ, ὡς οὐδὲν τὸν λόγον ἡμῶν παραβλάπτοντα; Καὶ τίνα μὲν τῇ πίστει δοτέον μόνῃ, τίνα δὲ καὶ τοῖς λογισμοῖς; Ὑπὲρ δὲ τίνων καὶ πολεμητέον ἐκθύμως. λογικῶς, ἀλλ᾿ οὐχ ὁπλιτικῶς; Τὸ γὰρ καὶ χεῖρας ἀνταίρειν, παντελῶς ἔξω τῆς ἡμετέρας αὐλῆς, καὶ τοῖς μισοῦσιν ἡμᾶς ἀποῤῥιπτέον. 12. Οὐχ ἕνα μὲν ὅρον εὐσεβείας ἡγησόμεθα, προσκυνεῖν Πατέρα, καὶ Υἱὸν, καὶ τὸ Πνεῦμα τὸ ἅγιον, τὴν μίαν ἐν τοῖς τρισὶ θεότητά τε καὶ δύναμιν, μηδὲν ὑπερσέβοντες, μηδὲ ὑποσέβοντες (ἵνα μικρόν τι καὶ αὐτὸς μιμήσωμαι τοὺς περὶ ταῦτα σοφούς· τὸ μὲν γὰρ ἀδύνατον, τὸ δὲ ἀσεβὲ)ς, μηδὲ μέγεθος ἑν ὀνομάτων καινότησι διακόπτοντες; Οὐδὲν γὰρ ἑαυτοῦ μεῖζον, ἢ ἔλαττον. Τούτου γοῦν ὡρισμένου, καὶ τἄλλα ὁμονοήσομεν, οἱ γοῦν τῆς αὐτῆς Τριάδος, καὶ τοῦ αὐτοῦ σχεδὸν δόγματός τε καὶ σώματος· τάς τε περιττὰς καὶ ἀχρήστους παραφυάδας καὶ παρεξόδους τῶν νῦν ζητημάτων, ὥσπερ τι νόσημα κοινὸν, ἐκκόψομέν τε καὶ ἀναιρήσομεν. Ἢ οὐκ ἤρκει μοι (τὰ γὰρ ἔτι πόῤῥωθεν ἐῶ λέγειν) τὸ Μοντανοῦ πονηρὸν πνεῦμα κατὰ τοῦ ἁγίου Πνεύματος, καὶ ἡ Νοβάτου θρασύτης, εἴτ᾿ οὖν ἀκάθαρτος καθαρότης, τῇ τοῦ ῥήματος εὐπρεπείᾳ τοὺς πολλοὺς δελεάζουσα· καὶ ἡ Φρυγῶν εἰσέτι καὶ νῦν μανία, τελούντων τε καὶ τελουμένων μικροῦ τοῖς παλαιοῖς παραπλήσια· καὶ ἡ Γαλατῶν ἄνοια πλουτούντων ἐν πολλοῖς τῆς ἀσεβείας ὀνόμασι, καὶ ἡ Σαβελλίου συναίρεσις, καὶ ἡ Ἀρείου διαίρεσις, καὶ ἡ τῶν νῦν σοφιστῶν ἐντεῦθεν ὑποδιαίρεσις, τοσοῦτον διαφερόντων, ὅσον γλῶσσα λάλος τῆς ἀργοτέρας; Ἀλλ᾿ ἔτι καὶ ἡμεῖς πρὸς ἡμᾶς αὐτοὺς σχεδόν τι διαφερόμεθα, οἱ περὶ τὸ κεφάλαιον ὑγιαίνοντες, καὶ ὑπὲρ τῶν αὐτῶν καὶ πρὸς τοὺς αὐτοὺς στασιάζοντες. 13. Λέγω δὴ τὴν ἔναγχος ἡμῖν ἐπαναστᾶσαν ζυγομαχίαν ἀδελφικὴν, ἐξ ἧς καὶ Θεὸς ἀτιμάζεται, καὶ ἄνθρωπος. Ὁ μὲν οὐδὲ γεννηθεὶς ὑπὲρ ἡμῶν ὅλως, οὐδὲ τῷ σταυρῷ προσηλωθείς· δῆλον δὲ, ὅτι οὔτε ταφεὶς, οὔτε ἀναστὰς, ὅ τισιν ἔδοξε τῶν κακῶς φιλοχρίστων· ἀλλ᾿ ἐνταῦθα μόνον τιμώμενος, οὗ τὸ τῆς τιμῆς ἀτιμία καθέστηκε, καὶ διὰ τοῦτο εἰς δύο υἱοὺς τεμνόμενος, ἢ συντιθέμενος· ὁ δὲ οὐ τελέως προσλαμβανόμενος, ἢ τιμώμενος, ἀλλὰ τῷ μεγίστῳ παραῤῥιπτούμενος καὶ ἀποξενούμενος, εἴπερ μέγιστον ἐν ἀνθρώπου φύσει τὸ κατ᾿ εἰκόνα, καὶ ἡ τοῦ νοῦ δύναμις. Ἐχρῆν γὰρ, ἐπειδὴ θεότης ἥνωται, διαιρεῖσθαι τὴν ἀνθρωπότητα, καὶ περὶ τὸν νοῦν ἀνοηταίνειν τοὺς τἄλλα σοφούς· καὶ μὴ ὅλον με σώζεσθαι, ὅλον πταίσαντα καὶ κατακριθέντα ἐκ τῆς τοῦ πρωτοπλάστου παρακοῆς, καὶ κλοπῆς τοῦ ἀντικειμένου· ὡς ἐλαττοῦσθαι τῷ μὲν Θεῷ τὴν χάριν, ἡμῖν δὲ τὴν σωτηρίαν. Οὐ μόνον δὲ, ἀλλ᾿ ὅτι καὶ ὑπὲρ ἀνθρώπων ἡμῖν ὁ πόλεμος τοῖς παρὰ Θεοῦ σεσωσμένοις, καὶ τοσοῦτον τὸ περιὸν ἡμῖν τοῦ στασιώδους, ὥστε καὶ ταῖς τῶν ἄλλων φιλοτιμίαις τοῦτο ἐχρήσαμεν, καὶ ὑπὲρ ἀλλοτρίων θρόνων ἰδίας ἔχθρας ἀναιρούμεθα· δύο τὰ μέγιστα περὶ ἑν ἐξαμαρτάνοντες, ἐκείνων τε τὸ φίλαρχον ὑπεκκαίοντες, καὶ αὐτοὶ τοῦ οἰκείου πάθους ἔρεισμα τοῦτο λαμβάνοντες, καθάπερ οἱ κρημνιζόμενοι τὰς πλησίον πέτρας, ἢ τῶν θάμνων τὰς στεῤῥοτέρας. 14. Δέον κἀκείνους ποιεῖν διὰ τῆς ἑαυτῶν ἀπραγμοσύνης ἀσθενεστέρους. Οὕτω γὰρ ἂν μᾶλλον αὐτοῖς, ἢ πολεμοῦντες ὑπὲρ αὐτῶν ἐχαριζόμεθα. Νῦν δὲ οἱ μὲν συμμαχοῦσι καὶ συμμαχοῦνται λίαν ἐλεεινῶς, ὡς γοῦν ἐμοὶ δοκεῖ· ὥστε καὶ εἰς δύο μοίρας ἀντιπάλους ἤδη τὸν κόσμον ἀποκριθῆναι, καὶ τοῦτο σὺν πόνῳ μόγις, καὶ κατὰ μικρὸν συναχθέντα, καὶ πολλῶν αἵμασιν. Ὅσον δὲ εἰρηνικόν τε καὶ μέσον, ὑπ᾿ ἀμφοτέρων πάσχει κακῶς, ἢ καταφρονούμενον, ἢ καὶ πολεμούμενον. Ὧν καὶ ἡμεῖς ὄντες σήμερον οἱ ταῦτα κατηγοροῦντες, καὶ διὰ τοῦτο τὴν καθέδραν ταύτην δεξάμενοι, τὴν ἐπίμαχον καὶ ἐπίφθονον· θαυμαστὸν οὐδὲν, εἰ ὑπ᾿ ἀμφοτέρων ἐκτριβείημεν, καὶ σταίημεν ἐκ τοῦ μέσου μετὰ τοὺς πολλοὺς ἱδρῶτας καὶ πόνους, ἵν᾿ ἐγγύθεν ἀλλήλους βάλλωσι, καὶ παντὶ τῷ θυμῷ, μηδενὸς ὄντος ἐν μέσῳ διατειχίσματος καὶ κωλύματος. Ταῦτα οὖν ὁρίσαι καὶ στῆσαι μάλιστα μὲν Θεοῦ, τοῦ πάντα συνδέοντος· ἔπειτα δὲ καὶ ἀνθρώπων, ὅσοις τὸ καλὸν διεσπούδασται, καὶ τὸ τῆς ὁμονοίας ἀγαθὸν γνωρίζεται· ἀπὸ μὲν τῆς Τριάδος ἀρξάμενον, ἧς οὐδὲν οὕτως ἴδιον ὡς τὸ ἑν τῇ φύσει, καὶ πρὸς ἑαυτὴν εἰρηναῖον· μεταληφθὲν δὲ ὑπὸ τῶν ἀγγελικῶν καὶ θείων δυνάμεων, αἳ καὶ πρὸς Θεὸν καὶ πρὸς ἀλλήλας εἰρηνικῶς ἔχουσι· προελθὸν δὲ μέχρι πάσης τῆς κτίσεως, ἧς κόσμος τὸ ἀστασίαστον· ἐν ἡμῖν δὲ πολιτευσάμενον, κατὰ μὲν ψυχὴν τῇ τῶν ἀρετῶν ἀντακολουθήσει καὶ κοινωνίᾳ, κατὰ δὲ σῶμα τῇ τῶν μελῶν ἢ τῶν στοιχείων πρὸς ἄλληλα εὐαρμοστίᾳ καὶ συμμετρίᾳ· ὧν τὸ μὲν κάλλος, τὸ δὲ ὑγίεια ἔστι τε καὶ ὀνομάζεται. 15. Ἐπαινῶ δὲ ἔγωγε καὶ τὸ τοῦ Σολομῶντος, ὥσπερ παντὶ πράγματι, οὕτω δὲ καὶ πολέμῳ καὶ εἰρήνῃ νομοθετοῦντος καιρόν. Ἐκεῖνο προσθήσω μόνον, ἀμφοτέρων μὲν τὸν καιρὸν τηρητέον, ἐπειδὴ καὶ πολεμεῖν ἔστι ποτὲ καλῶς, κατὰ τὸν ἐκείνου νόμον καὶ λόγον· ἕως δ᾿ ἂν ἐξῇ, πρὸς τὴν εἰρήνην μᾶλλον ἀποκλιτέον· τοῦτο γὰρ ὑψηλότερόν τε καὶ θεοειδέστερον. Ὡς ἔστιν ἄτοπον, ἰδίᾳ μὲν ἄριστον ὑπολαμβάνειν τὸ τῆς ὁμονοίας, δημοσίᾳ δὲ μὴ λυσιτελέστατον. Καὶ οἰκίαν μὲν καὶ πόλιν ταύτην ἄριστα διοικεῖσθαι, ἥτις ἂν μηδὲν ἢ ὡς ἐλάχιστα στασιάζῃ πρὸς ἑαυτὴν, ἢ τοῦτο πάσχουσα, τάχιστα ἐπανίῃ καὶ θεραπεύηται· τῷ δὲ κοινῷ τῆς Ἐκκλησίας ἄλλο τι βέλτιον εἶναι καὶ πρεπωδέστερον. Καὶ αὐτὸν μὲν ἕκαστον, ὅπως ἂν πρὸς ἑαυτὸν εἰρηνεύῃ, σπουδάζειν (εἰρήνη δὲ τὸ καθ᾿ ἕκαστον αἱρετὸν, καὶ ἡ κατὰ τῶν παθῶν δεσποτεί)α· πρὸς δὲ τοὺς ἄλλους μὴ τὸν αὐτὸν φαίνεσθαι, ἀλλ᾿ ἡγεῖσθαι δόξαν ἑαυτοῦ, τὴν τοῦ πλησίον κατάλυσιν. Καὶ τὸν μὲν Θεὸν ἀφιέναι κελεύειν καὶ τοῖς ἁμαρτάνουσιν εἰς ἡμᾶς, μὴ ὅτι ἑπτάκις, ἀλλὰ καὶ πολλάκις τοσοῦτον, ὡς τοῦ ἀφιέναι τὸ ἀφίεσθαι προξενοῦντος· ἡμᾶς δὲ καὶ τοῖς οὐδὲν ἀδικοῦσι προθυμότερον ἐπηρεάζειν, ἢ παρ᾿ ἄλλων εὐεργετεῖσθαι. Καὶ τοσαύτην μὲν εἰδέναι τοῖς εἰρηνοποιοῖς ἀποκειμένην μακαριότητα, ὥστε καὶ υἱοὺς Θεοῦ προσαγορεύεσθαι μόνους ἐν τῇ τάξει τῶν σωζομένων· αὐτοὺς δὲ καὶ φιλέχθρως ἔχοντας, ἔπειτα οἴεσθαι καὶ φίλα πράττειν Θεῷ, τῷ παθόντι δι᾿ ἡμᾶς, ἵνα πρὸς ἑαυτὸν εἰρηνεύσῃ, καὶ καταλύσῃ τὸν ἐν ἡμῖν πόλεμον. 16. Μηδαμῶς, ὦ φίλοι καὶ ἀδελφοὶ, οὕτω διανοώμεθα. Αἰδεσθῶμεν τὸ δῶρον τοῦ εἰρηνικοῦ, τὴν εἰρήνην, ἣν ἐνθένδε ἀπιὼν ἀφῆκεν ἡμῖν, ὥσπερ ἄλλο τι ἐξιτήριον. Ἕνα πόλεμον εἰδῶμεν, τὸν κατὰ τῆς ἀντικειμένης δυνάμεως. Εἴπωμεν ἀδελφοὶ καὶ τοῖς μισοῦσιν ἡμᾶς, ἂν ἄρα δέχωνται. Συγχωρήσωμέν τι μικρὸν, ἵνα τὸ μεῖζον ἀντιλάβωμεν, τὴν ὁμόνοιαν. Ἡττηθῶμεν, ἵνα νικήσωμεν. Ὁρᾶτε νόμους ἀθλήσεως, καὶ παλαιστῶν ἀγωνίσματα, οἳ τῷ κάτω κεῖσθαι πολλάκις νικῶσι τοὺς ὑπερκειμένους. Τούτους ζηλώσωμεν, μὴ τῶν δαιτυμόνων τοὺς ἀπληστοτέρους, ἢ τῶν ἐμπόρων· ὧν οἱ μὲν ἀμέτρως ἐμφορηθέντες τῶν προκειμένων, οἱ δὲ τὴν ναῦν φορτίσαντες, θᾶττον ἐῤῥάγησαν καὶ συγκατέδυσαν, ἤ τι τῆς ἀπληστίας ἀπέλαυσαν, ἵνα μικρὰ κερδάνωσι, τὰ μεγάλα ζημιωθέντες. Ἐγὼ μὲν οὖν ταῦτα καὶ βοῶ καὶ διαμαρτύρομαι, καὶ τὸ τῆς Γραφῆς ποιῶν οὐ παύσομαι· Διὰ Σιὼν οὐ σιωπήσομαι, καὶ διὰ Ἱερουσαλὴμ οὐκ ἀνήσω· καὶ γὰρ ἐκλείπει ἡ ψυχή μου ἐπὶ τοῖς ἀναιρουμένοις, οἵτινες οὐ τραυματίαι μαχαίρας, οὐδὲ τραυματίαι λιμοῦ γινόμεθα, τραυματίαι δὲ φιλοδοξίας ἢ φιλαρχίας· ὡς μηδὲ τὸ ἐλεεῖσθαι μᾶλλον ἢ τὸ μισεῖσθαι συμβαίνειν τοῖς πίπτουσιν. Ὑμεῖς δὲ, εἰ μὲν δέχοισθε τοὺς ἐμοὺς λόγους, τοῦτο ἄμεινον ἀμφοτέροις· εἰ δὲ διαπτύοιτε καὶ ἀποπέμποισθε, νικῶντος τοῦ πάθους τὸν λογισμὸν, ἐμοὶ μὲν ἱκανῶς ἀφωσίωται καὶ τὰ πρὸς Θεὸν, καὶ τὰ πρὸς ἀνθρώπους· οὐδὲν γὰρ, οἶμαι, πλέον ζητήσει τις, οὐδὲ τῶν σφόδρα εἰρηνικῶν τε καὶ φιλοθέων· ὑμεῖς δ᾿ ἂν εἰδείητε τὰ ἑξῆς. Οὐ γὰρ ἐγώ τι προσθήσω τῶν τραχυτέρων, ἐπειδὴ παίδων φείδεσθαι πατρικὸς νόμος. Ἀλλ᾿ ἵλεω τύχοιτε καὶ εἰρηνικοῦ τοῦ μεγάλου κριτοῦ, νῦν τε καὶ ἐν ἡμέρᾳ ἀνταποδόσεως, ἐν αὐτῷ Χριστῷ τῷ Κυρίῳ ἡμῶν· ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΛΟΓΟΣ 24.Εἰς τὸν ἅγιον ἱερομάρτυρα Κυπριανὸν, ἐξ ἀγροῦ μετὰ μίαν τῆς μνείας ἡμέραν ἐπανήκοντος.1. Μικροῦ Κυπριανὸς διέφυγεν ἡμᾶς· ὢ τῆς ζημία!ς καὶ ὑμεῖς ἠνέσχεσθε, οἱ πάντων μᾶλλον τὸν ἄνδρα θαυμάζοντες, καὶ ταῖς δι᾿ ἔτους τιμῶντες ἐκεῖνον τιμαῖς τε καὶ πανηγύρεσι· Κυπριανὸς, οὗ, καὶ τοῖς τἄλλα ἐπιλήσμοσι, μεμνῆσθαι τῶν ἀναγκαίων· εἴπερ τῶν ἀρίστων μάλιστα μνημονευτέον, καὶ ὧν τὸ μεμνῆσθαι ὅσιόν τε ὁμοῦ καὶ ὠφέλιμον, Ἀλλ᾿ ἀποδῶμεν σὺν τόκῳ τὸ χρέος, ἂν ἄρα τοσοῦτον εὐποροῦντες φανῶμεν, ἀλλὰ μὴ πάντα ὦμεν ἐνδεεῖς τε καὶ πένητες. Ἂν δὲ καὶ λίαν πένητες, οἶδ᾿ ὅτι συγγνώσεται ἡμῖν καὶ τῆς ὑπερημερίας, καὶ τῆς πενίας, ἐπεὶ καὶ πάντα μεγαλόψυχος ὁ ἀνὴρ καὶ φιλόσοφος· μόνον ἂν, ὅτι μὴ διέφυγεν ἡμᾶς, εὐχαριστήσωμεν. Εὐχαριστήσωμεν δέ· καὶ γὰρ ἄξιον. Ἀρκτέον δὲ οὕτως, ὡς εἰς καλὸν ὑμῖν ἐπανήκομεν, καὶ καλοῖς μέτροις Θεοῦ, τοῦ πάντα ἐν σταθμῷ καὶ μέτρῳ διορίζοντός τε καὶ διευθύνοντος, ἐκ τῆς ἡσυχίας ἐπὶ τὸν λόγον, ἐκ τῆς φιλομάρτυρος ἐπὶ μάρτυρας, ἐκ τῆς σωματικῆς ἀνέσεως ἐπὶ τὴν πνευματικὴν ἑστίασιν. 2. Ἐποθοῦμεν ὑμᾶς, ὦ τέκνα, καὶ ἀντεποθούμεθα τοῖς ἴσοις μέτροις· πείθομαι γάρ. Ὁρᾶτε πατρὸς εὐγνωμοσύνην· καὶ τὸ ἐμαυτοῦ λέγω, καὶ τὸ ὑμέτερον μαρτυρῶ, καὶ τοσοῦτον διαζευχθέντες ἀλλήλων, ὅσον τὸν πόθον γνωρίσαι καὶ δοκιμάσαι τῇ ἀποστάσει, καθάπερ οἱ ζωγράφοι τοὺς πίνακας, πάλιν συνήλθομεν. Ὡς μέγα μνήμης ἐμπύρευμα, καὶ βραχεῖα συνήθεια φίλων, τοῖς τε ἀγαπητικοῖς τὸν τρόπον, καὶ Θεοῦ μιμουμένοις φιλανθρωπίαν! Πῶς δὲ οὐκ ἐμέλλομεν, οἱ Χριστοῦ μαθηταὶ, τοῦ κενωθέντος δι᾿ ἡμᾶς μέχρι δούλου μορφῆς, καὶ ξένους ὄντας τῶν οὐρανίων πρὸς ἑαυτὸν συναγαγόντος, ἀνθέξεσθαί τε καὶ περιέξεσθαι ἀλλήλων, καὶ τηρήσειν τὴν ἑνότητα τοῦ πνεύματος ἐν τῷ συνδεσμῷ τῆς εἰρήνης, ἣ νόμου καὶ προφητῶν ἐστι μυστήριον, εἴτ᾿ οὖν κεφάλαιον; 3. Ἓν μὲν δὴ τοῦτο τῆς εὐεργεσίας καὶ πρῶτον, τὸ ὡς τάχιστα προσδραμεῖν ἀλλήλοις καὶ περιπτύξασθαι. Οὐδὲ γὰρ φέρει τὴν ἀναβολὴν ὁ ζῆλος· καὶ βίος ὅλος ἡμέρα μία τοῖς πόθῳ κάμνουσιν. Δεύτερον δὲ, ὃ καὶ μέγιστον, τὸ μὴ κατόπιν ἑορτῆς δραμεῖν, μηδὲ μαρτύρων μυσταγωγίας ἀπολειφθῆναι, καὶ τῆς ἐντεῦθεν ἐγγινομένης ἡμῖν τρυφῆς τε καὶ ἀναψύξεως. Ἐγὼ γὰρ τἄλλα μὲν ὁμολογῶ παντὸς εἶναι νωθέστερος· καὶ πάντα πόθον ἀπεσεισάμην, ἀφ᾿ οὗ Χριστῷ συνεταξάμην, καὶ οὐδὲν αἱρεῖ με τῶν ὅσα τερπνὰ τοῖς ἄλλοις καὶ περισπούδαστα· οὐ πλοῦτος ὁ κάτω συρόμενος καὶ περιτρεπόμενος, οὐ γαστρὸς ἡδοναὶ, καὶ κόρος πατὴρ ὕβρεως, οὐκ ἐσθὴς μαλακή τε καὶ περιῤῥέουσα, οὐ λίθων διαύγειαι καὶ χάριτες, οὐκ ἀκοὴ γοητεύουσα, οὐκ ὄσφρησις ἐκθηλύνουσα, οὐ κρότοι δήμων καὶ θεάτρων ἐκμαίνοντες, ὧν πάλαι τοῖς βουλομένοις παρεχωρήσαμεν· οὐχ ὅσα τῆς πρώτης γεύσεως ἡμῶν, ἐξ ἧς ἀπολώλαμεν, ἔκγονα· ἀλλὰ καὶ πολλὴν εὐήθειαν καταγινώσκω τῶν κρατεῖσθαι τούτοις ἀνεχομένων, καὶ τὸ τῆς ψυχῆς εὐγενὲς διαφθείρειν τῇ περὶ ταῦτα μικροπρεπείᾳ, καὶ ὡς ἑστῶσι προστιθεμένων τοῖς φεύγουσιν. Ἐκείνου δὲ λίαν ἀπλήστως ἔχω καὶ περιέχομαι, καὶ τοῦ πάθους ἐμαυτὸν ἀποδέχομαι· μαρτύρων τιμαῖς ἐπιτέρπομαι, καὶ ἀθλητῶν αἵμασιν ἐπαγάλλομαι· καὶ ἄλλων μὲν οἱ ἆθλοι καὶ τὸ κρατεῖν, ἐμοὶ δὲ οἱ στέφανοι. Τοσοῦτον προαρπάζω τὴν εὐκοσμίαν, καὶ οὕτως οἰκειοῦμαι τὰ κατορθώματ!α 4. Πᾶσι μὲν δὴ μάρτυσι πανηγυριστέον, καὶ πᾶσιν ἀνοικτέον ἑτοίμως καὶ γλῶσσαν, καὶ ἀκοὴν, καὶ διάνοιαν, καὶ λέγοντάς τι προθύμως περὶ αὐτῶν καὶ ἀκούοντας, καὶ πάντα ἐλάττω νομίζοντας τῆς ἐκείνων ἀθλήσεως. Καὶ γὰρ οὕτως ἔχει, πολλῶν ὄντων ἡμῖν εἰς ὁδηγίαν τοῦ κρείττονος, καὶ πολλῶν τῶν πρὸς ἀρετὴν παιδευμάτων, λόγου, νόμου, προφητῶν, ἀποστόλων, αὐτῶν τῶν Χριστοῦ παθημάτων, τοῦ πρώτου μάρτυρος ἐπὶ τὸν σταυρὸν ἀνελθόντος, κἀμὲ συναγαγόντος, ἵνα προσηλώσῃ τὴν ἐμὴν ἁμαρτίαν, καὶ τὸν ὄφιν θριαμβεύσῃ, καὶ τὸ ξύλον ἁγιάσῃ, καὶ τὴν ἡδονὴν νικήσῃ, καὶ τὸν Ἀδὰμ ἀνασώσῃ, καὶ τὴν εἰκόνα πεσοῦσαν ἀνακαλέσηται· τοςούτων ὄντων ἡμῖν καὶ τοιούτων, οὐδὲν ἔλαττον ἡμῖν εἰς παιδαγωγίαν οἱ μάρτυρες, ὁλοκαυτώματα λογικὰ, θύματα τέλεια, προσφοραὶ δεκταὶ, τῆς ἀληθείας κηρύγματα, τοῦ ψεύδους στηλιτεύματα, νόμου συμπλήρωσις, τοῦ γε πνευματικῶς νοουμένου, πλάνης κατάλυσις, κακίας διωγμὸς, ἁμαρτίας κατακλυσμὸς, κόσμου καθάρσιον. 5. Σὺ δέ μοι, Κυπριανὲ, τὸ τιμιώτατόν μοι καὶ πρᾶγμα καὶ ὄνομα, πλέον ἢ κατὰ τοὺς ἄλλους μάρτυρας (φθόνος γὰρ οὐδεὶς παρὰ μαρτύρων μάρτυσιν)· καὶ σοῦ διαφερόντως ἥττημαί τε τῆς ἀρετῆς, καὶ τῇ μνήμῃ κουφίζομαι, καὶ ὥσπερ ἔνθους ὑφ᾿ ἡδονῆς γίνομαι, καί τινα τρόπον σύνειμί τε τῇ μαρτυρίᾳ, καὶ κοινωνῶ τῆς ἀθλήσεως, καὶ ὅλος πρὸς σὲ μετανίσταμαι· τάχα μὲν διὰ τὴν τῶν λόγων οἰκείωσιν, οἷς τοσοῦτον τῶν ἄλλων ἐκράτεις, ὅσον τὰ λογικὰ τῆς ἀλόγου φύσεως (συνεισέρχεται γὰρ, οὐκ οἶδ᾿ ὅπως, φίλτρον τοῖς κατά τι συναπτομένοις, οὐχ ἧττον τοῖς λοιποῖς πράγμασιν, ἢ τοῖς περὶ ἀγχιστείαν αἵματο)ς· τάχα δὲ διὰ τὸ τῆς μεταβολῆς ἀθρόον τε καὶ παράδοξον, ὃ κρεῖττον λόγου καὶ παραδείγματος. Ἐπεὶ γλυκὺ μὲν ἥλιος μετὰ νέφος, ᾧ τέως συνεκαλύπτετο· γλύκιον δὲ τὸ ἔαρ, ὅτι μετὰ χειμῶνος κατήφειαν· ἡδίων δὲ μειδιῶσα γαλήνη, καὶ θάλασσα ἡπλωμένη, καὶ ταῖς ἀκταῖς προσπαίζουσα μετὰ πνευμάτων στάσιν, καὶ ὠδίνοντα κύματα. 6. Οὗτος Κυπριανὸς, ὦ ἄνδρες (ἵνα οἱ μὲν εἰδότες, ἡδίους γένησθε τῇ ὑπομνήσει, οἱ δὲ ἀγνοοῦντες, μάθητε τὸ κάλλιστον τῶν ἡμετέρων διηγημάτων, καὶ τὴν κοινὴν Χριστιανῶν φιλοτιμίαν), οὗτος ἐκεῖνος, τὸ μέγα ποτὲ Καρχηδονίων ὄνομα, νῦν δὲ τῆς οἰκουμένης ἁπάσης, ὁ πλούτῳ περιφανὴς, καὶ δυναστείᾳ περίβλεπτος, καὶ γένει γνώριμος (εἴ γε μέγιστον εἰς εὐγενείας ἀπόδειξιν, συγκλήτου βουλῆς μετουσία καὶ προεδρί)α, τὸ τῆς νεότητος ἄνθος, τὸ τῆς φύσεως ἄγαλμα, τὸ τῶν λόγων κράτος, τῶν τε κατὰ φιλοσοφίαν, καὶ ὅσοι τῆς ἄλλης παιδεύσεως, καὶ τούτων ὃ βούλει μέρος· ὡς μᾶλλον μὲν τὸ ποικίλον ἢ τὸ ἄκρον ἐν ἑκάστῳ θαυμάζεσθαι, μᾶλλον δὲ τὸ εὐδόκιμον ἐν ἑκάστῳ τῆς περὶ πάντα πολυμαθίας· ἢ, ἵνα διέλω σαφέστερον, τῶν μὲν τῷ ποικίλῳ, τῶν δὲ τῷ ἄκρῳ, ἔστι δὲ ὧν ἀμφοτέροις, πᾶσι δὲ πάντων ἐκράτει. 7. Τῶν μὲν οὖν λόγων καὶ οἱ λόγοι μάρτυρες, οὓς πολλοὺς καὶ λαμπροὺς ἐκεῖνος ὑπὲρ ἡμῶν κατεβάλετο, ἐπειδή γε μετήνεγκε Θεοῦ φιλανθρωπίᾳ τὴν παίδευσιν, τοῦ ποιοῦντος τὰ πάντα καὶ μετασκευάζοντος, πρὸς τὸ βέλτιον, καὶ τῷ λόγῳ τὴν ἀλογίαν ὑπέκλινεν· τὸ δὲ ἐντεῦθεν, οὐκ οἶδ᾿ ὅπως χρήσωμαι, τῷ λόγῳ καὶ τίς γένωμαι· πῶς μὲν μὴ μακρὸν ἀποτείνω λόγον, καὶ παντελῶς ἔξω τοῦ καιροῦ, πάντων τῶν Κυπριανοῦ μεμνημένος· πῶς δὲ μὴ τὰ μέγιστα ζημιώσω τοὺς παρόντας τοῖς σιωπωμένοις. Ἵν᾿ οὖν μέσην βαδίσω τοῦ καιροῦ, καὶ τοῦ πόθου τῶν ἀκουόντων, οὕτω μοι δοκεῖ ποιητέον εἶναι· τὰ μὲν ἄλλα παρεῖναι τοῖς εἰδόσιν, ἐκδιδάσκειν τοὺς ἀγνοοῦντας, εἴπερ εἰσί τινες, ἵν᾿ ἀμφότεροι εὐεργετῶνται ὁμοίως, καὶ οἱ διδάσκοντες τὰ ἐκείνου, καὶ οἱ μανθάνοντες (ἐπειδὴ καὶ τὸ μεμνῆσθαι τοῦ ἀνδρὸς, ἁγιασμὸς, καὶ μέγιστον εἰς παράκλησιν ἀρετῆς ὁ λόγο)ς· ἑνὸς δὲ ἢ δύο τῶν ἐκείνου διὰ βραχέων ἐπιμνησθῆναι, καὶ τούτων ὅσα μηδὲ βουλομένῳ παρελθεῖν δυνατόν. 8. Μνησθήσομαι δὲ τοῦ προτέρου βίου, καὶ ἥτις αὐτῷ γέγονε σωτηρίας ὁδὸς, καὶ τίς ἡ κλῆσις, καὶ ἡ πρὸς τὸ κρεῖττον μετάθεσις. Ἐκεῖνο μέν γε λίαν ἀγεννὲς καὶ μικρόψυχον, οἴεσθαι καθυβρίζεσθαι τὸν ἀθλητὴν τῇ μνήμῃ τῶν σκαιοτέρων. Ἐπεὶ οὕτω καὶ Παῦλος ἡμῖν οὐκ ἐπαινετὸς ὁ μέγας, καὶ Ματθαῖος ὁ τελώνης ἐν τοῖς κακίστοις, καὶ Κυπριανὸς αὐτός· ὁ μὲν τῶν προτέρων ἑαυτοῦ διωγμῶν μεμνημένος, καὶ τῆς τοῦ ζήλου μεταθέσεως, ἵν᾿ ἐκ τοῦ παραλλήλου μᾶλλον δοξάσῃ τὸν εὐεργέτην· ὁ δὲ τὸν Τελώνην ἑαυτῷ προστιθεὶς ἐν τῇ τῶν μαθητῶν ἀπαριθμήσει, ὥσπερ ἄλλο τι τῶν τιμίων ἐπίσημον· ὁ δὲ καὶ μακρῷ λόγῳ στηλιτεύων τὴν προτέραν ἑαυτοῦ κακίαν, ἵνα καὶ τοῦτο Θεῷ καρποφορήσῃ, τὴν ἐξαγόρευσιν, καὶ πολλοῖς ὁδὸς γένηται τῆς χρηστοτέρας ἐλπίδος τῶν ἀπὸ κακίας ἐπιστρεφόντων. Τίς οὖν ἡ κακία, καὶ σκοπεῖτε, ὅση καὶ ἡλίκη τὸ μέγεθος· Δαιμόνων ἦν θεραπευτὴς, ὁ Χριστοῦ μαθητὴς ὕστερον· καὶ διώκτης πικρότατος, ὁ μέγας τῆς ἀληθείας ἀγωνιστής· καὶ λόγῳ καὶ ἔργῳ ταράσσων τὴν ἡμετέραν ὁδὸν, διὰ τὸ ἐν ἀμφοτέροις κράτος, ὁ κράτιστος ἀμφότερα μετὰ τοῦτο Χριστιανοῖς. Ὅσον κακὸν καὶ γοητεία τούτοις προστιθεμένη, τῶν ἐκείνου τὸ γνωριμώτατον! ὅσῳ δεινότερον καὶ ἀπληστία σώματος, ἣ καὶ τοὺς τἄλλα σοφοὺς ἐκμαίνειν δύναται, καὶ χεῖρον φρονεῖν βιάζεται, καθάπερ ὑβριστὴς πῶλος, τὸν λογισμὸν συναρπάζουσ!α 9. Ἥκει δὲ ἡμῖν ἐπ᾿ αὐτὸ τὸ κεφάλαιον ὁ λόγος. Καὶ μὴ πρὸς τὰ πρῶτά τις ὁρῶν Κυπριανοῦ, ταῖς ἡδοναῖς ἐφιέτω· τοῖς δὲ τελευταίοις σωφρονιζέσθω. Παρθένος τις ἦν τῶν εὐπατρίδων, καὶ κοσμίων. Ἀκούετε, παρθένοι, καὶ συναγάλλεσθε, μᾶλλον δὲ καὶ τῶν ὑπὸ ζυγὸν ὅσαι σώφρονές τε καὶ φιλοσώφρονες· κοινὸν γὰρ ἀμφοτέραις καλλώπισμα τὸ διήγημα. Καὶ ἡ παρθένος καλὴ τῷ εἴδει σφόδρα· προσᾳδέτω ταύτῃ μεθ᾿ ἡμῶν ὁ θεῖος Δαβὶδ, Πᾶσα ἡ δόξα, λέγων, τῆς θυγατρὸς τοῦ βασιλέως ἔσωθεν, νύμφη Χριστοῦ γνησία, κάλλος ἀπόθετον, ἄγαλμα ἔμψυχον, ἀνάθημα ἄσυλον, τέμενος ἀνεπίβατον, κῆπος κεκλεισμένος, πηγὴ ἐσφραγισμένη (προσᾳδέτω γάρ τι καὶ Σολομὼν), μόνῳ Χριστῷ τηρουμένη. Ταύτης ὁ μέγας ἥλω Κυπριανὸς, οὐκ οἶδ᾿ ὅθεν καὶ ὅπως, τῆς πάντα ἀσφαλοῦς καὶ κοσμίας. Ψαύουσι γὰρ ὀφθαλμοὶ λίχνοι καὶ τῶν ἀψαύστων, τὸ προχειρότατον ὀργάνων καὶ ἀπληστότατον. Καὶ οὐχ ἥλω μόνον, ἀλλὰ καὶ ἐπείρα. Ὢ τῆς εὐηθείας, εἰ ταύτην συλήσειν ἤλπιζε, μᾶλλον δὲ τῆς ἀναισχυντίας τοῦ τὰ τοιαῦτα τολμῶντός τε καὶ τολμᾷν πείθοντο!ς Ἐκεῖνος καὶ εἰς τὸν παράδεισον ἀπ᾿ ἀρχῆς παρέδυ κατὰ τοῦ πρώτου πλάσματος· καὶ μέσος ἀγγέλων ἵσταται τὸν Ἰὼβ ἐξαιτήσων· καὶ τὸ τελευταῖον, κατ᾿ αὐτοῦ τολμᾷ τοῦ Δεσπότου, τοῦ καταλύσοντος αὐτὸν καὶ θανατώσοντος, καὶ πεῖραν προσάγει τῷ ἀπειράστῳ (ἐπειδὴ δεύτερον Ἀδὰμ εἶδε τοῦ Θεοῦ τὸ φαινόμενον), ὡς καὶ τοῦτον καταπαλαίσων. Ἠγνόει γὰρ, ὅτι περιπεσεῖται θεότητι, προςδραμὼν ἀνθρωπότητι. Τί οὖν θαυμαστὸν, εἰ καὶ διὰ Κυπριανοῦ πειρᾶται τῆς ἁγίας ψυχῆς, καὶ τοῦ ἀνεπάφου σώματος; 10. Πλὴν ὁ μὲν ἐπείρα, καὶ προαγωγῷ χρῆται, οὐ γυναίῳ τινὶ παλαιῷ τῶν πρὸς ταῦτα ἐπιτηδείων, ἀλλὰ δαιμόνων τινὶ τῶν φιλοσωμάτων καὶ φιληδόνων· ἐπειδὴ ταχεῖαι πρὸς τὴν τῶν τοιούτων ὑπηρεσίαν αἱ ἀποστατικαὶ δυνάμεις καὶ φθονεραὶ, πολλοὺς κοινωνοὺς ζητοῦσαι τοῦ πτώματος. Καὶ ὁ μισθὸς τῆς προαγωγίας, θυσίαι τε καὶ σπονδαὶ, καὶ ἡ δι᾿ αἱμάτων καὶ κνίσσης οἰκείωσις· τοιούτους γὰρ ἔδει μισθοὺς εἶναι τοῖς τὰ τοιαῦτα χαριζομένοις. Ἡ δὲ ὡς ᾔσθετο τοῦ κακοῦ, καὶ τὴν ἐπιβουλὴν ἔγνω (ταχύτεραι γὰρ αἱ καθαραὶ ψυχαὶ καὶ θεοειδεῖς πρὸς θήραν τοῦ ἐνεργοῦντος, κἂν ὅτι μάλιστα σοφιστικὸς ᾖ καὶ ποικίλος τὴν ἐπιχείρησιν), τί ποιεῖ, καὶ τί ἀντιτεχνᾶται τῷ δημιουργῷ τῆς κακίας; Πάντων ἀπογνοῦσα τῶν ἄλλων, ἐπὶ τὸν Θεὸν καταφεύγει, καὶ προστάτην ποιεῖται κατὰ τοῦ μισητοῦ πόθου τὸν ἑαυτῆς νυμφίον, ὃς καὶ Σωσάνναν ἐῤῥύσατο, καὶ Θέκλαν διέσωσεν· τὴν μὲν ἀπὸ πικρῶν πρεσβυτέρων, τὴν δὲ ἀπὸ τυράννου μνηστῆρος, καὶ τυραννικωτέρας μητρός. Τίνα τοῦτον; Χριστὸν, ὃς καὶ πνεύμασιν ἐπιτιμᾷ, καὶ κουφίζει βαπτιζομένους, καὶ πεζεύει πέλαγος, καὶ λεγεῶνα πνευμάτων τῷ βυθῷ δίδωσι· καὶ ῥύεται μὲν ἐκ λάκκου δίκαιον λέουσι προτεθέντα βορὰν, καὶ χειρῶν ἐκτάσει τοὺς θῆρας νικήσαντα· ῥύεται δὲ ὑπὸ κήτους καταποθέντα φυγάδα προφήτην, κἀν τοῖς σπλάγχνοις τὴν πίστιν διασωσάμενον· σώζει δὲ Ἀσσυρίους ἐν φλογὶ παῖδας, ἀγγέλῳ τὴν πυρὰν καταψύξας, καὶ τοῖς τρισὶ παραζεύξας τὸν τέταρτον. 11. Ταῦτα καὶ πλείω τούτων ἐπιφημίζουσα, καὶ τὴν Παρθένον Μαρίαν ἱκετεύουσα βοηθῆσαι παρθένῳ κινδυνευούσῃ, τὸ τῆς νηστείας καὶ χαμευνίας προβάλλεται φάρμακον· ὁμοῦ μὲν τὸ κάλλος μαραίνουσα ὡς ἐπίβουλον, ἵν᾿ ὑποσπάσῃ τῆς φλογὸς τὴν ὕλην, καὶ δαπανήσῃ τὸ τῶν παθῶν ὑπέκκαυμα· ὁμοῦ δὲ τὸν Θεὸν ἱλεουμένη διὰ τῆς πίστεως καὶ διὰ τῆς ταπεινώσεως· οὐδενὶ γὰρ οὕτω τῶν πάντων, ὡς κακοπαθείᾳ, θεραπεύεται Θεὸς, καὶ δάκρυσι τὸ φιλάνθρωπον ἀντιδίδοται. Ποθεῖτε τὰ ἑξῆς, οἶδ᾿ ὅτι, τοῦ διηγήματος. Ἀγωνιᾶτε γὰρ ὑπὲρ τῆς παρθένου, καὶ τοῦ ἐραστοῦ δὲ οὐχ ἧττον, μὴ εἰς κακὸν ἀμφοτέροις ὁ πόθος ἔληξεν. Ἀλλὰ θαρσεῖτε. Πίστεως γὰρ ὁ πόθος πρόξενος γίνεται· καὶ παρθένον ἑαυτῷ μνηστεύων ὁ ἐραστὴς, ὑπὸ Χριστοῦ μνηστεύεται· καὶ ἡ μὲν τῶν πόθων φλὸξ ἀποσβέννυται, ἡ δὲ τῆς ἀληθείας ἀνάπτεται. Πῶς καὶ τίνα τρόπον; Ἐνταῦθά μοι τὸ τοῦ διηγήματος ἥδιστον. Νικᾷ ἡ παρθένος, νικᾶται ὁ δαίμων. Ὁ πειραστὴς πρόσεισι τῷ ἐραστῇ, καταμηνύει τὴν ἧτταν· περιφρονεῖται. Δυσχεραίνει τῆς ὑπεροψίας· ἀμύνεται τὸν ὑπερόπτην. Ἡ ἄμυνα δὲ τίς; Εἰς αὐτὸν εἰσοικίζεται· τὸν τέως θεραπευτὴν, ἵνα κακῷ τὸ κακὸν ἐκκρουσθῇ, καὶ λύσσα λύσσης ἴαμα γένηται. Τῆς παρθένου μὲν ἀποκρούεται, καθάπερ τι μηχάνημα τείχους ὀχυροῦ καὶ γενναίου, λόγου φυγὰς καὶ δεήσεως· τῷ πέμψαντι δὲ προσπαλαίει, (ὢ τοῦ θαύματο!)ς πρὸς τὸν βαλόντα πάλιν ἀναστραφεὶς, καὶ συμπνίγων, ὥσπερ τινὰ Σαοὺλ δεύτερον. 12. Τί οὖν ὁ ἄφρων ἐραστὴς καὶ σώφρων ἐπίληπτος; Ζητεῖ τοῦ κακοῦ τὴν λύσιν, εὑρίσκει· εὐμήχανον γὰρ ἅπαν τὸ πιεζόμενον. Τίς ἡ λύσις; Ἐπὶ τὸν τῆς παρθένου καταφεύγει Θεὸν, ὥσπερ Σαοὺλ ἐπὶ τὴν κινύραν τοῦ Δαβὶδ καὶ τὰ κρούσματα· πρόσεισι τῷ ταύτης Ποιμένι· καθαίρεται, ὥσπερ τοῦ πόθου διὰ τῆς πληγῆς, οὕτω τοῦ πονηροῦ πνεύματος διὰ τῆς εἰς Χριστὸν πίστεως· μετατίθεται τὸν πόθον· ἐπὶ πολὺ μὲν ἀπιστούμενος καὶ ἀποπεμπόμενος· καὶ γὰρ ἐδόκει τὸ πρᾶγμα τῶν ἀπίστων εἶναι καὶ θαυμασίων, Κυπριανὸν ἐν Χριστιανοῖς ἀριθμηθῆναί ποτε, εἰ καὶ πάντες ἄνθρωποι· μετατίθεται δ᾿ οὖν, καὶ ἀπόδειξις τῆς μεταβολῆς ἐναργής· Προτίθησι δημοσίᾳ τὰς γοητικὰς βίβλους· θριαμβεύει τοῦ πονηροῦ θησαυροῦ τὴν ἀσθένειαν· κηρύσσει τὴν ἄνοιαν, λαμπρὰν ἐξ αὐτῶν αἴρει τὴν φλόγα, πυρὶ δαπανᾷ τὴν μακρὰν ἀπάτην, ἣ μιᾷ φλογὶ σαρκὸς οὐκ ἐπήμυνεν· ἀφίσταται τῶν δαιμόνων, οἰκειοῦται Θεῷ. Ὢ τῆς χάριτο!ς Ὅση Θεὸν εὑρίσκει πονηρῷ πόθῳ καὶ πνεύματι, πρόβατον ἱερὸν τῆς ἱερᾶς γίνεται ποίμνης, ὡς δὲ ἐγώ τινος ἤκουσα, καὶ νεωκόρος, πολλὰ δεηθεὶς, ἵνα φιλοσοφήσῃ τὸ ταπεινὸν εἰς κάθαρσιν τῆς προτέρας ἀλαζονείας. Εἶτα ποιμὴν, καὶ ποιμένων ὁ κράτιστός τε καὶ δοκιμώτατος. Οὐ γὰρ τῆς Καρχηδονίων προκαθέζεται μόνον Ἐκκλησίας, οὐδὲ τῆς ἐξ ἐκείνου καὶ δι᾿ ἐκεῖνον περιβοήτου μέχρι νῦν Ἀφρικῆς, ἀλλὰ καὶ πάσης τῆς ἑσπερίου, σχεδὸν δὲ καὶ τῆς ἑῴας αὐτῆς, νοτίου τε καὶ βορείου λήξεως, ἐφ᾿ ὅσα ἐκεῖνος ἦλθε τῷ θαύματι. Οὕτω Κυπριανὸς ἡμέτερος γίνεται. 13. Ταῦτα ὁ τῶν σημείων καὶ τῶν τεράτων Θεός· ταῦτα, ὁ τὸν Ἰωσὴφ ἀγαγὼν εἰς Αἴγυπτον ὤνιον διὰ ἀδελφῶν ἐπηρείας, καὶ ἐν γυναικὶ δοκιμάσας, καὶ ἐν σιτοδοσίᾳ δοξάσας, καὶ ἐν ἐνυπνίοις σοφίσας, ἵν᾿ ἐπὶ ξένης πιστευθῇ, καὶ ὑπὸ Φαραὼ τιμηθῇ, καὶ πατὴρ γένηται πολλῶν μυριάδων, δι᾿ ἃς Αἴγυπτος βασανίζεται, θάλασσα τέμνεται, ἄρτος ὕεται, ἥλιος ἵσταται, γῆ τῆς ἐπαγγελίας κληροδοτεῖται. Οἶδε γὰρ πόῤῥωθεν καταβάλλεσθαι τῶν μεγάλων πραγμάτων ἡ σοφία τὰς ὑποθέσεις, καὶ διὰ τῶν ἐναντίων τὰ ἐναντία οἰκονομεῖσθαι, ἵνα καὶ μᾶλλον θαυμάζηται. Ἀπόχρη καὶ ταῦτα τῶν του Κυπριανοῦ καλῶν εἰς μέτρον εὐφημίας τελειωτάτης. Νῦν δὲ τοσαῦτά ἐστι τὰ λειπόμενα καὶ τοιαῦτα, ὥστε εἰ καὶ μηδὲν αὐτῷ τῶν προειρημένων ὑπῆρχεν εἰς ἔπαινον, ἐξαρκεῖν τοῖς ἑξῆς νικᾷν ἅπαντας. Ἵνα γὰρ τὰ ἐν μέσῳ συντέμω, τὴν τῶν χρημάτων περιφρόνησιν, τὴν τοῦ τύφου κατάλυσιν, τὴν τοῦ σώματος παιδαγωγίαν καὶ καθαρότητα τῶν προτέρων ὁρμῶν ἀντίπαλον, τὸ περὶ τὴν ἐσθῆτα φιλόσοφον, τὸ περὶ τὰς ἐντεύξεις ὑψηλόν τε ὁμοῦ καὶ φιλάνθρωπον, ὡς ἴσον ἀπέχειν εὐτελείας καὶ αὐθαδείας· τὰς χαμευνίας, τὰς ἀγρυπνίας, ὃς, καίτοι τῶν τοιούτων ὀψιμαθὴς ὢν, κατὰ πολὺ τῶν προειληφότων ἐκράτει· τὴν περὶ λόγους φιλοτιμίαν, ἐξ ὧν ἦθος ἅπαν ἐπαίδευσε, καὶ δογμάτων ἀπαιδευσίαν ἐκάθηρε, καὶ ἀνδρῶν βίους ἐκόσμησε, καὶ τῆς ἀρχικῆς καὶ βασιλικῆς Τριάδος τὴν θεότητα τεμνομένην, ἔστι δὲ ὑφ᾿ ὧν καὶ συναλειφομένην, εἰς τὸ ἀρχαῖον ἐπανήγαγεν, ἐν ὅροις μείνας εὐσεβοῦς ἑνώσεώς τε καὶ συναριθμήσεως· ἵνα ταῦτα συνέλω διὰ τὴν ἀμετρίαν, τῇ τοῦ βίου καταλύσει συγκαταλύσω τὸν λόγον. 14. Ἐμαίνετο καθ᾿ ἡμῶν Δέκιος, καὶ πάσας ἰδέας κολάσεων ἐπενόει, καὶ τὰ μὲν ἤδη παρῆν τῶν δεινῶν, τὰ δὲ ἔμελλεν· ἴσον δὲ ἀγώνισμα ποιεῖται, καὶ Χριστιανοὺς ἑλεῖν, καὶ τοὺς πρὸ αὐτοῦ διώκτας ὑπερβαλεῖν, μᾶλλον δὲ, ἢ Χριστιανοὺς πάντας, ἢ Κυπριανὸν μόνον ἑλεῖν τε καὶ παραστήσασθαι. Ὅσῳ γὰρ εὐσεβείᾳ τε καὶ δόξῃ διαφέρειν τὸν ἄνδρα ἐγίνωσκε, τοσούτῳ καὶ τὴν νίκην ἑαυτῷ περιφανεστέραν ἑώρα καὶ λαμπροτέραν, εἰ τούτου κρατήσειεν. Ἐκείνως μὲν γὰρ Χριστιανῶν μόνον ὑπάρχειν κρατεῖν, οὕτω δὲ καὶ φιλοσοφίας αὐτῆς, καὶ λόγων. Καὶ τὴν γλῶσσαν περιελεῖν πρότερον, εἶτα ἀφώνους ἀπαγαγεῖν καὶ ἀλόγους τοὺς ὑπ᾿ ἐκείνης ἐρειδομένους, ἀρίστης εἶναι στρατηγίας ἐνόμιζεν· οὐκ ὀρθῶς μὲν, οὐδὲ εὐσεβῶς ταῦτα διανοούμενος, οὐ μὴν παντάπασιν ἀλογίστως, πρός γε τὴν ἑαυτοῦ βούλησιν καὶ ἐπιχείρησιν· ἔδειξε δὲ τὸ ἔργον. Ἐπειδὴ γὰρ ἅπασαν προσβολήν τε καὶ πεῖραν ἀνδρικῶς τε καὶ γενναίως ἀποσεισάμενος, ὥσπερ τις πέτρα παράλιος κυμάτων ἐπιδρομὰς, τέλος ἐξορίαν ὑπ᾿ αὐτοῦ κατακρίνεται· οὐ τὸ καθ᾿ ἑαυτὸν ἔστερξεν ὁ γεννάδας, οὐδὲ ἠγάπα σωζόμενος· οὐδὲ ἀσφάλειαν τῷ σώματι μᾶλλον τὴν ἀτιμίαν ἐνόμιζεν, ἢ ψυχῆς κίνδυνον τὴν ἡσυχίαν, καὶ τὸ περιορᾷν τοὺς ἄλλους τῷ καιρῷ κινδυνεύοντας, οὐκ ὄντος τοῦ παιδοτριβοῦντος, καὶ πρὸς τὸν ἀγῶνα θαῤῥύνοντος. Οὐ γὰρ μικρὸν δύνασθαι καὶ λόγον εἰς ἀνδρείας προσθήκην τοῖς ἀποδυομένοις πρὸς τὸ τῆς ἀρετῆς στάδιον. 15. Διὰ τοῦτο τῷ σώματι μὲν ἀπῆν, τῷ πνεύματι δὲ παρῆν, καὶ τοῖς ἀθλοῦσι συνηγωνίζετο· καὶ τῇ γλώσσῃ μὲν βοηθεῖν οὐκ εἶχεν, βοηθεῖ δὲ τῷ γράμματι. Πῶς; Ἀλείπτης ὑπερόριος γίνεται, τοὺς προτρεπτικοὺς συγγράφων, καὶ λογογραφῶν τὴν εὐσέβειαν, καὶ πλείους ἐκεῖνος σχεδὸν ἐξ ἐπιστολῶν ποιεῖται μάρτυρας μόνος, ἢ πάντες δι᾿ ἑαυτῶν οἱ παρόντες τοῖς τότε κάμνουσι. Πείθει γὰρ, μὴ πατρίδα, μὴ γένος, μὴ περιουσίαν, μὴ δυναστείαν, μὴ ἄλλο τι τῶν χαμαὶ κειμένων, ἔμπροσθεν ἄγειν τῆς ἀληθείας, καὶ τῶν ἐκεῖθεν ἀποκειμένων ἄθλων τῆς ἀρετῆς, τοῖς ὑπὲρ τοῦ καλοῦ κινδυνεύουσι. Καὶ ταύτην εἶναι πραγματειῶν τὴν ἀρίστην, αἵματος ὀλίγου βασιλείαν οὐρανῶν ὠνήσασθαι, καὶ δόξης ἀιδιότητα τῶν προςκαίρων ἀντιλαβεῖν ἀγαθῶν. Μίαν μὲν γὰρ εἶναι πατρίδα τοῖς ὑψηλοῖς, τὴν νοουμένην Ἱερουσαλὴμ, οὐ τὰς μικροῖς ὁρίοις ἐνταῦθα διειλημμένας, καὶ πολλοὺς ἀμειβούσας οἰκήτορας· μίαν δὲ γένους λαμπρότητα, τὴν τῆς εἰκόνος τήρησιν, καὶ πρὸς τὸ ἀρχέτυπον ἐξομοίωσιν, ὅσον ἐφικτὸν τοῖς σαρκὸς δεσμίοις, καὶ βραχεῖαν ἀποῤῥοὴν τοῦ καλοῦ δέχεσθαι δυναμένοις· μίαν δὲ δυναστείαν, τὸ κατὰ τοῦ πονηροῦ κράτος, καὶ τὸ τῆς ψυχῆς ἀνάλωτον καὶ ἀήττητον ἐν τοῖς ὑπὲρ εὐσεβείας ἀγῶσιν, ἡνίκα κακία πρὸς ἀρετὴν ἀγωνίζεται, καὶ κόσμος πρὸς κόσμον, ὁ λυόμενος πρὸς τὸν ἑστῶτα, καὶ πικρὸς ἀγωνοθέτης πρὸς γενναίους ἀγωνιστὰς, καὶ Βελίαρ πρὸς Χριστὸν παρατάσσεται. Διὰ ταῦτα καταφρονεῖν μὲν ξιφῶν ἀνέπειθε, ψυχρὸν δὲ νομίζειν τὸ πῦρ, ἡμέρους δὲ οἴεσθαι θηρῶν τοὺς ἀγριωτάτους, λιμὸν δὲ ὑπολαμβάνειν τὴν ἀνωτάτω τρυφὴν, δάκρυα δὲ τῶν οἰκείων, καὶ θρήνους, καὶ οἰμωγὰς παρατρέχειν, ὡς τοῦ πονηροῦ δελεάσματα, καὶ κωλύματα τῆς θείας ὁδοιπορίας. Ταῦτα γὰρ εἶναι ἀνδρικῶν ψυχῶν καὶ γενναίων, καὶ λογισμοῦ σώφρονος. Καὶ τὸ παράδειγμα ἐγγύθεν αὐτὸς ὁ ταῦτα λέγων καὶ γράφων, πάντα ἡγησάμενος σκύβαλα, ἵνα Χριστὸν κερδήσῃ. 16. Οὕτω διανοούμενος Κυπριανὸς, καὶ οὕτως ὁπλίζων τοῖς λόγοις πρὸς τὸν ἀγῶνα, πολλοὺς ἀθλητὰς ἀπειργάζετο. Καὶ τίνα μισθὸν τούτων κομίζεται; Ὡς δαψιλῆ καὶ φιλότιμον! Μάρτυς ἐπὶ πᾶσιν οἷς προέπεμψε γίνεται, ξίφει τὴν κεφαλὴν τμηθεὶς καὶ ταῖς πολλαῖς βασάνοις ταύτην ἐπιτίθησι τὴν κορωνίδα. Οὕτω Χριστῷ προςάγεται, οὕτω πρὸς Χριστὸν μετατίθεται, ὁ πολὺς ἐν ἀσεβείᾳ, καὶ πλείων ἐν εὐσεβείᾳ Κυπριανὸς, ὁ μέγας καὶ διώκτης καὶ στεφανίτης, ὁ τὴν μεταβολὴν οὐχ ἧττον ἢ τὴν ἀρετὴν θαυμάσιος. Οὐ γὰρ οὕτω μέγα τύπον ἀγαθοῦ διασώσασθαι, ὡς τὸ καινοτομῆσαι θεοσέβειαν. Τὸ μὲν γὰρ τῆς συνηθείας, τὸ δὲ τῆς εὐβουλίας· καὶ τὸ μὲν τῶν πολλοῖς ὑπαρχόντων, τοῦ δὲ ὀλίγα τὰ παραδείγματα. 17. Ἀλλ᾿ οἷον δὴ κἀκεῖνο τῶν ἐκείνου θαυμάτων; Μικρὸν ἔτι τῷ λόγῳ προσκαρτερήσωμεν, ἵνα τῷ ἀθλητῇ χαρισώμεθα. Τοιαύτη μὲν ἡ τοῦ ἀνδρὸς πολιτεία, τοιοῦτος δὲ ὁ τῆς ἀθλήσεως τρόπος. Ἐπεὶ δὲ καταλύει τὸν βίον (εἰ θέμις τοῦτο εἰπεῖν, ἀλλὰ μὴ πρὸς Θεὸν ἐκδημίαν ὀνομάσαι τὸ ἐκείνου πρᾶγμα, ἢ πόθου πλήρωσιν, ἢ δεσμῶν λύσιν, ἢ βάρους διάζευξιν), θαυματουργεῖταί τι κἀνταῦθα τῶν προειληφότων ἄξιον· τὸ μὲν ὄνομα πολὺ παρὰ πᾶσι Κυπριανοῦ, καὶ οὐ Χριστιανοῖς μόνον, ἀλλὰ καὶ τοῖς τὴν ἐναντίαν ἡμῖν τεταγμένοις (πᾶσι γὰρ ὁμοίως τὸ καλὸν αἰδέσιμον)· τὸ σῶμα δὲ ἀφανὲς ἦν, καὶ ὁ θησαυρὸς παρά τινι γυναίῳ τῶν θερμῶν εἰς εὐσέβειαν, καὶ τοῦτο ἐπὶ μακρόν· οὐκ οἶδ᾿ εἴτε τιμῶντος τοῦ Θεοῦ τὴν φιλόθεον, καὶ διὰ τοῦτο περιεχομένην τοῦ μάρτυρος, εἴτε τὸν πόθον ἡμῶν γυμνάζοντος, εἰ μὴ φέροιμεν ζημιούμενοι, καὶ τῶν ἁγίων λειψάνων ἀποστερούμενοι. Ἐπεὶ δὲ οὐκ ἠνέσχετο τὸ πάντων ἀγαθὸν ἴδιον ποιῆσαί τινος ὁ τῶν μαρτύρων Θεὸς, οὐδὲ τὸ κοινὸν ζημιῶσαι τῇ πρὸς ἐκείνην χάριτι, δημοσιεύει τὸ σῶμα δι᾿ ἀποκαλύψεως, καὶ ταύτην γυναίῳ τινὶ τῶν ἀξίων τὴν τιμὴν καταθέμενος· ἵν᾿ ἁγιασθῶσι καὶ γυναῖκες, ὥσπερ τὸν Χριστὸν καὶ τεκοῦσαι πρότερον, καὶ τοῖς μαθηταῖς ἀπαγγείλασαι μετὰ τὴν ἐκ νεκρῶν ἀνάστασιν, οὕτω καὶ νῦν Κυπριανὸν, ἡ μὲν παραδείξασα, ἡ δὲ παραδοῦσα τὸ κοινὸν ὄφελος. Τοῦτο τῶν ἐκείνου καλῶν τὸ τελευταῖον. Οὕτως εἰς μέσον ἔρχεται ὁ τοῦ μὴ λαθεῖν ἄξιος, καὶ οὐ συγχωρεῖται φιλοσοφῆσαι τὴν ἑαυτοῦ κλοπὴν, ἐπειδὴ καὶ τῶν ἐπὶ τοῖς σώμασι τιμῶν κρείσσων ἐκεῖνος καὶ ὑψηλότερος. 18. Τὰ μὲν οὖν παρ᾿ ἡμῶν τοσαῦτα, καὶ οὐκ οἶδ᾿, ὅτι δεῖ πλείονα λέγειν. Οὐδὲ γὰρ, εἰ μακρὸν ἀποτείναιμεν λόγον, εἴποιμεν ἄν τι τῶν ἐκείνῳ προσόντων ἄξιον, καὶ ὧν ἕκαστος περὶ τοῦ ἀνδρὸς ὑπείληφεν. Καὶ ταῦτα, ὅσον ἀφοσιώσασθαι τὴν ὀφειλομένην ἐκείνῳ τιμὴν, διήλθομεν· τὰ δὲ λοιπὰ παρ᾿ ὑμῶν αὐτῶν προσθετέον, ἵνα τι καὶ αὐτοὶ τῷ μάρτυρι προσενέγκητε, τὴν τῶν δαιμόνων καθαίρεσιν, τὴν τῶν νόσων κατάλυσιν, τὴν τοῦ μέλλοντος πρόγνωσιν· ἃ πάντα δύναται Κυπριανοῦ καὶ ἡ κόνις μετὰ τῆς πίστεως, ὡς ἴσασιν οἱ πεπειραμένοι, καὶ τὸ θαῦμα μέχρις ἡμῶν παραπέμψαντες, καὶ τῷ μέλλοντι παραδώσοντες χρόνῳ. Μᾶλλον δὲ τὰ μείζω τούτων προεισενέγκατε, καὶ οἷα τοὺς ἐκεῖνον γνησίως τιμῶντας εἰκὸς, σώματος κένωσιν, ψυχῆς ἀνάβασιν, κακίας ἀποφυγὴν, ἀρετῆς ἐπίδοσιν· αἱ παρθένοι τὴν ἀσαρκίαν, αἱ γυναῖκες τὴν εὐκοσμίαν ἀρετῆς μᾶλλον ἢ σώματος, οἱ νέοι τὴν κατὰ τῶν παθῶν ἀνδρίαν, οἱ πρεσβῦται τὴν εὐβουλίαν, οἱ ἐν δυναστείᾳ τὴν εὐνομίαν, οἱ ἐν στρατηγίᾳ τὴν ἡμερότητα, οἱ ἐν λόγοις τὸ εὔλογον· εἴπω τι καὶ τῶν ἡμετέρων, οἱ ἱερεῖς τὴν μυσταγωγίαν, οἱ τοῦ λαοῦ τὴν εὐπείθειαν, οἱ ἐν πένθει τὴν παράκλησιν, οἱ ἐν εὐημερίᾳ τὸν φόβον, οἱ πλούσιοι τὴν μετάδοσιν, οἱ πένητες τὴν εὐχαριστίαν· πάντες τὴν κατὰ τοῦ πονηροῦ καὶ πικροῦ διώκτου παράταξιν, ἵνα μὴ φαινόμενος βάλλῃ, μὴ τοξεύῃ κρυπτόμενος, μὴ ὡς σκότος πολεμῇ, μὴ ὡς ἄγγελος φωτὸς παίζῃ, καὶ κλέπτῃ πρὸς τὸ τῆς ἀπωλείας βάραθρον. 19. Δεινὸν ὀφθαλμοῖς ἁλῶναι, καὶ γλώσσῃ τρωθῆναι, καὶ ἀκοῇ δελεασθῆναι, καὶ διὰ θυμοῦ ζέσαντος ἐμπρησθῆναι, καὶ γεύσει κατενεχθῆναι, καὶ ἁφῇ μαλακισθῆναι, καὶ τοῖς ὅπλοις τῆς σωτηρίας, ὅπλοις θανάτου χρήσασθαι· δέον τῷ θυρεῷ φραξαμένους τῆς πίστεως, στῆναι πρὸς τὰς μεθοδείας τοῦ Πονηροῦ· καὶ μετὰ Χριστοῦ νικήσαντας, καὶ μετὰ τῶν μαρτύρων ἀθλήσαντας, τῆς μεγάλης ἐκείνης ἀκοῦσαι φωνῆς· Δεῦτε, οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἐπηγγελμένην ὑμῖν βασιλείαν, ἔνθα εὐφραινομένων πάντων ἡ κατοικία, καὶ χορευόντων χορείαν τὴν ἀκατάλυτον· ἔνθα ἦχος ἑορταζόντων, καὶ φωνὴ ἀγαλλιάσεως, καὶ θεότητος ἔλλαμψις τελεωτέρα καὶ καθωτέρα, ἧς νῦν ἐν αἰνίγμασι καὶ σκιαῖς ἡ ἀπόλαυσις. Τούτοις Κυπριανὸς χαίρει μᾶλλον τιμώμενος, ἢ πᾶσιν ὁμοῦ τοῖς ἄλλοις· ταῦτα καὶ παρὼν ἐφιλοσόφει τῷ βίῳ, καὶ ἀπὼν πᾶσι διακελεύεται διὰ τῆς ἡμετέρας φωνῆς· ἣν μηδαμῶς ἀτιμάσητε, εἴπερ τι μέλει τῆς ἐκείνου καρτερίας ὑμῖν, καὶ τῶν ἐκείνου περὶ τῆς ἀληθείας ἀγωνισμάτων, κἀμοῦ τοῦ ταῦτα πρεσβεύοντος. Αὗταί σοι τῶν ἐμῶν λόγων αἱ ἀπαρχαὶ, ὦ θεία καὶ ἱερὰ κεφαλή· τοῦτό σοι καὶ τῶν λόγων γέρας καὶ τῆς ἀθλήσεως· οὐ κότινος Ὀλυμπιακὸς, οὔτε μῆλα Δελφικὰ παίγνια, οὐδὲ Ἰσθμικὴ πίτυς, οὐδὲ Νεμαίας σέλινα, δι᾿ ὧν ἔφηβοι δυστυχεῖς ἐτιμήθησαν· ἀλλὰ λόγος, τὸ πάντων οἰκειότατον τοῖς Λόγου θεραπευταῖς· εἰ δὲ καὶ τῶν σῶν ἄθλων καὶ λόγων ἄξιον, τοῦ Λόγου τὸ δῶρον. Σὺ δὲ ἡμᾶς ἐποπτεύοις ἄνωθεν ἵλεως, καὶ τὸν ἡμέτερον διεξάγοις λόγον καὶ βίον, καὶ τὸ ἱερὸν τοῦτο ποίμνιον ποιμαίνοις, ἢ συμποιμαίνοις, τά τε ἄλλα εὐθύνων ὡς οἷόν τε πρὸς τὸ βέλτιστον, καὶ τοὺς βαρεῖς λύκους ἀποπεμπόμενος, τοὺς θηρευτὰς τῶν συλλαβῶν καὶ τῶν λέξεων· καὶ τὴν τῆς ἁγίας Τριάδος ἔλλαμψιν, ἧς σὺ νῦν παραστάτης, τελεωτέραν τε καὶ λαμπροτέραν ἡμῖν χαριζόμενος, ἣν προςκυνοῦμεν, ἣν δοξάζομεν, ᾗ συμπολιτευόμεθα, προσκυνοῦντες Πατέρα ἐν Υἱῷ, Υἱὸν ἐν ἁγίῳ Πνεύματι, ᾗ καὶ παρασταίημεν ὕστερον εἰλικρινεῖς καὶ ἀπρόσκοποι, ἧς καὶ μεταλάβοιμεν τέλειοι τελείως, ἐν αὐτῷ Χριστῷ τῷ Κυρίῳ ἡμῶν, ᾧ πᾶσα δόξα, τιμὴ καὶ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΛΟΓΟΣ 25.Εἰς Ἥρωνα τὸν φιλόσοφον.1. Τὸν φιλόσοφον ἐπαινέσομαι, καὶ εἰ κάμνω τῷ σώματι· φιλόσοφον γάρ· ἐπαινέσομαι δὲ καὶ λίαν εἰκότως. Ὁ μὲν γὰρ φιλόσοφος, ἐγὼ δὲ σοφίας θεραπευτής· ὥστε μοι καὶ πρὸς λόγον ὁ ἔπαινος, ἵν᾿, εἰ μή τι ἄλλο, τοῦτό γε φιλοσοφήσω, τὸ θαυμάζειν φιλόσοφον. Ἢ γὰρ φιλοσοφητέον, ὡς ὁ ἐμὸς λόγος, ἢ τιμητέον φιλοσοφίαν, εἴπερ μὴ μέλλοιμεν παντελῶς ἔξω τοῦ καλοῦ πίπτειν, μηδὲ ἀλογίαν κατακριθήσεσθαι λογικοὶ γεγονότες, καὶ διὰ λόγου πρὸς Λόγον σπεύδοντες. Φιλοσοφείτω δὲ ἡμῖν ὡς ἑν τῶν ἄλλων ὁ ἀνὴρ, τὸ ἐπαινεῖσθαι, καὶ καρτερείτω τὴν εὐφημίαν. Οὐ γὰρ ἵνα χαρισώμεθα ἐπαινεσόμεθα (ἴσμεν τοῦ φιλοσόφου τὸ ἀφιλότιμον, καὶ πρός γε οὐδὲν ἂν ὁ λόγος προσθείη τοῖς πράγμασιν, ὅτι μὴ καὶ τῆς ἀξίας ἐλαττώσῃ διὰ τῆς ἀσθενείας τῆς ἑαυτο)ῦ, ἀλλ᾿ ἵν᾿ ἡμᾶς αὐτοὺς ὠφελήσωμεν. Τοῦτο γὰρ οὐκ ἔτι περιφρονήσει φιλοσοφία, ᾗ γε τὸ εὖ ποιεῖν τι τὸν ἡμέτερον βίον, ἔργον καὶ σπούδασμα. Πρώτη δὲ τῶν εὐεργεσιῶν, τὸ ἐπαινεῖσθαι τὰ καλά. Ζήλου γὰρ ὁ ἔπαινος πρόξενος· ζῆλος δὲ, ἀρετῆς· ἀρετὴ δὲ, μακαριότητος· ἡ δὲ, τὸ ἄκρον τῶν ἐφετῶν, καὶ πρὸς ὃ τείνει πᾶσα σπουδαίου κίνησις. 2. Δεῦρο δὴ οὖν, ὦ φιλοσόφων ἄριστε καὶ τελεώτατε· προσθήσω δὲ, ὅτι καὶ μαρτύρων τῆς ἀληθείας. Δεῦρό μοι τῆς νόθου σοφίας ἔλεγχε, τῆς ἐν λόγῳ κειμένης, καὶ δι᾿ εὐγλωττίας γοητευούσης, ὑπὲρ δὲ τοῦτο μηδὲν διαρθῆναι, μήτε δυναμένης, μήτε θελούσης· ὁ περιδέξιος τὴν ἀρετὴν, ὅση τε θεωρίας, καὶ ὅση πράξεως· ὁ τὰ ἡμέτερα φιλοσοφῶν ἐν ἀλλοτρίῳ τῷ σχήματι· τάχα δὲ οὐδὲ ἀλλοτρίῳ, εἴπερ ἀγγελικὸν, ἡ λαμπροφορία, καὶ ἡ φαιδρότης, ὅταν τυπῶνται σωματικῶς· σύμβολον, οἶμαι, τοῦτο τῆς κατὰ τὴν φύσιν αὐτῶν καθαρότητος. Δεῦρό μοι, φιλόσοφε, καὶ σοφὲ, (μέχρι γὰρ τίνος τὸ φιλεῖν σοφίαν, εἰ μηδαμοῦ σοφία;) καὶ κύων, οὐ τὴν ἀναισχυντίαν, ἀλλὰ τὴν παῤῥησίαν· οὐδὲ τὸ γαστρίμαργον, ἀλλὰ τὸ ἐφήμερον· οὐδὲ τὴν ὑλακὴν, ἀλλὰ τὴν φυλακὴν τοῦ καλοῦ, καὶ τὸ ὑπὲρ τῶν ψυχῶν ἄγρυπνον, καὶ τὸ σαίνειν μὲν ὅσον κατ᾿ ἀρετὴν οἰκεῖον, ὑλακτεῖν δὲ ὅσον ἀλλότριον. Δεῦρό μοι στῆθι τῶν ἱερῶν πλησίον, καὶ τῆς μυστικῆς ταύτης τραπέζης, κἀμοῦ τοῦ διὰ τούτων μυσταγωγοῦντος τὴν θέωσιν, οἷς σε προσάγει λόγος καὶ βίος, καὶ ἡ διὰ τοῦ παθεῖν κάθαρσις. Δεῦρό σε ἀναδήσω τοῖς ἡμετέροις στεφάνοις, καὶ ἀνακηρύξω λαμπρᾷ τῇ φωνῇ, οὐκ ἐν Ὀλυμπίᾳ μέσῃ, οὐδὲ ἐν θεάτρῳ μικρῷ τῆς Ἑλλάδος, οὐδὲ ἠγωνισμένον παγκράτιον, ἢ πυγμὴν, ἢ δίαυλον, ἤ τι τῶν μικρῶν ἀγωνισμάτων, καὶ ἐπὶ μικροῖς τοῖς ἄθλοις, οὐδὲ εἰς τιμὴν ἡρώων τινὸς ἢ δαιμόνων, συμφορᾷ καὶ μύθῳ τετιμημένων (τοιαῦτα γὰρ ἐκείνων τὰ σεμνά τε καὶ τίμια, χρόνον προςλαβόντα τῆς ἀνοίας ἐπίκουρον, καὶ συνήθειαν ἔννομον)· ἀλλ᾿ ἐναντίον Θεοῦ, καὶ ἀγγέλων, καὶ παντὸς τοῦ τῆς Ἐκκλησίας πληρώματος· καὶ νενικηκότα ψεῦδος αἱρέσεων, εἰς τιμὴν Θεοῦ ζῶντος, καὶ τὸ παθεῖν τοῖς οἰκείοις πάθεσιν ἐκδιδάσκοντος, καὶ ὧν ἆθλον, οὐρανῶν βασιλεία, καὶ Θεὸν γενέσθαι τοῦ παθεῖν ὑψηλότερον. 3. Ἀλλὰ τίς ἡ ἀνάῤῥησις; Εἰ μὲν τὴν συντομωτέραν ποθεῖτε καὶ γνωριμωτέραν· Οὗτος τῆς ἀληθείας ἀγωνιστὴς ἀψευδέστατος, καὶ τῆς Τριάδος ὑπέρμαχος ἄχρις αἵματος, καὶ τῶν διωκόντων τῷ ποιεῖν κακῶς, τῷ πάσχειν προθύμως διώκτης· οὐδὲν γὰρ οὕτω νικᾷ τὸν διώκοντα, ὡς προθυμία τοῦ πάσχοντος. Εἰ δὲ τὴν τελεωτέραν καὶ πλατυτέραν· Οὗτος ἄριστος μὲν ἐξ ἀρίστων, καὶ ἐξ εὐγενῶν εὐγενέστατος. Εὐγένειαν δὲ λέγω, οὐχ ἣν οἱ πολλοὶ νομίζουσιν· ἄπαγ!ε Οὐ πρὸς ἡμῶν οὕτω θαυμάζειν, οὐδὲ φιλόσοφον, τὴν ἐκ μύθων καὶ τάφων ἐρχομένην καὶ πάλαι σεσηπυίας ὀφρύος· οὐδὲ τὴν ἐξ αἱμάτων καὶ γραμμάτων προσγινομένην, ἣν νύκτες χαρίζονται, καὶ βασιλέων ἴσως οὐδὲ εὐγενῶν χεῖρες, προστασσόντων, ὥςπερ ἄλλο τι, τὴν εὐγένειαν· ἀλλ᾿ ἣν εὐσέβεια χαρακτηρίζει καὶ τρόπος, καὶ ἡ πρὸς τὸ πρῶτον ἀγαθὸν ἄνοδος, ὅθεν γεγόναμεν. Ταύτης ἀπόδειξις μία τῆς εὐγενείας. Οὐ γὰρ ἀθλητὴς μόνον ἡμῖν ὁ γεννάδας, ἀλλὰ καὶ ἐκ μαρτύρων· ὥστε οἴκοθεν αὐτῷ τὸ τῆς ἀρετῆς παράδειγμα. Πολίτης δὲ, σοφίᾳ μὲν, τῆς οἰκουμένης ἁπάσης (οὐδὲ γὰρ ἀνέχεται μικροῖς ὅροις Κυνικὴ περιγράφεσθα)ι· σώματι δὲ, τῆς Ἀλεξανδρέων πόλεως, τῆς σὺν ὑμῖν, ἢ μεθ᾿ ὑμᾶς εὐθέως ἀριθμουμένης· ἧς πᾶσι πάντων κρατούσης, θερμότης τὸ ἰδιαίτατον, καὶ ταύτης τὸ κάλλιστον, Χριστιανισμὸς, καὶ ἡ περὶ τοῦτο διάθεσις, ἐκ προαιρέσεως μὲν ἀρχομένη, τῇ δὲ φύσει βεβαιουμένη. Τῇ γὰρ εὐσεβείᾳ τὸ θερμὸν προςχωρῆσαν, ζῆλος ἐγένετο· ζῆλος δὲ, ἀσφάλεια πίστεως. 4. Τραφεὶς δὲ οὕτω καὶ παιδευθεὶς, ὡς εἰκὸς τὸν ἐκ τοιούτων γεγονότα καὶ τοιοῦτον ἐσόμενον, ἐπειδὴ βίων αἱρέσεως καιρὸς ἐδόκει (ἣν κρηπῖδα τοῦ πράττειν εὖ ἢ κακῶς ἐγὼ τίθεμα)ι, εἶδέ τι μέγα, καὶ νεανικὸν, καὶ τῶν πολλῶν ὑψηλότερον. Τρυφὴν μὲν ἀτιμάζει καὶ περιουσίαν, καὶ δυνάστειαν πλέον, ἢ τοὺς ἄλλους οἱ ταῦτα προέχοντες· καὶ τὴν μὲν ὡς πρώτην κακοπάθειαν, τὴν δὲ ὡς ἐσχάτην πενίαν, τὴν δὲ ὡς ἀσθένειαν τὴν ἀνωτάτω, διαπτύει καὶ ἀποπέμπεται. Οὐδὲν γὰρ ἀγαθὸν εἶναι, ὃ μήτε βελτίους ποιεῖ τοὺς κεκτημένους, ἀλλὰ καὶ χείρους ὡς τὰ πολλά· μήτε διὰ τέλους παραμένει τοῖς ἔχουσι. Φιλοσοφίαν δὲ προΐσταται τὴν δέσποιναν τῶν παθῶν καὶ τῷ καλῷ προσβαίνει νεανικῶς, καὶ ἀπὸ τῆς ὕλης τέμνεται, πρὶν διαζευχθῆναι τῆς ὕλης· καὶ τῶν ὁρωμένων κατεξανίσταται, μεγέθει φύσεως καὶ προαιρέσεως εὐγενείᾳ, τοῖς ἑστῶσι προσθέμενος. Ἐπειδὴ οὕτω διενοήθη, τοῦτο μὲν οὐδὲ βουλῆς ἠξίωσε, ποτέραν δεῖ τῶν φιλοσοφιῶν ἑλέσθαι μᾶλλον, τὴν ἔξω καὶ παίζουσαν τὰς τῆς ἀληθείας σκιὰς ἐν τῷ τῆς φιλοσοφίας σχήματι καὶ προβλήματι, ἢ τὴν ἡμετέραν καὶ ταπεινὴν μὲν τῷ φαινομένῳ, ὑψηλὴν δὲ τῷ κρυπτομένῳ, καὶ πρὸς Θεὸν ἄγουσαν· ἀλλὰ πάσαις ψήφοις αἱρεῖται τὴν ἡμετέραν, μηδὲν ὅλως ἐπὶ τὰ χείρω παρατραπεὶς τὴν διάνοιαν, μηδὲ ὑπὸ τῆς τῶν λόγων κομψείας παρασυρεὶς, ᾗ μέγα φρονοῦσιν οἱ τὰ Ἑλλήνων φιλοσοφοῦντες. Ἐκεῖνο δὲ πρῶτον φιλοσοφεῖ, γνῶναι τῶν ἡμετέρων ὁδῶν τὴν αἱρετωτέραν τε καὶ λυσιτελεστέραν ἐπίσης αὐτῷ τε καὶ πᾶσι Χριστιανοῖς. Πανταχοῦ γὰρ τῷ καθ᾿ ἑαυτὸν καὶ τὸν κοινὸν συλλαμβάνειν, ψυχῆς εἶναι τελεωτάτης τε καὶ φιλοσοφωτάτης ἐνόμιζεν. Οὐδὲ γὰρ ἑαυτῷ γεγενῆσθαι μόνον ἕκαστον ἡμῶν, ἀλλὰ καὶ πᾶσιν, ὅσοι τῆς αὐτῆς μετέχουσι φύσεως, καὶ παρὰ τοῦ αὐτοῦ, καὶ ἐπὶ τοῖς αὐτοῖς γεγόνασιν. 5. Ὁρῶν δὲ τὸν μὲν ἐρημικὸν βίον καὶ ἰδιάζοντα. καὶ τῶν πολλῶν ἔκφυλον καὶ ἀλλότριον, μέγαν μὲν καὶ ὑψηλὸν, καὶ ὑπὲρ τὰ ἀνθρώπινα, μέχρις αὐτῶν δὲ μόνων τῶν κατορθούντων ἱστάμενον, καὶ τὸ τῆς ἀγάπης κοινωνικὸν καὶ φιλάνθρωπον ἀπαρνούμενον, ἣν ἐν πρώτοις εἶναι τῶν ἐπαινουμένων ἐγίνωσκε· πρὸς δὲ καὶ ἀδοκίμαστον, ὡς οὔτε ἐν τοῖς πράγμασι γυμναζόμενον, οὔτε ἄλλοις παραμετρούμενον· τὸ δὲ κοινωνικὸν καὶ ἐπίμικτον, πρὸς τῇ βασάνῳ τῆς ἀρετῆς, ἔτι καὶ εἰς τοὺς πολλοὺς διατεῖνον, καὶ θείας οἰκονομίας ἐγγὺς, ἣ καὶ πεποίηκε τὸ πᾶν, καὶ φιλίᾳ συνέδησε, καὶ τὸ ἡμέτερον γένος ἐκπεσὸν τοῦ καλοῦ διὰ τὴν ἐπεισελθοῦσαν κακίαν, ἐκ τῆς πρὸς ἡμᾶς ἐπιμιξίας καὶ ὁμιλίας πάλιν ἀνεκαλέσατο· ταῦτα διανοηθείς τε καὶ διελόμενος, καὶ ἅμα τὸν Ἑλληνικὸν τῦφον κολάσαι τῶν καλῶν εἶναι νομίσας, οἳ τῷ τρίβωνι καὶ τῇ ὑπήνῃ τὸ σεμνὸν ὑποδύονται· τί ποιεῖ, καὶ πῶς τὴν φιλοσοφίαν μεταχειρίζεται; Μέσην τινὰ χωρεῖ τῆς τε ἐκείνων ἀλαζονείας, καὶ τῆς ἡμετέρας σοφίας, καὶ τῶν μὲν τὸ σχῆμα καὶ τὴν σκηνὴν, ἡμῶν δὲ τὴν ἀλήθειαν καὶ τὸ ὕψος φιλοσοφεῖ. 6. Διὰ τοῦτο Περιπάτους μὲν, καὶ Ἀκαδημίας, καὶ τὴν σεμνὴν Στοὰν, καὶ τὸ αὐτόματον Ἐπικούρου μετὰ τῶν ἀτόμων καὶ τῆς ἡδονῆς, ἐρίῳ στέψας, ὥς τις ἐκείνων τὸν ποιητὴν, ὡς ποῤῥωτάτω πέμπει καὶ ἀποκρούεται. Κυνικῆς δὲ, τὸ μὲν ἄθεον διαπτύσας, τὸ δὲ ἀπέριττον ἐπαινέσας, τοῦτό ἐστιν ὃ νῦν ὁρᾶτε, κύων κατὰ τῶν ὄντως κυνῶν, καὶ φιλόσοφος κατὰ τῶν ἀσόφων, καὶ Χριστιανὸς ὑπὲρ πάντων, καὶ νικῶν τὴν μὲν ἐκείνων αὐθάδειαν τῇ τοῦ σχήματος ὁμοιότητι, τῶν δὲ παρ᾿ ἡμῖν ἔστιν ὧν τὴν ἀπειροκαλίαν τῇ καινότητι τοῦ ἐνδύματος, δεικνὺς, ὅτι μὴ ἐν μικροῖς τὸ εὐσεβὲς, μηδὲ ἐν τῷ κατηφεῖ τὸ φιλόσοφον, ἀλλ᾿ ἐν ψυχῆς στεῤῥότητι καὶ διανοίας καθαρότητι, καὶ γνησίᾳ τῇ πρὸς τὸ καλὸν νεύσει, ὅπως ἂν τοῦ σχήματος ἔχωμεν, καὶ οἷστισιν ἂν ὁμιλῶμεν, εἴτε ἡμῖν αὐτοῖς μόνοις συστέλλοντες τὸν νοῦν ἀπὸ τῶν αἰσθήσεων, εἴτε τοῖς πολλοῖς τε καὶ ὁμοφύλοις ἰδιάζοντες ἐν τῷ κοινῷ, καὶ φιλοσοφοῦντες ἐν οὐ φιλοσοφοῦσιν (ὡς ἡ Νῶε κιβωτὸς ἐκείνη, ἐν κατακλυσμῷ κατακλυσμοῦ κουφοτέρα· καὶ ἡ τοῦ ὄρους βάτος, ἢν καῖον τὸ πῦρ οὐ κατέκαιε, τὸ μέγα Μωϋσέως ὅραμα, οὔτε αὐτοί τι πάσχοντες τοῖς πολλοῖς, οὐ μᾶλλόν γε ἢ ἀδάμας τοῖς παίουσι, καὶ δι᾿ ἑαυτῶν τοὺς ἄλλους βελτίους ποιοῦντες εἰς δύναμιν. Ταύτης καρπὸς τῆς φιλοσοφίας, οὐ λόγῳ πλαττόμεναι πόλεις (σκινδαψοί τινες, ὡς αὐτοί φασι, καὶ τραγέλαφοι, ἃ γλῶσσα μόνη συντίθησιν)· οὐδὲ κατηγορίαι τινὲς, καὶ ἀναλύσεις, καὶ μίξεις· οὐδὲ συμβάματα καὶ παρασυμβάματα, καὶ ἡ τεχνολογουμένη σοφία· οὐδὲ γραμμαί τινες οὐδαμοῦ κείμεναι, οὐδὲ ἀστέρων πλοκαὶ καὶ σχήματα κατὰ τῆς Προνοίας ἐπινοούμενα. Ταῦτα μὲν γὰρ αὐτῷ δευτέρου λόγου καὶ πάρεργα, καὶ τοσοῦτον παιζόμενα, ὅσον μὴ παίζεσθαι παρὰ τῶν εἰδέναι προσποιουμένων. 7. Τί δὲ τὸ πρῶτον καὶ σπουδαζόμενον; Ἡ πρὸς ἄρχοντας δικαιολογία, ἡ πρὸς βασιλεῖς παῤῥησία, κατὰ τὸν θεῖον Δαβὶδ λαλοῦντα ἐναντίον βασιλέων καὶ μὴ αἰσχυνόμενον, δήμων ἀλογίαν συστεῖλαι κυμαινομένων, δυναστῶν ἐξουσίαν ἀγριαινόντων, οἴκων ἀῤῥωστίαν στασιαζόντων, ἀπαιδεύτων ἀγροικίαν, πεπαιδευμένων ἀλαζονείαν, πλοῦτον ἐπαιρόμενον, κόρον ὑβρίζοντα, πενίαν κακουργοῦσαν, θυμὸν ἐκφερόμενον καὶ τὸν λογισμὸν ἐκφέροντα, ἡδονῆς ἀμετρίαν, γέλωτος ἀκρασίαν, λύπης ἀδημονίαν παῦσαι, νεότητος ἀνωμαλίαν, γήρως μικροψυχίαν, χηρείας ἐρημίαν, ὀρφανίας ἀπόγνωσιν. Ταῦτα τῶν συλλογισμῶν καὶ τῶν γραμμῶν, καὶ τοῦ κεχηνέναι πρὸς τοὺς ἀστέρας, ἆρ᾿ οὐ μακρῷ προτιμήσει τις εὖ φρονῶν; ἐκεῖνο ἐνθυμηθεὶς, ὅτι συναγόντων μὲν πάντων, ἢ γεωμετρούντων, ἢ ἀστρονομούντων, οὐδὲν ἂν ὁ βίος ἡμῶν παρὰ τοῦτο ὠφεληθείη, ὅτι μὴ καὶ τὰ πάντα λυθήσεται· τούτων δὲ ὧν εἶπον ἀναιρουμένων, ἀταξία τὸ πᾶν καὶ σύγχυσις. Ταῦτα τῆς Ἀντισθένους ἀλαζονείας, καὶ τῆς Διογένους ὀψοφαγίας, καὶ τῆς Κράτητος κοινογαμίας, τί χρὴ λέγειν ὅσῳ κρείττω καὶ ὑψηλότερα; Πλὴν φειδόμεθα κἀκείνων αἰδοῖ τῆς προσηγορίας, ἵνα τι τοῦ ἀνδρὸς ἀπολαύσωσιν. Ἡμεῖς δὲ, ἵνα τὰ ἐν μέσῳ συνέλωμεν, τὸ σῶφρον, τὸ ἐγκρατὲς, τὸ ἄτυφον, τὸ ἐπίχαρι, τὸ κοινωνικὸν, τὸ φιλάνθρωπον, τἄλλα οἷς ὑπὲρ ἅπαντας ὁ ἀνὴρ, ἐπὶ τὸ τελευταῖον μὲν τῇ τάξει, πρῶτον δὲ τῇ δυνάμει τρεψόμεθα. 8. Ἦν ὅτε γαλήνην εἴχομεν ἀπὸ τῶν αἱρέσεων, ἡνίκα Σίμωνες μὲν, καὶ Μαρκίωνες, Οὐαλεντῖνοί τέ τινες, καὶ Βασιλεῖδαι, καὶ Κέρδωνες, Κήρινθοί τε καὶ Καρποκράτεις, καὶ πᾶσα ἡ περὶ ἐκείνους φλυαρία τε καὶ τερατεία, ἐπὶ πλεῖστον τὸν τῶν ὅλων Θεὸν τεμόντες, καὶ ὑπὲρ τοῦ Ἀγαθοῦ τῷ Δημιουργῷ πολεμήσαντες, ἔπειτα κατεπόθησαν τῷ ἑαυτῶν βυθῷ καὶ τῇ σιγῇ παραδοθέντες, ὥσπερ ἦν ἄξιον. Μοντανοῦ δὲ τὸ πονηρὸν πνεῦμα, καὶ τὸ Μανοῦ σκότος, καὶ ἡ Ναυάτου θρασύτης, ἢ καθαρότης, Σαβελλίου τε ἡ κακὴ συνηγορία τῆς μοναρχίας εἶξε, καὶ ὑπεχώρησεν, ἡ μὲν εἰς ἀντίπαλον μοῖραν ἀποκριθεῖσα, ἡ δὲ καὶ πάντη περιφρονηθεῖσα καὶ παραῤῥιφεῖσα διὰ τὸ ἀσθενές· ἄλλο δὲ οὐδὲν παρελύπει τὴν Ἐκκλησίαν. Οἱ γὰρ διωγμοὶ καὶ λαμπροτέραν αὐτὴν ἐποίουν τοῖς πάθεσιν. Οὐ πολὺ τὸ ἐν μέσῳ, καὶ δευτέρα ζάλη κατὰ τῆς Ἐκκλησίας ἐγείρεται, ὁ τυφὼν τῆς ἀδικίας, τὸ πλήρωμα τῆς ἀσεβείας, ὁ λεγεὼν τῶν πνευμάτων, ἡ ἀντίχριστος γλῶσσα, ὁ ἀδικίαν εἰς τὸ ὕψος λαλήσας νοῦς, ἡ κατατομὴ τῆς θεότητος· οὗ δεινὴ μὲν ἡ ἐγχείρησις, δεινοτέρα δὲ ἡ τελευτὴ, καὶ τῆς Ἰούδα προδοσίας ἀξία, ἣν ἐκεῖνος κατὰ τοῦ Σωτῆρος ἡμῶν ἐτόλμησεν, Ἄρειος, ὁ καλῶς μετὰ τῆς μανίας ὀνομαζόμενος. Οὗτος ἀπὸ τῆς Ἀλεξανδρέων ἀρξάμενος πόλεως, κἀκεῖ τὸ δεινὸν ἐκμελετήσας, ἔπειτα, ὥσπερ τις ἀγρία φλὸξ, ἀπὸ μικροῦ τοῦ σπινθῆρος τὸ πολὺ τῆς οἰκουμένης ἐπιδραμὼν, ὑπὸ τῶν Πατέρων ἡμῶν καταλύεται, καὶ τοῦ εὐσεβοῦς ἀριθμοῦ τοῦ τότε καταλαβόντος τὴν Νίκαιαν, καὶ εἴσω περιγραπτῶν ὅρων τε καὶ ῥημάτων τὴν θεολογίαν στήσαντος. 9. Πάλιν πονηρὰ βασιλεία, καὶ πάλιν ἀναζῇ τὸ κακὸν, καὶ ὥσπερ τὰ ὕπουλα τῶν τραυμάτων ἀναστομοῦται καὶ ἀναῤῥήγνυται. Καὶ λύκοι βαρεῖς, ἄλλος ἄλλοθεν διαλαβόντες ἡμᾶς, τὴν Ἐκκλησίαν σπαράττουσιν. Ἱερεῖς τε κατὰ ἱερέων ἐξοπλισθέντες, καὶ δῆμοι δήμοις ἐπιμανέντες· καὶ βασιλεὺς ἀσεβείᾳ διδοὺς παῤῥησίαν, καὶ κατὰ τῆς ὀρθῆς δόξης νομοθετῶν· καὶ οἱ μήτε ἄνδρες, μήτε γυναῖκες, παρ᾿ αὐτῷ δυναστεύοντες. Τίς ἂν τὰ τότε κακὰ πρὸς ἀξίαν ἐκτραγῳδήσειε; τὰς φυγὰς, τὰς δημεύσεις, τὰς ἀτιμίας, τὰς ἐπὶ τῆς ἐρημίας συνάξεις, μυριάδων ὅλων καὶ πόλεων ὑπαιθρίων ταλαιπωρουμένων, καὶ ὑετοῖς καὶ χειμῶσι πιεζομένων; τὰς ἐντεῦθεν ἐπαναστάσεις (οὐδὲ γὰρ τὴν ἐρημίαν εἶχον ἀκίνδυνον); τὰ ἔτι τούτων χαλεπώτερα, τοὺς αἰκισμοὺς, τοὺς θανάτους, τὰς θριαμβεύσεις ἐπισκόπων, φιλοσόφων, ἀνδρῶν, γυναικῶν, νέων, γεγηρακότων; τοὺς ἐπινοοῦντας τὰ δεινὰ, τοὺς προσεπινοοῦντας, τοὺς ὑπηρετουμένους τῇ ἀσεβείᾳ δυνάστας, οἷς τοῦτο μόνον πολλάκις εἰς εὐδοκίμησιν ἤρκεσε, τὸ πικροτέρους φανῆναι τῆς τοῦ κρατοῦντος βουλήσεως; 10. Ἄρτι μὲν ὁ λαμπρὸς διωγμὸς εἶχε πέρας, καὶ Περσὶς καλῶς ἡμῖν ἐδίκασε τὸν ἀλιτήριον καταλύσασα, καὶ πολλῶν αἱμάτων εἰσπραξαμένη δίκην δι᾿ ἑνὸς αἵματος· ἄρτι δὲ ὁ ἀπρεπὴς ἄρχεται, καὶ τὸ ἀμύνειν Χριστιανοῖς πρόσχημα ἔχων τῆς ἀσεβείας, τοῖς ἀληθῶς Χριστιανοῖς ἐπιφύεται· καὶ τοσοῦτον ἐκείνου χαλεπώτερος γίνεται, ὅσῳ τότε μὲν ἡ ἄθλησις περιφανεστέρα καὶ λαμπροτέρα, νῦν δὲ καὶ τὸ παθεῖν ἀφιλότιμον, παρά γε τοῖς οὐ δικαίοις τῶν παθῶν λογισταῖς. Βούλεσθε δάκρυα τῷ θεάτρῳ κινήσω, καὶ αὐτῷ γε ἴσως τῷ καρτερικωτάτῳ, καὶ τῶν παθῶν κρείσσονι, ἑνὸς τῶν τότε γενομένων ἐπιμνησθείς; Μάρτυρες δὲ πολλοὶ τοῦ λόγου· καὶ γὰρ καὶ εἰς πολλοὺς ἦλθεν ἡ τραγῳδία τοῦ πάθους· οἶμαι δὲ καὶ ὁ μέλλων ὑπολήψεται χρόνος τοῦ καιροῦ τὸ διήγημα. Ναῦς φόρτον ἔχουσα τῶν πρεσβυτέρων ἕνα, καὶ τοῦτον οὐδὲ ὑπὲρ κακοῦ τινος, ἀλλ᾿ ὑπὲρ πίστεως κινδυνεύοντα, κατὰ πελάγους ἀφίεται, οὐχ ἵνα σώσῃ τὸν ἐπιβάτην, ἀλλ᾿ ἵνα ἀπολέσῃ. Καὶ ὁ φόρτος πρόθυμος· εὐσεβὴς γάρ. Καὶ πῦρ τῷ φόρτῳ συνέμπορον· καὶ τρυφᾷ τὸ καινὸν τῆς κολάσεως ὁ διώκτης. Φεῦ τοῦ θεάματο!ς Φεῦ τοῦ δράματο!ς Ἡ ναῦς πελάγιος· τὸ θέατρον ἐπὶ ταῖς ἀκταῖς, τῶν μὲν ἐφηδομένων, τῶν δὲ ὀδυρομένων. Πῶς ἂν ἐν ὀλίγῳ τὸ πολὺ παραστήσαιμι; ἀνάπτεται τὸ πῦρ, δαπανᾶται ἡ ναῦς, συνδαπανᾶται ὁ φόρτος, πῦρ ὕδατι μίγνυται, καὶ συντρέχει τὰ ἐναντία εἰς εὐσεβοῦς κόλασιν, καὶ δύο στοιχεῖα ἑν σῶμα μερίζεται, καὶ πυρσὸς ὑπὲρ θαλάσσης αἴρεται ξένος. Ὧ, προσῆλθε μὲν τάχα τις, ὡς ἡμέρῳ καὶ φιλανθρώπῳ· προσελθὼν δὲ, εὗρε θέαμα ἐλεεινόν τε καὶ ἄπιστον, ἄνευ κυβερνήτου πλοῦν, ἄνευ χειμῶνος ναυάγιον· καὶ ὁ πρεσβύτερος κόνις, καὶ οὐδὲ κόνις, σπαρεὶς ἐν τοῖς ὕδασι. Καὶ οὐδὲ τοσοῦτον ἡ ἱερωσύνη, ὅσον τελευτῆς γοῦν εὐσχημονεστέρας τυχεῖν· εἰ δὲ μὴ τελευτῆς, ἀλλὰ ταφῆς γε πάντως, ἣ καὶ τοῖς ἀσεβέσιν ὀφείλεται. Τοιοῦτος ὁ τοῦ ἀσεβοῦς στόλος· τοιοῦτον τοῦ εὐσεβοῦς τὸ τέλος· καὶ οὐδαμοῦ πῦρ ἄνωθεν εὐαγέστερον, οὐδὲ κολαστικὸν τοῦ τοιαῦτα πυρσεύοντος. 11. Ἀλλὰ τί μοὶ τῶν ἔξωθεν; Ἐπ᾿ αὐτὴν ἤδη βαδιστέον τὴν σὴν ἄθλησιν, καὶ τοὺς σοὺς ὑπὲρ εὐσεβείας ἀγῶνας, οὓς πᾶσι τοῖς προλαβοῦσιν, ὥσπερ τινὰ σφραγῖδα καλὴν, ἐπέθηκας. Ἤκμαζε μὲν ἐν τῇ σῇ πόλει τὸ τῆς αἱρέσεως ταύτης κακὸν, ὅθεν καὶ ἤρξατο. Ἐπεὶ δὲ τὸν μὲν ἁγιώτατον τῆς οἰκουμένης ὀφθαλμὸν, καὶ ἀρχιερέα τῶν ἱερέων, τὸν τῆς σῆς ὁμολογίας καθηγητὴν καὶ διδάσκαλον τοῖς ἑαυτοῦ περὶ τῆς εὐσεβείας ἀγῶσι, τὴν μεγάλην φωνὴν, τὸ τῆς πίστεως ἔρεισμα, τὸν δεύτερον Χριστοῦ λύχνον καὶ πρόδρομον, εἰ θέμις τοῦτο εἰπεῖν, ἐν γήρᾳ καλῷ κοιμηθέντα, καὶ πλήρη τῶν κατὰ Θεὸν ἡμερῶν, μετὰ τὰς συκοφαντίας, μετὰ τοὺς ἄθλους, μετὰ τὴν περιβόητον χεῖρα, μετὰ τοὺς ζῶντας νεκροὺς, ἡ Τριὰς πρὸς ἑαυτὴν μετατίθησιν, ᾗ συνέζησε, καὶ ὑπὲρ ἧς ἐκινδύνευσεν (Ἀθανάσιον οἶδ᾿ ὅτι πάντες ἐν τοῖς λόγοις ἀνέγνωτ)ε· δευτέρα δέ τις Αἰγύπτου πληγὴ καὶ μάστιξ ἑαυτὸν ἐπεισάγει τῇ Ἐκκλησίᾳ ὁ τῆς ἀληθείας προδότης, ὁ τῶν λύκων ποιμὴν, ὁ διὰ τῆς αὐλῆς ὑπερβαίνων λῃστὴς, ὁ δεύτερος Ἄρειος, ἡ θολερὰ καὶ ἄποτος ἀνατροπὴ, ὁ τῆς ἀθέου πηγῆς δαψιλέστερος ποταμός· ὀκνῶ μὲν τὰς τότε παρανομίας εἰπεῖν καὶ μιαιφονίας, μεθ᾿ ὧν τὸν ἅγιον καταλαμβάνει θρόνον ὁ θὴρ, καὶ τῆς πονηρᾶς εἰσόδου τὰ προτελέσματα· ὀδύρομαι δ᾿ ὅμως ὀλίγα ἐκ πολλῶν (ἃ καὶ ὑμεῖς ὀδύρεσθέ τε καὶ προωδύρασθ)ε, τῷ θείῳ Δαβὶδ συγχρησάμενος· Ὁ Θεὸς, ἤλθοσαν ἔθνη εἰς τὴν κληρονομίαν σου, ἐμίαναν τὸν ναὸν τὸν ἅγιόν σου, καὶ τὰ ἐπὶ τούτοις· Ἔθεντο τὰ θνησιμαῖα τῶν δούλων σου, πετεινῶν βρώματα, καὶ θηρίων σπαράγματα. Προσθήσω δὲ παρ᾿ αὐτοῦ κἀκεῖνα ἐξ ἄλλου θρήνου καὶ ἑτέρας ᾠδῆς· Ὅσα ἐπονηρεύσατο ὁ ἐχθρὸς ἐν τῷ ἁγίῳ σου, καὶ ἐνεκαυχήσαντο οἱ μισοῦντές σε ἐν μέσῳ τῆς ἑορτῆς σου. Πῶς γὰρ οὐκ ἐνεκαυχήσαντο; πῶς δὲ οὐκ ἐμίαναν τὸν ναὸν τὸν ἅγιόν σου συμφοραῖς πολυτρόποις καὶ παντοίοις κακοῖς; 12. Ἐστρατήγει μὲν ἀνὴρ ἄθεος καὶ παράνομος, οὐδὲ ὄνομα Χριστιανοῦ περικείμενος (τοῦτο γὰρ τῆς ὕβρεως τὸ δεινότατον), ἀλλ᾿ ἐκ τῶν εἰδώλων ἐπὶ τὸν τοῦ Θεοῦ ναὸν ἐπειγόμενος, ἐκ τῶν ἀκαθάρτων αἱμάτων ἐπὶ τὰ μυσαρώτερά τε καὶ βδελυκτότερα, καὶ τοῦτο ἱερουργῶν ἴσως τὴν καθ᾿ ἡμῶν ὕβριν τοῖς δαίμοσι· παρετάσσετο δὲ δύναμις θυμῷ ζέουσα, στρατὸς ἀλλόκοτος καὶ ἀνήμερος κατὰ τῶν ἀόπλων καὶ ἀπολέμων. Ἐξωθεῖτο μὲν ὁ τοῦ ἁγίου διάδοχος ἱερεὺς, ὁ νόμῳ καὶ τάξει Πνεύματος κεχρισμένος, καὶ πολιᾷ καὶ φρονήσει τετιμημένος· ἐβασίλευε δὲ Ταβεὴλ, ὁ κληρονόμος τῶν ἀλλοτρίων. Κατὰ τῶν ἁγίων ὅπλα, κατὰ τῶν ἀσύλων μιαραὶ χεῖρες, κατὰ τῶν ᾠδῶν σάλπιγγες. Σκόπει μοι τὰ τούτοις ἑπόμενα, πίπτοντας ἄνδρας ἐν τοῖς ἁγίοις, συμπατουμένας γυναῖκας, ἔστιν ἃς καὶ μετὰ τοῦ φόρτου τῆς φύσεως, τοὺς προώρους τόκους καὶ ἀτόκους, εἰπεῖν οἰκειότερον· διελκομένας παρθένους οἰκτρῶς, αἰκιζομένας αἰσχρότερον (αἰσχύνομαι καὶ γυναῖκας καὶ ἄνδρας εἰπεῖν τὸν τρόπον, καὶ γυμνῶσαι τῷ λόγῳ τὰ κρυπτὰ τῆς αἰσχύνης, οἷς καὶ τότε γυμνωθεῖσιν αἰσχύνομα)ι, τὰς μὲν κατὰ φρεάτων φερομένας τῶν ἔνδον τοῦ ἱεροῦ, τὰς δὲ ἐκ τῶν ὑπερῴων κρημνιζομένας ἐπὶ τῇ ἀτοπίᾳ τῶν ὁρωμένων, τὰς δὲ ταῖς κειμέναις ἐπισωρευομένας· τοὺς ἐπὶ τοῖς φόνοις φόνους, τὰ ἐπὶ τοῖς πτώμασι πτώματα, πατούμενα βεβήλοις ποσὶ τὰ ἅγια, θυσιαστήρια καθυβριζόμενα σχήμασιν ἀσελγέσι καὶ ᾄσμασιν, ὡς δὲ ἀκούω, (τί τοῦτο ἡ τολμηρὰ γλῶσσα φθέγξεται;) καὶ τοῖς ὑπὲρ αὐτῶν ὀρχήμασι καὶ λυγίσμασι· δημηγορούσας ἐπὶ τῶν ἱερῶν θρόνων γλώσσας βλασφήμους, μυστήρια κωμῳδούμενα, σιωπωμένας ψαλμῳδίας, οἰμωγὰς ἀντεγειρομένας, αἱμάτων ὀχετοὺς, δακρύων πηγὰς, ἱερεῖς ἀγομένους, μονοτρόπους σπαρασσομένους, πᾶσαν τῆς Ἀσσυρίων καταδρομῆς τὴν εἰκόνα, ἥν ποτε τὴν ἁγίαν Ἱερουσαλὴμ κατέδραμον· ἣν μήτε λόγος ἀξίως παραστῆσαι, μήτε ἀκοὴ χωρῆσαι δύναται, μόνης δὲ τῆς Ἱερεμίου καὶ ψυχῆς καὶ φωνῆς πρὸς ἀξίαν ὀδύρασθαι· ὃς καὶ πηγὰς δακρύων ἐπιζητεῖ, καὶ ἐκ τειχῶν προκαλεῖται θρῆνον ἐπὶ τοιούτοις πάθεσι, καὶ ὁδοῖς Σιὼν ἐπιβάλλει πένθος, οὐκ ἀγούσαις τοὺς ἑορτάζοντας. 13. Τοῦτο τὸ δρᾶμα εἶδε μὲν ἑῴα λῆξις, ἐθρήνησε δὲ καὶ ἑσπέριος, ᾗ τὰ σύμβολα τῆς ἀπονοίας ὁ φυγὰς ἱερεὺς ἐθριάμβευσε. Τίνα τρόπον; Προὔθηκε τῇ Ἐκκλησίᾳ Ῥωμαίων, ἀντὶ τῶν νεκρῶν, τὴν ᾑμαγμένην ἐσθῆτα, καὶ κινεῖ πάνδημα δάκρυα διὰ τῆς σιωπώσης κατηγορίας, ἵνα καὶ παραστήσῃ τὸ πάθος, καὶ τῶν δεινῶν ἐπίκουρον λάβῃ, ὥσπερ οὖν καὶ εἰληφότα ἔγνωμεν· ἐπειδὴ φιλεῖ μάλιστα κάμπτεσθαι τὸ προέχον πρὸς τὸ ἀσθενὲς, καὶ δι᾿ εὐνοίας ἑκουσίου τῷ ἐλαττουμένῳ προστίθεσθαι. Τοῦτο ἤνεγκε μὲν οὐδὲ τῶν ἄλλων εὐσεβῶν οὐδὲ εἷς· σὲ δὲ κινεῖ καὶ πλέον, ὅσῳ καὶ τὸν λόγον τελεώτερος, καὶ τὸν ζῆλον θερμότερος. Διὰ τοῦτο πολεμεῖς μὲν ὑπὲρ τοῦ Λόγου, πολεμῇ δὲ ὑπὸ τῆς ἀσεβείας· καὶ πρὸς πολλοῖς ἄλλοις, οἷς ὑπὲρ τοῦ καλοῦ πράττων καὶ λέγων ἠγώνισαι, διδάσκων, νουθετῶν, ἐξαιρούμενος, ἐλέγχων, ἐπιτιμῶν, συγχέων, ἰδιώτας, ἄρχοντας, ἰδίᾳ, δημοσίᾳ, κατὰ πάντα καιρὸν καὶ τόπον· τέλος, μανίᾳ συναρπασθεὶς δυσσεβοῦς ἐξουσίας, (ὢ τῆς εὐγενοῦς συμφορᾶ!ς ὢ τῶν ἱερῶν σου τραυμάτων!) ξαίνῃ μὲν τὸ καλὸν σῶμα ταῖς μάστιξιν, ὥσπερ δὲ ἄλλου θεατὴς πάσχοντος· καὶ κάμπτῃ μὲν τὸ ὁρώμενον, οὐ καταβάλλῃ δὲ τὸ νοούμενον· στηλιτεύεις τὴν ἀνδρείαν ἐν ταῖς ἁπάντων ὄψεσι· γίνῃ δὲ καὶ σιγῶν τῆς καρτερίας διδάσκαλος, ἐπειδή γε ἡ γλῶσσα παρῆκε τὸ φθέγγεσθαι. 14. Εἶτα τί; Τῆς πατρίδος ὑπερορίζῃ, ὁ μηδεμίαν εἰδὼς οἰκείαν καὶ ἀλλοτρίαν, ἐμοὶ δοκεῖν, ἵνα καὶ ἄλλοι παιδευθῶσι διὰ σοῦ τὴν εὐσέβειαν· Ὄασίς σοι τὸ φυγαδευτήριον, ἡ ἀπάνθρωπος ἐρημία, τὸ διὰ σὲ λοιπὸν εὐαγὲς χωρίον. Μετάδος ἡμῖν καὶ τῶν τῆς ὑπερορίας σου καλῶν, ἐπειδή γε τῶν τῆς ἐπανόδου μετέδωκας. Ποίησον ἡμῖν θέατρον τὴν ἐπάνοδον. Τίνας ἐκεῖ φιλοσοφεῖν ἐδίδαξας; τίνας ἐκάθηρας τῶν ἀσεβῶν ὑπολήψεων; τίνας τῇ εὐσεβείᾳ προσήγαγες; Ὁρᾷν μοι δοκῶ τὸ ἐκεῖ παιδευτήριον, τὴν περὶ σὲ τελετὴν καὶ πανήγυριν. Εἰπὲ καὶ τοῦτο· Εἶχές τινα παραμυθίαν τοῖς λειψάνοις τοῦ σώματος; ἢ καὶ τὴν πενίαν ἐφιλοσόφεις; Εἶχές τινας κοινωνοὺς τῆς ἀθλήσεως; ἢ καὶ τοῦτο πενόμενος ἤνεγκας; Ἐπόθεις τὰς ἀδελφὰς, τὰς κοινωνούς σοι καὶ τῆς ἀγνείας, καὶ τῆς καρτερίας; ἢ καὶ τῆς τούτων συνηθείας ἦς ὑψηλότερος; Ἔκαμπτέ σε γηραιᾶς μητρὸς ἐρημία; ἢ καὶ λίαν ἐθάῤῥεις, ὡς μέγιστον εἰς ἀσφάλειαν καταλιπὼν αὐταῖς τὴν εὐσέβειαν; Ἀλλ᾿ ἐπειδή γε καλῶς ποιῶν ἐπανήκεις ἡμῖν, καί σε τοῖς ποθοῦσι ποθοῦντα πάλιν ἀπέδωκεν ὁ δοξάζων τοὺς δοξάζοντας αὐτὸν, καὶ παραζηλῶν τοὺς παραζηλοῦντας, ὁ θέλημα τῶν φοβουμένων αὐτὸν ποιῶν, καὶ τοῖς νεκροῖς ἐμπνέων ἀνάστασιν· ὁ Λάζαρον μὲν τετραήμερον, σὲ δὲ τετραετῆ ζωοποιῶν παρ᾿ ἐλπίδας, καὶ συνάγων ὀστᾶ πρὸς ὀστᾶ, καὶ ἁρμονίαν πρὸς ἁρμονίαν, τὴν Ἰεζεχιὴλ ὄψιν, τοῦ προφητῶν θαυμασιωτάτου καὶ ὑψηλοτάτου· ἔχου μοι πάλιν τῆς αὐτῆς ἐργασίας, καὶ παῤῥησίας, ἵνα μὴ δόξῃς ἐγκεκόφθαι τοῖς πάθεσι, μηδὲ προδιδόναι δειλίᾳ τὴν φιλοσοφίαν. 15. Σύγχει μὲν καὶ τὴν Ἑλλήνων δεισιδαιμονίαν, ὡς πρότερον, καὶ τὴν πολύθεον αὐτῶν ἀθεΐαν, καὶ τοὺς παλαιοὺς θεοὺς καὶ τοὺς νέους, καὶ τοὺς αἰσχροὺς μύθους, καὶ τὰς αἰσχροτέρας θυσίας πηλῷ πηλὸν καθαιρόντων, ὡς αὐτῶν τινος λέγοντος ἤκουσα, λέγω δὴ σώμασι σώματα τοῖς τῶν ἀλόγων ζώων τὰ ἑαυτῶν, καὶ τὰ σεμνὰ πλάσματα, καὶ τὰ ἀσχήμονα τερατεύματα· οἷς εἰ μὲν τὸ Θεῖον ὁρίζονται, τῆς κακοδαιμονίας· εἰ δὲ παραδεικνύουσι, τῆς εὐηθείας. Διδασκέτωσαν γὰρ, τίς ὁ λόγος, καὶ τί τὸ τῆς ἀσχημοσύνης τῆς περὶ ταῦτα μυστήριον; δεῖ γὰρ μηδὲ τὰς ἐμφάσεις τῶν καλῶν, τὸ αἰσχρὸν ἔχειν. Εἰ δὲ ἄλλο τι παρὰ ταῦτα εἶναί φασι, τί τοῦτο, πειθέτωσαν, καὶ ἐκ ποίων λόγων, ἢ θεολόγων. Σύγχει δὲ καὶ τὰς τῶν αἱρέσεων ἐπαναστάσεις, καὶ τοσούτῳ θερμότερον, ὅσῳ προπέπονθας. Γενναιότερον γὰρ ἐκ τοῦ παθεῖν τὸ φιλόσοφον, ὥσπερ ψυχρῷ σίδηρος ἔμπυρος, οὕτω τοῖς κινδύνοις στομούμενον. Ὁρίζου δὲ καὶ τὴν ἡμετέραν εὐσέβειαν, διδάσκων ἕνα μὲν εἰδέναι Θεὸν ἀγέννητον, τὸν Πατέρα· ἕνα δὲ γεννητὸν Κύριον, τὸν Υἱόν· Θεὸν μὲν, ὅταν καθ᾿ ἑαυτὸν λέγηται, προσαγορευόμενον· Κύριον δὲ, ὅταν μετὰ Πατρὸς ὀνομάζηται· τὸ μὲν διὰ τὴν φύσιν, τὸ δὲ διὰ τὴν μοναρχίαν. Ἓν δὲ Πνεῦμα ἅγιον, προελθὸν ἐκ τοῦ Πατρὸς, ἢ καὶ προιόν· Θεὸν, τοῖς νοητῶς νοοῦσι τὰ παρακείμενα· τοῖς μὲν ἀσεβέσι καὶ πολεμούμενον, τοῖς δὲ ὑπὲρ τούτους νοούμενον, τοῖς πνευματικωτέροις δὲ καὶ λεγόμενον. Μήτε ὑπὸ ἀρχὴν ποιεῖν τὸν Πατέρα, ἵνα μὴ τοῦ πρώτου τι πρῶτον εἰσαγάγωμεν, ἐξ οὗ καὶ τὸ εἶναι πρώτῳ περιτραπήσεται· μήτε ἄναρχον τὸν Υἱὸν ἢ τὸ Πνεῦμα τὸ ἅγιον, ἵνα μὴ τὸ Πατρὸς ἴδιον περιέλωμεν. Οὐκ ἄναρχα γὰρ, καὶ ἄναρχά πως· ὃ καὶ παράδοξον. Οὐκ ἄναρχα μὲν γὰρ τῷ αἰτίῳ· ἐκ Θεοῦ γὰρ, εἰ καὶ μὴ μετ᾿ αὐτὸν, ὡς ἐξ ἡλίου φῶς· ἄναρχα δὲ τῷ χρόνῳ. Οὐ γὰρ ὑπὸ χρόνον, ἵνα μὴ τὸ ῥέον ᾖ τῶν ἑστώτων πρεσβύτερον, καὶ τῶν οὐσιῶν τὸ ἀνούσιον. 16. Μήτε ἀρχὰς τρεῖς, ἵνα μὴ Ἑλληνικὸν, ἢ τὸ πολύθεον· μήτε μίαν μὲν, Ἰουδαικὴν δὲ στενήν τινα, καὶ φθονερὰν, καὶ ἀδύνατον· ἢ τῷ ἀναλίσκειν εἰς ἑαυτὴν θεότητα, ὃ τοῖς προάγουσι μὲν ἐκ τοῦ Πατρὸς τὸν Υἱὸν, εἰς αὐτὸν δὲ πάλιν ἀναλύουσιν ἤρεσεν· ἢ τῷ καταβάλλειν τὰς φύσεις, καὶ ἀλλοτριοῦν θεότητος, ὃ τοῖς νῦν ἀρέσκει σοφοῖς, ὥσπερ δεδοικυῖαν μὴ ἀντεξάγωνται, ἢ μηδὲν δυναμένην ὑπὲρ τὰ κτίσματα. Μήτε ἀγέννητον τὸν Υἱὸν, εἷς γὰρ ὁ Πατήρ· μήτε Υἱὸν τὸ Πνεῦμα, εἷς γὰρ ὁ Μονογενής· ἵνα καὶ τοῦτο θεικὸν ἔχωσι τὸ μοναδικὸν, ὁ μὲν τῆς υἱότητος, τὸ δὲ τῆς προόδου, καὶ οὐχ υἱότητος. Ἀληθῶς πατέρα τὸν Πατέρα, καὶ πολύ γε τῶν παρ᾿ ἡμῖν ἀληθέστερον, ὅτι μόνως, ἰδιοτρόπως γὰρ, καὶ οὐχ ὡς τὰ σώματα· καὶ μόνος, οὐ γὰρ μετὰ συζυγίας· καὶ μόνου, Μονογενοῦς γάρ· καὶ μόνον, οὐ γὰρ Υἱὸς πρότερον· καὶ ὅλον Πατὴρ, καὶ ὅλου, τὸ γὰρ ἡμέτερον ἄδηλον· καὶ ἀπ᾿ ἀρχῆς, οὐ γὰρ ὕστερον. Ἀληθῶς υἱὸν τὸν Υἱὸν, ὅτι μόνος, καὶ μόνου, καὶ μόνως, καὶ μόνον· οὐ γὰρ καὶ Πατὴρ, καὶ ὅλον Υἱὸς, καὶ ὅλου, καὶ ἀπ᾿ ἀρχῆς, οὔποτε τοῦ εἶναι Υἱὸς ἠργμένος· οὐ γὰρ ἐκ μεταμελείας ἡ θεότης, οὐδὲ ἐκ προκοπῆς ἡ θέωσις, ἵνα λείπῃ ποτὲ, τῷ μὲν τὸ εἶναι Πατρὶ, τῷ δὲ τὸ εἶναι Υἱῷ. Ἀληθῶς ἅγιον τὸ Πνεῦμα τὸ ἅγιον· οὐ γὰρ καὶ ἄλλο τοιοῦτον, οὐδὲ οὕτως, οὐδὲ ἐκ προσθήκης ὁ ἁγιασμὸς, ἀλλ᾿ αὐτοαγιότης· οὐδὲ μᾶλλον καὶ ἧττον, οὐδὲ ἀρξάμενον χρονικῶς ἢ παυσόμενον. Κοινὸν γὰρ Πατρὶ μὲν καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι, τὸ μὴ γεγονέναι, καὶ ἡ θεότης· Υἱῷ δὲ καὶ ἁγίῳ Πνεύματι, τὸ ἐκ τοῦ Πατρός. Ἴδιον δὲ Πατρὸς μὲν, ἡ ἀγεννησία· Υἱοῦ δὲ, ἡ γέννησις· Πνεύματος δὲ, ἡ ἔκπεμψις. Εἰ δὲ τὸν τρόπον ἐπιζητεῖς, τί καταλείψεις τοῖς μόνοις γινώσκειν ἄλληλα, καὶ γινώσκεσθαι ὑπ᾿ ἀλλήλων μαρτυρομένοις, ἢ καὶ ἡμῶν τοῖς ἐκεῖθεν ἐλλαμφθησομένοις ὕστερον; 17. Γενοῦ τι τῶν εἰρημένων πρότερον, ἢ τοιοῦτος, καὶ τότε γνώσῃ τοσοῦτον, ὅσον ὑπ᾿ ἀλλήλων γινώσκεσθαι. Νῦν δὲ δίδασκε τοσοῦτον εἰδέναι μόνον, μονάδα ἐν Τριάδι, καὶ Τριάδα ἐν μονάδι προσκυνουμένην, παράδοξον ἔχουσαν καὶ τὴν διαίρεσιν καὶ τὴν ἕνωσιν. Μὴ φοβηθῇς τὰ πάθη, γέννησιν ὁμολογῶν. Ἀπαθὲς γὰρ τὸ Θεῖον, καὶ εἰ γεγέννηκεν. Ἐγώ σοι τούτου ἐγγυητὴς, ὅτι θεικῶς, ἀλλ᾿ οὐκ ἀνθρωπικῶς. Οὐδὲ γὰρ τὸ εἶναι αὐτῷ ἀνθρώπινον. Φοβήθητι δὲ χρόνον καὶ κτίσιν. Οὐ γὰρ Θεὸς, εἰ γέγονε, μὴ Θεῷ συνηγορῶν διακενῆς, Θεὸν ἀνέλῃς, ὁμόδουλον ποιῶν τὸ ὁμόθεον, ὃ καὶ σὲ τῆς δουλείας ἐλευθεροῖ, ἂν γνησίως ὁμολογῇς δεσποτείαν. Μὴ φοβηθῇς τὴν πρόοδον· οὐ γὰρ ἀνάγκην ἔχει Θεὸς, ἢ μὴ προβάλλειν, ἢ προβάλλειν ὁμοίως, ὁ πάντα πλούσιος· φοβήθητι δὲ τὴν ἀλλοτρίωσιν, καὶ τὴν κειμένην ἀπειλὴν, οὐ τοῖς θεολογοῦσιν, ἀλλὰ τοῖς βλασφημοῦσι τὸ Πνεῦμα τὸ ἅγιον. 18. Μήτε τὴν μοναρχίαν κακῶς τιμήσῃς, συναιρῶν ἢ περικόπτων θεότητα· μήτε τὸ τῆς τριθεΐας ἔγκλημα αἰσχυνθῇς, ἕως ἂν καὶ ἄλλος κινδυνεύῃ τὴν διθεΐαν. Ἢ γὰρ συνέλυσας, ἢ συνηπόρησας, ἢ ὁ μὲν ἐναυάγησε μετὰ τῶν λογισμῶν καὶ θεότητα, σοὶ δὲ παρέμεινε θεότης. Καὶ εἰ ὁ λόγος ἠσθένησε, κρεῖσσον καμεῖν ἐν τοῖς λογισμοῖς μετὰ τῆς ὁδηγίας τοῦ Πνεύματος, ἢ προχείρως ἀσεβῆσαι τὴν ῥᾳστώνην διώκοντα. Διάπτυέ μοι τὰς ἐνστάσεις, καὶ τὰς ἀντιθέσεις, καὶ τὴν νέαν εὐσέβειαν, καὶ τὴν μικρολόγον σοφίαν· καὶ διάπτυε πλέον ἢ τὰ τῶν ἀραχνίων νήματα, μυίας μὲν κρατοῦντα, σφηξὶ δὲ ῥηγνύμενα, οὔπω λέγω δακτύλοις, οὐδὲ ἄλλῳ τινι τῶν βαρυτέρων σωμάτων. Ἓν δίδασκε φοβεῖσθαι μόνον, τὸ λύειν τὴν πίστιν ἐν τοῖς σοφίσμασιν. Οὐ δεινὸν ἡττηθῆναι λόγῳ, οὐ γὰρ πάντων ὁ λόγος· δεινὸν δὲ ζημιωθῆναι θεότητα, πάντων γὰρ ἡ ἐλπίς. Ταῦτα μὲν οὖν καὶ κατὰ σεαυτὸν φιλοσοφήσειν, οἶδ᾿ ὅτι, προθυμότερόν τε καὶ τελεώτερον· ἐγγυᾶταί μοι τὰ σὰ τραύματα, καὶ τὸ σὸν σῶμα ὑπὲρ εὐσεβείας πεπονηκός· καὶ ἡμεῖς δὲ συμφιλοσοφήσομεν, ὅση δύναμις. 19. Σὺ δὲ ὅταν ἐκδημήσῃς τὴν καλὴν ἐκδημίαν, μέμνησό μοι τῆς Τριάδος ἐν σκηναῖς κατοικούσης, εἴπερ ὅλως ἐν χειροποιήτοις οἰκεῖ Θεὸς, καὶ τοῦ μικροῦ τούτου θέρους, οὐκ ἐκ μικρῶν μὲν τῶν τῆς εὐσεβείας σπερμάτων, πλὴν ἔτι μικροῦ τε καὶ πενιχροῦ, καὶ κατ᾿ ὀλίγον συναγομένου. Ἐγενήθημεν γὰρ ὡς συνάγοντες καλάμην ἐν ἀμήτῳ, εἰ δεῖ τὸ τοῦ Προφήτου εἰπεῖν ἐν καιρῷ, καὶ ὡς ἐπιφυλλίδα ἐν τρυγήτῳ, οὐχ ὑπάρχοντος βότρυος. Ὁρᾷς τὴν συλλογὴν ὅση· καὶ διὰ τοῦτο σπούδαζε πλουσιωτέραν ποιεῖν ἡμῖν τὴν ἅλω, καὶ τὴν ληνὸν πληρεστέραν. Διήγησαι καὶ τὴν ἡμετέραν κλῆσιν, καὶ τὴν ἄπιστον ἐπιδημίαν, ἣν οὐχ ὥστε συντρυφᾷν, ἀλλ᾿ ὥστε συγκακοπαθεῖν, πεποιήμεθα· ἵνα τῶν δεινῶν μετασχόντες, καὶ τῆς δόξης μετάσχωμεν. Τοῦτόν σοι τὸν λαὸν ἔχεις συλλήπτορα ταῖς εὐχαῖς, τοῦτον συνέκδημον, τὸ στενὸν ἀριθμῷ ποίμνιον, καὶ οὐ στενὸν εὐσεβείᾳ· οὗ πλέον αἰδοῦμαι τὴν στένωσιν, ἢ τὴν ἑτέρων πλατύτητα. Τάδε λέγει τὸ Πνεῦμα τὸ ἅγιον· μετὰ τούτου καὶ πῦρ διαβήσῃ, καὶ θῆρας κοιμίσεις, καὶ ἡμερώσεις δυνάστας. Οὕτως ἐκδημεῖν, οὕτω στέλλεσθαι, καὶ πρὸς ἡμᾶς ἐπανήκειν πάλιν, πλουσίως πλούσιος, δεύτερος στεφανίτης, καὶ μεθ᾿ ἡμῶν ᾄσων τὸν ἐπινίκιον, νῦν τε καὶ ὕστερον ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.
|
||||
:Accueil | :Présentation | :Plan du site | :Nouveautés | :Contact : Hélène |